← 克劳狄乌斯·埃利安

论动物的本性

§16.1-16.4

紫螺染料的获取与印度的诸种奇鸟

作者记述了获取紫螺染料时必须一击砸毙螺体以防色散,并引荷马诗句作解;随后历数了印度的鹦鹉、巨孔雀、绿鸠、大公鸡、善言而崇尚自由的“尾雀”(八哥)以及巨禽凯拉斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ἀνὴρ πορφυρεὺς ὅταν θηράσῃ πορφύραν, οὐκ ἐς ἀνθρώπων τροφήν, ἀλλʼ ἐς ἐρίων βαφήν, εἰ μέλλοι μένειν1 ἡ ἐκ τοῦ ζῴου χρόα δευσοποιὸς καὶ δυσέκνιπτος καὶ οἵα τὴν βαφὴν ἐργάσασθαι γνησίαν ἀλλʼ οὐ δεδολωμένην, μιᾷ λίθου καταφορᾷ διαφθείρει τὴν πορφύραν αὐτοῖς ὀστράκοις.2 ἐὰν δὲ κουφοτέρα ἡ πληγὴ γένηται, καταλειφθῇ δὲ τὸ ζῷον ἔτι ἔμπνουν, ἀχρεῖός ἐστιν ἐς τὴν βαφὴν ἡ δεύτερον βληθεῖσα τῷ λίθῳ πορφύρα· ὑπὸ γὰρ τῆς ὀδύνης ἐξανάλωσε τὴν βαφὴν ἀναποθεῖσαν ἐς τὸν τῆς σαρκὸς ὄγκον ἢ ἄλλως ἐκρυεῖσαν. τοῦτό τοι καὶ Ὅμηρος οἶδέ φασι, καὶ τοὺς ἀποθνήσκοντας ἀθρόως τῷ τῆς πορφύρας θανάτῳ καταλαμβάνεσθαί φησι, τὸ ᾀδόμενον ἐν τοῖς ἑαυτοῦ μέτροις ἀναμέλπων ἐκεῖνος "ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. "

采紫螺者捕获紫螺时,若非为了人类的食用,而是为了羊毛的染色,且若要使取自该生物的染料持久耐色、难以洗净,并能染出纯正而非掺假的色彩,他便会用石头猛力一击,连壳将紫螺砸碎处死。但若击打过轻,该生物仍有喘息之机,那么被石头击打第二次的紫螺便对染色毫无用处;因为在痛苦之中,它耗尽了染料,染料要么被重新吸回肉体组织内部,要么从其他途径流失散尽。人们说荷马也知道这一点,并称骤然暴毙之人乃是被紫螺般的死亡所夺去,他在自己的韵律中吟诵出那广为传唱的诗句: “紫色的死亡与强大的命运掳获了他。”

§16.2

ἐν Ἰνδοῖς μανθάνω σιττακοὺς ὄρνεις γίνεσθαι, ὧνπερ οὖν καὶ ἀνωτέρω μνήμην ἐποιησάμην· ἃ δὲ πρότερον ὑπὲρ αὐτῶν οὐκ εἶπον, ταῦτά μοι λεχθῆναι νῦν δοκεῖ πρεπωδέστατα. γένη τρία αὐτῶν ἀκούω· οἱ πάντες δὲ οὗτοι μαθόντες ὡς παῖδες, οὕτως καὶ αὐτοὶ γίνονται λάλοι καὶ φθέγγονται φθέγμα ἀνθρωπικόν. ἐν δὲ ταῖς ὕλαις ὀρνίθων μὲν ἀφιᾶσιν ἦχον, φωνὴν δὲ εὔσημόν τε καὶ εὔστομον οὐ προΐενται, ἀλλʼ εἰσὶν ἀμαθεῖς καὶ οὔπω λάλοι. γίνονται δὲ καὶ ταῶς ἐν Ἰνδοῖς τῶν πανταχόθεν μέγιστοι, καὶ πελειάδες χλωρόπτιλοι· φαίη τις ἂν πρῶτον θεασάμενος καὶ οὐκ ἔχων ἐπιστήμην ὀρνιθογνώμονα, σιττακὸν εἶναι καὶ οὐ πελειάδα. χείλη δὲ ἔχουσι καὶ σκέλη τοῖς ἐν Ἕλλησι πέρδιξι τὴν χρόαν προσεοικότα. ἀλεκτρυόνες δὲ γίνονται μεγέθει μέγιστοι, καὶ ἔχουσι λόφον οὐκ ἐρυθρὸν κατά γε τοὺς ἡμεδαπούς, ἀλλὰ ποικίλον κατὰ τοὺς ἀνθινοὺς στεφάνους. τὰ δὲ πτερὰ τὰ πυγαῖα ἔχουσιν οὐ κυρτὰ οὐδὲ ἐς ἕλικα ἐπικαμφθέντα ἀλλὰ πλατέα, καὶ ἐπισύρουσιν αὐτά, ὥσπερ οὖν καὶ οἱ ταῶς, ὅταν μὴ ὀρθώσωσί τε καὶ ἀναστήσωσιν αὐτά. χρόαν δὲ ἔχει τὰ πτερὰ τῶν Ἰνδῶν ἀλεκτρυόνων χρυσωπόν τε καὶ κυαναυγῆ κατὰ τὴν σμάραγδον λίθον.

我得知在印度产有鹦鹉,此前我也曾提及它们;但我先前未曾谈及之事,现在叙述似乎最为合宜。我听说它们有三种;所有这些鸟,若像孩童一般受到教导,便能说话并发出人类的声音。但在林间,它们只发出鸟雀的鸣响,并不吐露清晰优美的言辞,而是未经开导,尚不能言语。在印度还产有各地最大的孔雀,以及羽色青翠的鸽子;初次见到它而缺乏禽鸟辨识知识的人,定会说它是鹦鹉而非鸽子。它们的喙部和双足,在颜色上酷似希腊的鹧鸪。那里的公鸡也长得极其硕大,它们的冠子并不像我们本土的那样通红,而是宛如花环一般色彩斑斓。它们的尾羽既不弯拱,也不蜷卷成螺状,而是平坦的;当它们不挺直竖起尾羽时,便如同孔雀那样拖曳着它行走。印度公鸡的羽毛呈现金黄之色,并闪烁着如同绿宝石般的蔚蓝光辉。

§16.3

γίνεται δὲ ἐν Ἰνδοῖς καὶ ἄλλο ὄρνεον, καὶ ἔχει τὸ μέγεθος κατὰ τοὺς ψᾶρας, καὶ ἔστι ποικίλον, καὶ μουσωθὲν ἀνθρώπου φωνὴν3 εἶτα μέντοι τῶν σιττακῶν ἐστι λαλίστερόν τε καὶ θυμοσοφώτερον. οὐ μὴν τὴν ἐξ ἀνθρώπων τροφὴν ἡδέως ὑπομένει, ἀλλὰ ἐλευθερίας πόθῳ καὶ παρρησίας τῆς κατὰ τὴν συντροφίαν ἐπιθυμίᾳ ἀσπάζεται λιμὸν μᾶλλον ἢ δουλείαν μετὰ τρυφῆς. καλοῦσι δὲ αὐτὸ οἱ Μακεδόνων Ἰνδοῖς ἐποικήσαντες ἔν τε Βουκεφάλοις πόλει καὶ τῇ περὶ ταύτην καὶ τῇ καλουμένῃ Κύρου πόλει καὶ ταῖς ἄλλαις, ἃς ἀνέστησεν Ἀλέξανδρος ὁ Φιλίππου, κερκίωνα· ἔσχε δὲ ἄρα τὸ ὄνομα τήνδε τὴν γένεσιν, ἐπειδὴ καὶ αὐτὸ διασείει τὸν ὄρρον, ὥσπερ οὖν καὶ οἱ κίγκλοι.

在印度还有另一种鸟,其体型如八哥一般,色彩斑斓,在接受了人类声音的教化后,比鹦鹉更加能言善道、机智灵敏。然而,它极不愿忍受由人提供的食物,而是出于对自由的渴望以及对群栖中畅所欲言的向往,宁可选择饥饿,也不愿接受伴随奢靡的奴役。那些在腓力之子亚历山大所建立的布刻法拉城及周边地区、所谓的居鲁士城以及其他城邑中定居于印度人之间的马其顿人,称这种鸟为“尾雀”;而这个名字果然有着这样的由来:因为它正如鹡鸰一样,也会频频摆动尾部。

§16.4

γίνεσθαι δὲ ἐν Ἰνδοῖς καὶ κήλαν ἀκούω ὄρνιν· καὶ τὸ μέγεθος τριπλασίων ὠτίδος ἐστί, καὶ τὸ στόμα ἔχει γενναῖον δεινῶς καὶ μακρὰ τὰ σκέλη· φέρει δὲ καὶ πρηγορεῶνα καὶ ἐκεῖνον μέγιστον προσεμφερῆ κωρύκῳ, φθέγμα δὲ ἔχει καὶ μάλα ἀπηχές. καὶ τὴν μὲν ἄλλην πτίλωσίν ἐστι τεφρός, τὰς δὲ πτέρυγας ἄκρας ὠχρός ἐστιν.

我还听说印度有一种被称为“凯拉斯”的鸟;其体型是鸨的三倍,长着极为粗壮坚实的大喙和长腿;它还带有一个形似皮囊且极其巨大的嗉囊,鸣声极其刺耳。它身上的其他羽毛呈灰烬色,唯独羽翼末端泛着浅黄。

语法注3 条
  1. 16.1εἰ μέλλοι μένειν

    条件从句中的 μέλλοι 加不定式(希求语气)表达了工艺者的目的或意图(“若要使染料保持……”)。它与主句的直陈式现在时 διαφθείρει 结合,客观地陈述了操作上的技术要求与前提条件。

  2. 16.1αὐτοῖς ὀστράκοις

    伴随与格(dative of accompaniment)的经典用法,名词与代词 αὐτός 的与格复数搭配,省去介词 σὺν,意为“连壳一起”、“壳也一并”。

  3. 16.3μουσωθὲν ἀνθρώπου φωνὴν

    被动语态不定过去时分词 μουσωθέν(受教导、习得技艺)后接 ἀνθρώπου φωνήν,作为表示受教内容或范围的关系宾格(accusative of respect)或内在宾格,意为“在人类声音方面受到教导后”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.1-16.4