← 克劳狄乌斯·埃利安

论动物的本性

§16.11-16.14

印度的多尾毛兽与巨大水生生物

本段记述了因多毛尾巴而受珍视却生性胆怯的印度草食动物及其捕获过程,随后列举了印度海洋与河流中巨大的海兽、鱼类、甲壳类和龟类的奇特特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.11

Ποηφάγον ἐν Ἰνδοῖς ζῷόν ἐστι, καὶ πέφυκέ γε διπλάσιον ἵππου τὸ μέγεθος. οὐρὰν δὲ ἔχει δασυτάτην καὶ μελαίνης ἀκράτως χρόας, καὶ εἶεν αὗται αἱ τρίχες καὶ τῶν ἀνθρωπείων λεπτότεραι ἄν, καὶ ἐν μεγάλῳ τίθενται ταύτας ἔχειν Ἰνδῶν αἱ γυναῖκες· καὶ γάρ τοι παραπλέκονται ἐξ αὐτῶν καὶ κοσμοῦνται μάλα ὡραίως, ταῖς πλοκαμῖσι ταῖς συμφύτοις καὶ ταύτας ὑποδέουσαι. προήκει δὲ καὶ ἐς δύο πήχεις ἑκάστης τὸ μῆκος τριχός, ἐκ μιᾶς δὲ ῥίζης ὁμοῦ τι καὶ τριάκοντα θυσανηδὸν ἐκπεφύκασι. ζῴων δὲ ἄρα ἁπάντων τοῦτο δειλότατον ἦν· ἐὰν γὰρ ὑπό τινος ὀφθῇ καὶ αἴσθηται βλεπόμενον, ᾗ ποδῶν ἔχει1 φεύγει, καὶ κέχρηται προθυμίᾳ μᾶλλον ἢ σκελῶν ὠκύτητι. καὶ διώκεται μὲν ὑπὸ ἱππέων καὶ κυνῶν ἀγαθῶν δραμεῖν· ἐὰν μέντοι συνίδῃ ὅτι ἄρα ἁλίσκεσθαι μέλλει, τὴν οὐρὰν ἀπέκρυψεν ἔν τινι δάσει, αὐτὸ δὲ ἀντιπρόσωπον ἕστηκε, καὶ δοκεύει τοὺς θηρατάς, καὶ ὑποθαρρεῖ πως, καὶ οἴεται μηκέτι φανεῖσθαι περισπούδαστον, τῆς οὐρᾶς μὴ βλεπομένης· ἐκείνην γὰρ οἶδέν οἱ εἶναι τὸ κάλλος. κενὴν δὲ ἄρα ἴσχει τὴν ὑπὲρ τοῦδε φαντασίαν· βάλλει γάρ τις αὐτὸ βέλει πεφαρμαγμένῳ, καὶ ἀποκτείνας ἀποκόψει τὴν οὐράν, τὸ ἆθλον τῆς ἄγρας. καὶ δείρας τὸ πᾶν σῶμα ʽἀγαθὸν γὰρ καὶ ἡ δοράʼ ἀφῆκε τὸν νεκρόν· σαρκῶν γὰρ τῶν ἐκείνου δέονται Ἰνδοὶ οὐδὲ ἕν.

印度有一种草食动物,其体型是马的两倍。它长着一条极其浓密且纯黑色的尾巴,这些毛发甚至比人的头发还要纤细;印度的妇女们极为看重拥有它们。实际上,她们将这些毛发编织并非常雅致地装饰自己,系在自己天然的发辫之下。每根毛发的长度可达两肘,约有三十根毛发如流苏般从同一个毛囊中簇生出来。这种动物在所有动物中最为胆怯;因为若被任何人看见并察觉到自己被注视,它便竭尽全力飞奔逃窜,凭借着狂乱的热切而非双腿的疾速奔跑。它被骑兵和擅跑的猎犬追逐;然而,若是察觉到自己即将被捕获,它便将尾巴藏匿在丛林之中,自己则转过身面对猎人驻足凝视,莫名地鼓起一丝勇气,以为只要尾巴不被看见,自己就不再是人们汲汲以求的目标;因为它知道自己的美丽就在于尾巴。然而关于这一点,它的幻想全然是空虚的;因为有人会用淬毒的箭射中它,将它杀死后割下尾巴作为捕猎的战利品。在剥下全身的皮之后——因为皮毛也颇有用处——猎人便遗弃了尸体;因为印度人对其肉毫无需求。

§16.12

κήτη δὲ ἦν ἄρα ἐν τῇ τῶν Ἰνδῶν θαλάττῃ πενταπλασίονα τὸ μέγεθος ἐλέφαντος τοῦ μεγίστου. πλευρὰ γοῦν μία κήτους καὶ ἐς τοὺς εἴκοσι πήχεις πρόεισι, χελύνην δὲ πήχεων πεντεκαίδεκα ἔχει, τὸ δὲ πτέρωμα βραγχίου ἑκατέρου πήχεων τὸ εὖρος καὶ ἑπτά. κήρυκες δὲ καὶ πορφύραι, ὡς καὶ χοῦν ῥᾷστα δέξασθαι·2 καὶ μέντοι καὶ τῶν ἐχίνων τὰ χελώνια δύναιτο ἂν τοσοῦτον στέγειν. μεγέθη δʼ ἰχθύων ἄπειρα, λαβράκων μάλιστα, καὶ ἀμίαι καὶ χρυσόφρυες. ἀκούω δὲ τούτους κατὰ τὴν ὥραν, ὅταν ἐπιρρέωσιν οἱ ποταμοὶ λάβροι κατιόντες ἐκ τῆς πλημμύρας καὶ ἐς τὴν γῆν ἀναχέωνται, καὶ αὐτοὺς ὑπερχεῖσθαι κατὰ τὰς ἀρούρας καὶ ἐν ὕδατι λεπτῷ φέρεσθαί τε καὶ ἀλᾶσθαι. παυσαμένων δὲ τῶν ὑπερπιμπλάντων τοὺς ποταμοὺς ὑετῶν καὶ ἀναχωρούντων ὀπίσω τῶν ῥευμάτων καὶ ἐς τὰς ὁδοὺς τὰς κατὰ φύσιν ὑποστρεφόντων, ἐν τοῖς καθημένοις χωρίοις καὶ τοῖς τεναγώδεσι καὶ ἀπέδοις, ἔνθα δήπου φιλοῦσι καὶ αἱ νεαὶ καλούμεναι κόλπους τινὰς ἔχειν, ἰχθῦς ὑπομένουσι καὶ ὀκτὼ πήχεων. καὶ αἱροῦσιν οἱ γεωργοῦντες αὐτοὺς ἀσθενεῖ τῇ νήξει χρωμένους, ἅτε μὴ ἐν βυθῷ φερομένους ἀλλὰ ἐπιπολῆς, καὶ ἐκ τοῦ ὀλίγου ὕδατος ἀγαπητῶς καὶ μόλις ἀποζῶντας.

在印度的海洋中,海兽的体型是最大的大象的五倍。无论如何,海兽的一根肋骨长达二十肘,吻唇有十五肘,两侧鳃鳍的宽度各有七肘。海螺和紫螺大到甚至能轻易容纳一科斯之多;而且海胆的硬壳也能盛下如此之多。鱼的体量大得难以测度,尤其是海鲈、鲣鱼和金头鲷。我听说,在因洪水而奔腾下泻的河流漫过陆地的季节,这些鱼也会漫溢到耕地之上,在浅水中漂浮游荡。而当充塞河流的暴雨止息,水流退回并回归天然河道时,在低洼之地、浅滩和平川——即所谓的休耕地常有低陷之处——便残留着长达八肘的鱼。农夫们捕捉这些游动无力的鱼,因为它们不是在水底浮游而是在水面挣扎,仅凭少量的水勉强苦苦维生。

§16.13

Ἰνδῶν δὲ ἰχθύων ἴδια καὶ ἐκεῖνα. βατίδες γίνονται παρʼ αὐτοῖς οὐδέν τι μείους Ἀργολικῆς ἀσπίδος ἑκάστη, καρίδες δὲ καὶ μείζους καράβων αἱ Ἰνδῶν εἰσίν. αἱ μὲν οὖν ἐκ τῆς θαλάττης ἀναθέουσαι διὰ τοῦ ποταμοῦ τοῦ Γάγγου χηλὰς μεγίστας ἔχουσι καὶ τραχείας θιγεῖν, τάς γε μὴν ἐκ τῆς Ἐρυθρᾶς ἐκπιπτούσας ἐς τὸν Ἰνδὸν λείας ἔχειν πέπυσμαι τὰς ἀκάνθας,3 προμήκεις γε μὴν καὶ βοστρυχώδεις τὰς ἀπηρτημένας ἕλικας. χηλὰς δὲ οὐκ ἔχειν ταύτας.

印度的水产也有这些奇特之处。在他们那里产出的鳐鱼,每只都不亚于阿尔戈斯式的盾牌;而印度的对虾甚至比海螯虾还要巨大。那些从海洋溯恒河而上的具有极大且触手粗糙的螯足;但我得知,那些从红海流入印度河的则生有平滑的刺棘,悬垂的触角长而蜷曲;这些并不长螯足。

§16.14

χελώνη δὲ ἐν Ἰνδοῖς ποταμία τὸ χελώνιον ἔχει σκάφης οὐ μεῖον τελείας. χωρεῖ γοῦν ἕκαστον μεδίμνους δέκα ὀσπρίων. γίνονται δὲ καὶ χερσαῖαι χελῶναι, καὶ εἶεν ἂν τὸ μέγεθος κατὰ τὰς βώλους τὰς μεγίστας, αἵπερ οὖν ἐπανίστανται ἐν τοῖς βαθέσιν ἀρώμασιν, εὐπειθοῦς μὲν οὔσης τῆς γῆς, ἐς πολὺ δὲ κατιόντος τοῦ ἀρότρου καὶ τὴν αὔλακα σχίζοντος ῥᾷστα καὶ ἐγείροντος τὰς βώλους ὑψοῦ. ταύτας δὲ καὶ ἀποδύεσθαι τὸ ἔλυτρόν φασιν. οἱ τοίνυν ἀρόται καὶ πᾶν τὸ περὶ τοὺς ἀγροὺς ἐργατικὸν ταῖς μακέλλαις ἀνασπῶσιν αὐτάς, καὶ ἐξαίρουσιν ὥσπερ οὖν ἐκ τῶν θριπηδέστων φυτῶν τὰς εὐλάς. εἰσὶ δὲ γλυκεῖαι τὴν σάρκα καὶ πίονες, οὐ μὴν κατὰ τὰς θαλαττίας πικραὶ καὶ αὗται.

印度的淡水龟所具有的龟甲不亚于一整艘小船;无论如何,每一只龟壳都能容纳十麦狄姆诺斯的豆类。此外也有陆生龟,其大小相当于在深耕之田中隆起的最大土块,那里的土壤松软,犁铧深入,极易划开犁沟并将土块高高扬起。据说这些陆龟甚至会褪去外壳。因此,耕作者和所有田间劳作的人都用锄头将它们掘出,并像从蛀烂的植物中拔出蛆虫一样将它们拔出来。它们的肉味甜而肥美,绝不像海龟那样发苦。

语法注3 条
  1. 16.11ᾗ ποδῶν ἔχει

    结合了关系副词 ᾗ、名词属格 ποδῶν 与动词 ἔχω 的古典习语,意为“竭尽全力奔跑”或“全速”。ποδῶν 作副词支配的部分属格。

  2. 16.12ὡς καὶ χοῦν ῥᾷστα δέξασθαι

    由 ὡς 引导不定式表示结果或程度的句式,意为“足以轻易容纳一科斯之量”。在语境中具体说明了前述贝类体积的巨大。

  3. 16.13τάς γε μὴν ἐκ τῆς Ἐρυθρᾶς ἐκπιπτούσας ἐς τὸν Ἰνδὸν λείας ἔχειν πέπυσμαι τὰς ἀκάνθας

    由动词 πέπυσμαι 支配的带对格的不定式结构。对格分词短语 τάς ... ἐκπιπτούσας 为主语,ἔχειν 为不定式动词,τὰς ἀκάνθας 为宾语,λείας 为表语性形容词(“具有平滑的刺棘”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.11-16.14