← 克劳狄乌斯·埃利安

论动物的本性

§17.1-17.5

异域巨蛇巨龟与被驯服的毒蛇

本段记述了亚历山大、克莱塔库斯和宁菲斯关于红海、印度和穴居人之地巨蛇与巨龟的记载,普雷斯特蛇的致命毒性,以及菲拉库斯关于埃及人用弹指手势驯化眼镜蛇并与它们共食的习俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

Ἀλέξανδρος ἐν τῷ περίπλῳ τῆς Ἐρυθρᾶς θαλάττης λέγει ὄφεις ἑορακέναι τετταράκοντα πήχεων τὸ μῆκος, καὶ γένος καρκίνων, οἷς τὸ μὲν ὄστρακον τὴν περιφέρειαν εἶχε πανταχόθεν πόδα, χηλαὶ δὲ ἠρτημέναι μέγισται προεῖχον, ἐπιβουλεύεσθαι δὲ ὑπʼ οὐδενὸς αὐτούς. τὸ δὲ αἴτιον, ἱεροὶ λέγονται Ποσειδῶνος. καὶ ἀφιέρωνται τῷ θεῷ, οἷον ἀναθήματα εἶναι ἐκείνου ἀσινῆ τε καὶ ἀνεπιβούλευτα οἱ καρκίνοι.1

亚历山大在其关于红海航行的记述中说,他曾见过长达四十肘的蛇,以及一种螃蟹,其甲壳四周的周长为一尺,垂挂着巨大的螯足伸在外面,而且它们不受任何人的侵害。其原因是,据说它们是波塞冬的神圣之物。这些螃蟹已被奉献给这位神明,就像属于他的供物一样,毫发无损且免受侵犯。

§17.2

Κλείταρχος ἐν τῇ περὶ τὴν Ἰνδικήν φησι γίνεσθαι ὄφεις πήχεων ἑκκαίδεκα. γίνεσθαι δὲ καὶ ἄλλο τι γένος ὄφεων ὑμνεῖ, οὐ κατὰ τοὺς ἑτέρους τὸ εἶδος· βραχυτέρους μὲν γὰρ εἶναι πολλῷ, ποικίλους γε μὴν τὴν χρόαν ὁρᾶσθαι, ὥσπερ οὖν φαρμάκοις καταγραφέντας· τοὺς μὲν γὰρ χαλκοειδεῖς ταινίας ἔχειν ἀπὸ τῆς κεφαλῆς ἐς τὴν οὐρὰν καθερπούσας, τοὺς δὲ ἀργύρῳ προσεικασμένας, πεφοινιγμένας ἄλλους, καὶ μέντοι καὶ χρυσοφαεῖς τινας. δακεῖν δὲ ἄρα καὶ ἀποκτεῖναι ὤκιστα δεινοὺς αὐτοὺς λέγει οὗτος.2

克莱塔库斯在其关于印度的著作中说,那里有长达十六肘的蛇。他还赞颂存在着另一种蛇,其外貌与其他蛇类不同:它们要短得多,但颜色看上去色彩斑斓,宛如用颜料绘制而成。因为有些蛇有从头部爬向尾部的似铜条纹,有些有似银的条纹,另一些有染成深红色的条纹,甚至还有一些有闪烁金光的条纹。此人说,它们在咬人以及极其迅速地致死方面十分可怕。

§17.3

ἐν τῷ ἐννάτῳ τῶν περὶ Πτολεμαῖον λόγων λέγει Νύμφις ἐν τῇ γῇ τῇ Τρωγλοδύτιδι γίνεσθαι ἔχεις ἄμαχόν τι μέγεθος, εἰ πρὸς τοὺς ἄλλους ἔχεις ἀντικρίνοιντο· εἶναι γὰρ πήχεων καὶ πεντεκαίδεκα· τάς γε μὴν χελώνας εἶναι τοσαύτας τὸ χελώνιον, ὡς χωρεῖν μεδίμνους Ἀττικοὺς καὶ ἓξ αὐτό.3

宁菲斯在其关于托勒密的记述第九卷中说,在穴居人的土地上生长的蝰蛇,若与其他蛇类相比,具有无法抗衡的巨大体形,因为它们甚至长达十五肘;而海龟的甲壳本身就巨大得足以容纳六个阿提卡麦斗。

§17.4

ἔστι δὲ καὶ πρηστὴρ ὄφεων γένος, ὅσπερ οὖν εἰ δάκοι, τὰ μὲν πρῶτα νωθεῖς ἀπεργάζεται καὶ ἥκιστα κινητικούς, εἶτα μέντοι κατʼ ὀλίγον ἀρρώστους καὶ ἀναπνεῖν ἀδυνάτους· καὶ μέντοι καὶ λήθην καταχεῖ τῆς γνώμης τὸ δῆγμα, καὶ τὴν κύστιν ἐπέχει, καὶ λιπότριχας ἀποφαίνει, εἶτα ἕπεται πνιγμός, καὶ σπᾶσθαι ποιεῖ, καὶ τὸ τέλος τοῦ βίου ἀλγεινότατον.

还有一种被称为普雷斯特的蛇,如果它咬了人,起初会使人变得迟钝且极难活动,接着渐渐虚弱以致无法呼吸;此外,这咬伤使心智蒙受遗忘,闭塞膀胱,导致脱发,随后窒息接踵而至,引发抽搐,生命的终局极其痛苦。

§17.5

Φύλαρχος ἐν τῇ δωδεκάτῃ ὑπὲρ τῶν Αἰγυπτίων ἀσπίδων ᾅδει τοιαῦτα. τιμᾶσθαί φησιν αὐτὰς ἰσχυρῶς, καὶ ἐκ ταύτης γε τῆς τιμῆς ἡμερωτάτας τε καὶ χειροήθεις γίνεσθαι. τοῖς παιδίοις οὖν συντρεφομένας μηδὲν ἀδικεῖν, καλουμένας δὲ ἐξέρπειν τῶν φωλεῶν καὶ ἀφικνεῖσθαι. κλῆσις δὲ αὐταῖς ὁ τῶν δακτύλων ἐστὶ κρότος. προτείνουσι δὲ ἄρα οἱ Αἰγύπτιοι καὶ ξένια αὐταῖς. ἐπὰν γὰρ ἀπὸ δείπνου γένωνται, ἄλφιτα οἴνῳ καὶ μέλιτι ἀναδεύσαντες κατὰ τῆς τραπέζης τιθέασιν, ἐφʼ ἧς ἔτυχον δεδειπνηκότες·4 εἶτα μέντοι κροτήσαντες οἱονεὶ δαιτυμόνας καλοῦσι. καὶ ἐκεῖναι ὥσπερ οὖν ὑπὸ συνθήματι παραγίνονται, καὶ ἄλλη ἀλλαχόθεν ἐξέρπει, καὶ περιστᾶσαι τὴν τράπεζαν τὴν μὲν λοιπὴν σπεῖραν ἐῶσι κατὰ τοῦ δαπέδου, ἄρασαι δὲ τὴν κεφαλὴν περιλιχμῶνται, καὶ ἡσυχῆ καὶ κατʼ ὀλίγον ἐμπίπλανται τῶν ἀλφίτων, καὶ καταναλίσκουσιν αὐτά. νύκτωρ δὲ ἐὰν ἐπείγῃ τι τοὺς Αἰγυπτίους, κροτοῦσι πάλιν· ὑποσημαίνει δὲ ἄρα αὐτὰς ὅδε ὁ ψόφος ἐξίστασθαί τε καὶ ἀναχωρεῖν. οὐκοῦν συνιᾶσιν ἐκεῖναι τὴν τοῦ κτύπου διαφορὰν καὶ ἐφʼ ὅτῳ τοῦτο δρᾶται, καὶ παραχρῆμα ἀναστέλλονται καὶ ἀφανίζονται, ἐς τοὺς χηραμούς τε καὶ φωλεοὺς ἕρπουσαι. ὁ οὖν ἀνιστάμενος οὔτε ἐμβαίνει τινὶ αὐτῶν οὔτε περιπίπτει.

菲拉库斯在第十二卷中赞颂关于埃及眼镜蛇的如下事情。他说它们受到极大的尊崇,正是由于这种尊崇,它们变得极其温顺且驯良。因此,它们与孩童一同养育也毫无伤害,当被呼唤时便从巢穴中爬出前来。对它们的呼唤便是手指的弹击声。埃及人甚至还为它们提供款待之食。因为每当他们用完晚餐,便用葡萄酒和蜂蜜调和粗大麦粉,放置在他们刚刚用完餐的桌上;随后他们弹击手指,如同招待宴客一般呼唤它们。而它们宛如遵循暗号般前来,从各处爬出,围拢在桌旁,将其余的盘曲身躯留在地面上,抬起头来舔食,静静地一点一点吃饱粗大麦粉并将其吃尽。夜间如果埃及人有急事,便再次弹击手指;而这声响向它们示意退避和离开。因此,它们领会这声响的差异以及为何要这样做,便立刻退避并消失,爬入石隙和洞穴之中。因此,起身的人既不会踩到它们中的任何一条,也不会与它们相撞。

语法注4 条
  1. 17.1οἷον ἀναθήματα εἶναι ἐκείνου ἀσινῆ τε καὶ ἀνεπιβούλευτα οἱ καρκίνοι

    οἷον 接不定式(εἶναι)表示目的或结果(“以便成为……”)。主格形式的 οἱ καρκίνοι 置于句末以明确 ἀφιέρωνται(及 εἶναι)的主语,中性复数形容词 ἀσινῆ 和 ἀνεπιβούλευτα 则修饰 ἀναθήματα。

  2. 17.2δακεῖν δὲ ἄρα καὶ ἀποκτεῖναι ὤκιστα δεινοὺς αὐτοὺς λέγει οὗτος

    δεινούς 作为宾语补足语与 αὐτούς(λέγει 的宾语)保持一致,而两个不定式 δακεῖν 和 ἀποκτεῖναι 作为说明性不定式(epexegetic infinitive)依附于 δεινούς,表示“在咬噬和致死方面十分可怕”。

  3. 17.3τάς γε μὴν χελώνας εἶναι τοσαύτας τὸ χελώνιον, ὡς χωρεῖν μεδίμνους Ἀττικοὺς καὶ ἓξ αὐτό

    τοσαύτας 为宾语不定式结构中的表语,τὸ χελώνιον 是关系对格/关涉对格(“就其甲壳而言”)。随后的 ὡς 引出与 τοσαύτας 呼应的结果从句(接不定式 χωρεῖν),其中 αὐτό 指代 τὸ χελώνιον 并作为不定式的主语(“其甲壳自身可容纳”)。

  4. 17.5ἐφʼ ἧς ἔτυχον δεδειπνηκότες

    τυγχάνω 与分词 δεδειπνηκότες(完成时主动分词)连用构成惯用结构,意为“他们恰好刚用过餐”。关系代词 ἧς 的先行词是 τραπέζης。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.1-17.5