← 克劳狄乌斯·埃利安

论动物的本性

§16.39-16.42

各地巨蛇的记载与特异毒虫爬类

本段记述了奥内西克利图斯、埃及记载与希俄斯历史中关于巨蛇的见闻,描绘了因山火烧尽而显露的巨蛇骨骸。随后根据诸家记载列举了奇特的爬虫与毒物:善于伪装变色的塞普斯蛇、印度的有翼蝎与飞蛇、多彩蜥蜴、埃及的双刺蝎与双头蛇,以及波斯阿尔加德斯河中夜间害人的黑身白头水蛇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.39

Ὀνησίκριτος ὁ Ἀστυπαλαιεὺς λέγει ἐν Ἰνδοῖς κατὰ τὴν Ἀλεξάνδρου τοῦ παιδὸς Φιλίππου ἀνάβασιν γενέσθαι δράκοντας δύο, οὓς Ἀβισάρης ὁ Ἰνδὸς ἔτρεφεν, ὧν ὃ μὲν ἦν πήχεων τετταράκοντα καὶ ἑκατόν, ὃ δὲ ὀγδοήκοντα· καί φησι ἐπιθυμῆσαι δεινῶς Ἀλέξανδρον θεάσασθαι αὐτούς. λέγουσι δὲ Αἰγύπτιοι λόγοι καὶ ἐπὶ τοῦ Φιλαδέλφου ἐξ Αἰθιοπίας ἐς τὴν Ἀλεξάνδρου πόλιν κομισθῆναι δράκοντας δύο ζῶντας, καὶ τὸν μὲν αὐτῶν εἶναι πήχεων δεκατεττάρων τὸν δὲ δεκατριῶν· ἐπί γε μὴν τοῦ Εὐεργέτου τρεῖς κομισθῆναι, καὶ τὸν μὲν εἶναι πήχεων ἐννέα, τὸν δὲ ἑπτά, τὸν δὲ τρίτον ἑνὶ ἀπολείπεσθαι·1 καὶ τρέφεσθαί γε ἐν Ἀσκληπιοῦ σὺν πολλῇ τῇ κομιδῇ αὐτοὺς Αἰγύπτιοί φασι. καὶ ἀσπίδας δὲ τετραπήχεις γίνεσθαι πολλάκις οἱ αὐτοὶ λέγουσι. μνήμην δὲ ἄρα τούτων ἐποιησάμην, τὸ ἴδιον τῶν ζῴων ἐπεξελθὼν καὶ ἐς ὅσον πέφυκε μῆκος προϊέναι δεῖξαι βουληθεὶς. λέγουσιν οὖν καὶ οἱ τὰς ὑπὲρ τῆς Χίου συγγράψαντες ἱστορίας γενέσθαι ἐν τῇ νήσῳ παρὰ τὸ ὄρος τὸ καλούμενον Πελινναῖον ἐν αὐλῶνί τινι δασεῖ καὶ δένδρων ὑψηλῶν πεπληρωμένῳ δράκοντα μεγέθει μέγιστον, οὗπερ οὖν καὶ τὸν συριγμὸν ἐπεφρίκεσαν οἱ τὴν Χίον κατοικοῦντες. οὔκουν οὐδὲ ἐτόλμων τινὲς ἢ τῶν γεωργούντων ἢ τῶν νεμόντων πλησίον γενόμενοι καταγνῶναι τὸ μέγεθος, ἀλλὰ ἐκ μόνης τῆς σύριγγος πελώριόν τε καὶ ἐκπληκτικὸν τὸ θηρίον εἶναι ἐπίστευον· ἐγνώσθη δʼ οὖν ὅσος ποτὲ τὸ μέγεθος ἦν δαιμονίᾳ τινὶ καὶ θαυμαστῇ μηχανῇ ναὶ μὰ Δία. σφοδροῦ γὰρ ἀνέμου καὶ σκληροῦ προσπεσόντος ἐρρίφη πρὸς ἄλληλα τὰ ἐν τῷ αὐλῶνι δένδρα, καὶ οἱ κλάδοι βιαίως ἀραττόμενοι τίκτουσι πῦρ, καὶ αἴρεται μεγίστη φλόξ, καὶ περιλαμβάνει τὸν πάντα χῶρον καὶ κυκλοῦται τὸν θῆρα· ὃ δὲ ἀποληφθεὶς καὶ ἐξερπύσαι μὴ δυνάμενος καταπίμπραται. οὐκοῦν γυμνωθέντος τοῦ τόπου γίνεται κάτοπτα πάντα· καὶ οἱ Χῖοι ἐλευθερωθέντες τοῦ δέους ἧκον ἐπὶ θέαν, καὶ καταλαμβάνουσι τὰ ὀστᾶ μεγέθει μέγιστα καὶ τὴν κεφαλὴν ἐκπληκτικήν, ὡς ἐκ τούτων ἔχειν συμβαλεῖν2 ὅσος τε ἐκεῖνος ἦν καὶ ὁποῖος ἔτι περιών.

阿斯提帕莱亚的奥内西克利图斯说,在腓力之子亚历山大远征内陆期间,印度曾出现两条巨蛇,由印度人阿比萨雷斯饲养,其中一条长一百四十腕尺,另一条长八十腕尺;他说亚历山大极度渴望亲眼见到它们。埃及的记载亦称,在非拉铁非统治时期,曾有两条活蛇从埃塞俄比亚运至亚历山大里亚,其中一条长十四腕尺,另一条长十三腕尺;在欧厄尔盖特斯时期又运来三条,一条长九腕尺,一条长七腕尺,第三条则差一腕尺(为六腕尺);埃及人称,它们在阿斯克勒庇俄斯神庙中受到悉心照料与喂养。同样这些人还说,经常能见到长达四腕尺的眼镜蛇。我之所以记述这些,是因为我想详论动物的特有属性,并展示它们依其天性究竟能长到何种长度。撰写希俄斯历史的作家们也说,在该岛靠近名为佩林奈昂的山脚下,有一处林木繁茂、高树林立的峡谷,其中盘踞着一条体型极大的巨蛇,希俄斯的居民甚至因听到它的咝咝声而心惊胆战。因此,无论是务农者还是放牧者,无人敢靠近以窥测其体型,仅凭这声音便认定它是庞大而骇人的怪物。然而,指宙斯起誓,因着某种神意般神奇的机关巧妙,它的体量究竟有多大最终为人所知。当一阵猛烈而严酷的暴风袭来时,峡谷中的树木互相冲撞,树枝猛烈摩擦生出火焰,燃起滔天烈焰,吞没了整个区域并将这猛兽团团围住;它被困其中无法逃逸,最终被活活烧死。于是,当该地被焚烧净尽后,一切便尽收眼底;希俄斯人从恐惧中解脱出来,前来围观,他们见到了极其巨大的骨骼和令人震惊的头颅,以至于能从中推断出它生前究竟有多么庞大、样貌如何。

§16.40

ὄφεως ὄνομα σήψ, καὶ ἔχει θαυμάσαι ἄξιον ἐκεῖνο. τὴν χρόαν ἐκτρέπει τὴν ἑαυτοῦ, καὶ ἔοικε τοῖς τόποις καθʼ οὓς ἔρχεται. ὀδόντας δὲ ἄρα τέτταρας τοὺς κάτω φέρει κοίλους, ἐφʼ ὧν ὑμενώδεις ἐπίκεινται χιτῶνες, καλύπτοντες τὰ κοιλώματα. ἐκ τούτων οὖν πατάξαν τὸ θηρίον εἶτα ἀφίησι τὸν ἰόν· σήπει δὲ παραχρῆμα καὶ ἀναιρεῖ τάχιστα.

有一种名为塞普斯的蛇,它具有值得称奇之处:它能改变自身的体色,与它所经之地的环境相似。它的下颌长有四颗空心毒牙,牙上覆有膜质外皮,遮盖着空腔。这野兽发起咬击后,随即从中释放毒液;毒液会立即导致腐烂,并在极短时间内致死。

§16.41

Μεγασθένης φησὶ κατὰ τὴν Ἰνδικὴν σκορπίους γίνεσθαι πτερωτοὺς μεγέθει μεγίστους, τὸ κέντρον δὲ ἐγχρίμπτειν τοῖς Εὐρωπαίοις παραπλησίως. γίνεσθαι δὲ καὶ ὄφεις αὐτόθι καὶ τούτους πτηνούς· ἐπιφοιτᾶν δὲ οὐ μεθʼ ἡμέραν ἀλλὰ νύκτωρ, καὶ ἀφιέναι ἐξ αὑτῶν οὖρον, ὅπερ οὖν ἐὰν κατά τινος ἐπιστάξῃ σώματος, σῆψιν ἐργάζεται παραχρῆμα. καὶ τὰ μὲν τοῦ Μεγασθένους ταῦτα. πολύκλειτός γε μήν φησιν ἐν τῇ αὐτῇ γῇ σαύρους γίνεσθαι μεγίστους καὶ πολυχρόους, καὶ βαφαῖς τισιν εὐανθέσι τὰς δορὰς πεποικίλθαι δεινῶς, εἶναι δὲ καὶ ἅψασθαι ταύτας ἁπαλωτάτας. σαύρους δὲ Ἀριστοτέλης ἐν τῇ τῶν Ἀράβων γῇ τίκτεσθαί φησι, καὶ δύο πήχεις ἔχειν αὐτούς.

麦加斯梯尼说,在印度一带有体积极大的有翼蝎子,其毒刺的刺入方式与欧洲蝎类似。据说当地亦有飞蛇;它们白天不出没,而于夜间活动,并从体内排出尿液,若滴落在人身上,便会立刻引起腐烂溃疡。以上是麦加斯梯尼的记述。然而波利克莱托斯说,在同一片土地上出产体型极大且颜色多样的蜥蜴,其皮覆有极绚丽的斑纹色彩,触摸起来极为柔顺。亚里士多德则说,在阿拉伯人的土地上生长有蜥蜴,其长度达两腕尺。

§16.42

Παμμένης ἐν τῷ περὶ θηρίων σκορπίους λέγει γίνεσθαι πτερωτοὺς καὶ δικέντρους ἐν Αἰγύπτῳ (καὶ οὔ φησιν ἀκοὴν λέγειν, ἀλλὰ ἑαυτοῦ τήνδε τὴν ἱστορίαν ὁμολογεῖ) καὶ ὄφεις δικεφάλους, καὶ ἔχειν δύο πόδας κατὰ τὸ οὐραῖον3 τούτους. Κτησίας γε μὴν ὁ Κνίδιός φησι περὶ τὴν Περσικὴν Σιττάκην ποταμὸν εἶναι Ἀργάδην ὄνομα. ὄφεις δὲ ἄρα ἐν αὐτῷ γίνεσθαι πολλούς, μέλανας τὸ σῶμα πλήν γε τῆς κεφαλῆς· εἶναι δὲ αὐτοῖς λευκὴν ταύτην. προϊέναι δὲ ἐς ὀργυιὰν τὸ μῆκος τοὺς ὄφεις τούσδε. καὶ μεθʼ ἡμέραν μὲν μὴ ὁρᾶσθαι, ὑφύδρους δὲ νήχεσθαι, νύκτωρ δὲ ἢ τοὺς ὑδρευομένους ἢ τοὺς τὴν ἐσθῆτα φαιδρύνοντας διαφθείρειν. πολλοὺς δὲ ἄρα πάσχειν τοῦτο ἢ χρείᾳ ὕδατος ἐπιλείποντος ἢ μεθʼ ἡμέραν ἀσχοληθέντας ἀποπλῦναι τὴν ἐσθῆτα μὴ δεδυνημένους.

潘梅内斯在其《论猛兽》中说,埃及生长着长有双翼和双刺的蝎子(他声称自己并非道听途说,而是自陈此为亲眼所见),以及双头蛇,且蛇在尾部生有双足。克尼多斯的克特西亚斯则说,在波斯的西塔克一带有一条名为阿尔加德斯的河流。其中生长着许多蛇类,除头部之外全身漆黑,而头部则是白色的。这些蛇体长可达一噚。它们在白天不露面,潜于水下游泳,而在夜间则会残害汲水者或洗衣者。许多人遭受此难,或是由于家中缺水所迫,或是由于白天忙碌而无法清洗衣物。

语法注3 条
  1. 16.39ἑνὶ ἀπολείπεσθαι

    ἑνί 为表示差异程度的与格(dative of measure of difference),修饰动词 ἀπολείπεσθαι(意为“短缺、相差”)。紧接在前文的“七腕尺”(ἑπτά)之后,指第三条蛇少了一腕尺,即长为六腕尺。

  2. 16.39ὡς ἐκ τούτων ἔχειν συμβαλεῖν

    由 ὡς 引导的结果从句,后接不定式 ἔχειν。ἔχω + 不定式相当于 δύναμαι,意为“能够”,整体结构表示“以至于能够从这些(骨骸与头骨中)推测出……”。

  3. 16.42κατὰ τὸ οὐραῖον

    介词 κατά 支配名词化的中性形容词宾格 τὸ οὐραῖον(尾巴、尾端),表示空间方位,即“在尾部附近、在尾端”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.39-16.42