← 克劳狄乌斯·埃利安

论动物的本性

§16.34-16.38

火猪溃象战术与食鱼山羊等异闻

作者叙述了撒丁岛山羊皮冬暖夏凉的奇特功用以及印度以干鱼为食的山羊,接着记载了墨伽拉围城战中火猪驱溃战象的战术,随后提及印度体型矮小的家畜与禁食猪肉的习俗,以及以弗所都会城附近巨蟹阻遏毒蛇的异闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.34

Νυμφόδωρος λέγει τὴν Σαρδὼ εἶναι θρεμμάτων μητέρα ἀγαθήν. θαυμάσαι δὲ ἄξιον τίκτει ζῷον τὰς αἶγας αὕτη. τὰς γάρ τοι δορὰς τοὺς ἐπιχωρίους ἠσθῆσθαι, καὶ εἶναι ταῦτα σκέπην· καὶ διὰ χειμῶνος μὲν ἀλεαίνειν, ψύχειν δὲ ἐν τῷ θέρει φύσει τινὶ ἀπορρήτῳ· συμπεφυκέναι δὲ ἄρα ταῖς δοραῖς καὶ πήχεως τὴν τρίχα. τοῦ φορήματος δὲ τούτου1 ἔοικε χρῆναι διὰ μὲν τοῦ κρυμοῦ τὰς τρίχας ἐς τὸν χρῶτα ἐπιστρέφειν διὰ δὲ τοῦ θέρους ἔξω, εἰ μέλλοι ὁ ἠσθημένος διὰ μὲν τοῦ κρυμοῦ θάλπεσθαι, διὰ δὲ τοῦ θέρους μὴ ἀποπνίγεσθαι.

宁芙多洛斯说,萨尔多(撒丁岛)是牲畜的良母。该地出产山羊这种令人称奇的动物。当地人穿戴它们制成的皮毛,以此作为防护遮蔽之物;借由某种不可名状的自然特性,这皮毛在冬天令人感到温暖,在夏天令人感到凉爽。并且与这皮毛相连长着的毛竟有一腕尺长。关于这件穿着之物,穿戴者若想在寒冬中得到温热,而在盛夏里不至窒息难耐,便似乎理应在严寒中将毛发转向贴近肌肤的一面,而在夏季则朝向外侧。

§16.35

τί δαί; Ὀρθαγόραν μνήμης ἄμοιρον ἐάσομεν; ὅσπερ οὖν ἐν Ἰνδοῖς λόγοις φησὶ Κώυθα μὲν οὕτως εἶναι κώμην τὸ ὄνομα λαβοῦσαν, ταῖς δὲ αἰξὶ ταῖς ἐπιχωρίοις ἔνδον ἐν τοῖς σηκοῖς παραβάλλειν τοὺς νομέας ἰχθῦς ξηροὺς χιλόν.

又如何呢?我们难道要让奥尔塔戈拉斯毫无记载地被遗漏吗?正是他在《印度纪事》中提到,有一个以此得名的名为科伊塔的村落,那里的牧人会在圈栏中向当地的山羊投喂干鱼作为饲料。

§16.36

ὅτι δέδοικεν ὗν ἐλέφας ἀνωτέρω εἶπον· τὸ δὲ ἐν Μεγάροις γενόμενον Μεγαρέων ὑπʼ Ἀντιπάτρου πολιορκουμένων ἐθέλω εἰπεῖν, καὶ μέντοι καὶ τὸ εἰρησόμενον τοῦτό ἐστι. τῶν Μακεδόνων βιαίως ἐγκειμένων, ὗς πίττῃ χρίσαντες ὑγρᾷ καὶ ὑποπρήσαντες αὐτὰς ἀφῆκαν ἐς τοὺς πολεμίους. ἐμπεσοῦσαι δὲ ἄρα ἐκεῖναι οἰστρημέναι ταῖς τῶν ἐλεφάντων ἴλαις καὶ βοῶσαι, ἅτε ἐμπιπράμεναι, ἐξέμαινον τοὺς θῆρας καὶ ἐτάραττον δεινῶς. οὔτε οὖν ἔμενον ἐν τάξει, οὔτε ἦσαν ἔτι πρᾶοι, καίτοι καὶ ἐκ νηπίων πεπωλευμένοι, εἴτε φύσει τινὶ οἱ ἐλέφαντες ἰδίᾳ μισοῦντες τὰς ὗς καὶ μυσαττόμενοι, εἴτε καὶ τῆς φωνῆς αὐτῶν τὸ ὀξὺ καὶ ἀπηχὲς πεφρικότες ἐκεῖνοι.2 συνιδόντες οὖν ἐκ τούτου οἱ πωλοτρόφοι τῶν ἐλεφάντων ὗς παρατρέφουσιν αὐτοῖς, ὥς φασιν, ἵνα γε ἐκ τῆς συνηθείας ἧττον ὀρρωδῶσιν αὐτάς.

象惧怕猪,此事我前文已有述及;然而关于在墨伽拉人被安提帕特围困时发生于墨伽拉的事迹,我愿予以讲述,这正是接下来要说的内容。当马其顿人猛烈进逼时,〔墨伽拉人〕在猪身上涂抹流质沥青并点燃,将它们放奔向敌人。那些猪由于烈火焚身,狂躁狂号着冲撞进象群队列,使猛兽狂暴发疯,引发极大混乱。因此大象既无法维持队列,也不再温驯,尽管它们自幼就受到驯导;这或许是因为象天生便出于某种特性对猪心怀仇恨与厌恶,或许是由于它们对猪尖锐而刺耳的嚎叫心惊胆战。自此大象驯育师汲取经验,据称他们在象身旁饲养猪,以便因熟稔而减轻对猪的恐惧。

§16.37

παρά γε τοῖς Ψύλλοις καλουμένοις τῶν Ἰνδῶν (εἰσὶ γὰρ καὶ Λιβύων ἕτεροι) οἱ ἵπποι γίνονται τῶν κριῶν οὐ μείζους, καὶ τὰ πρόβατα ἰδεῖν μικρὰ κατὰ τοὺς ἄρνας, καὶ οἱ ὄνοι δὲ τοσοῦτοι γίνονται τὸ μέγεθος καὶ οἱ ἡμίονοι καὶ οἱ βοῦς καὶ πᾶν κτῆνος ἕτερον ὅ τι οὖν. ὗν δὲ ἐν Ἰνδοῖς οὔ φασι γίνεσθαι οὔτε ἥμερον οὔτε ἄγριον· μυσάττονται δὲ καὶ ἐσθίειν τοῦδε τοῦ ζῴου Ἰνδοί, καὶ οὐκ ἂν γεύσαιντό ποτε ὑείων, ὥσπερ οὖν οὐδὲ ἀνθρωπείων οἱ αὐτοί.

在印度的所谓普绪洛伊人(在利比亚人中亦有同名者)那里,马长得不比公羊大,绵羊看上去如同羔羊般小巧,驴、骡、牛以及任何其他牲畜也都仅有此般大小。据说在印度既无家猪亦无野猪;印度人对于食用这种动物深感厌恶,绝不尝食猪肉,正如他们绝不尝食人肉一样。

§16.38

ἐν Μητροπόλει ἀκούω τῇ Ἐφεσίᾳ λίμνην εἶναι καὶ πρὸς αὐτῇ σπήλαιον· ἔχει δὲ ἄρα τὸ ἄντρον ὄφεων πλῆθος ἄμαχον, καὶ εἶναι τούτους μεγίστους φασὶ καὶ δεινοὺς τὸ δῆγμα. προϊέναι μὲν οὖν αὐτοὺς τοῦ ἄντρου λόγος ἔχει, ὅσον ἐς τὴν λίμνην ἐξερπύσαι τὴν παρακειμένην καὶ νήχεσθαι, πειρωμένους δὲ περαιτέρω τοῦ ὕδατος προελθεῖν οὐ δύνασθαι· μέλλοντας γὰρ ἐπιβαίνειν τῆς γῆς ἐλλοχᾶν καρκίνους μεγάλους, οἵπερ οὖν ἀνατείναντες τὰς χηλὰς συλλαμβάνουσιν ἐς πνῖγμα αὐτοὺς καὶ ἀναιροῦσι. δεδοικότες οὖν οἱ ὄφεις τοὺς ἐχθροὺς ἡσυχάζουσι, καὶ ἐς τὴν γῆν αὐτοῖς ἄβατά ἐστι· πεφρίκασι γὰρ τὴν ἐκ τῶν καρκίνων φρουρὰν καὶ κόλασιν. καὶ πάντως ἂν ἀπολώλεσαν οἱ περὶ τὸν χῶρον ἐκ πολλοῦ, εἰ μὴ φύσει τινὶ ἀπορρήτῳ περιειληφότες οἱ προειρημένοι καρκίνοι τῆς λίμνης τὰ χείλη καὶ ἀπείργοντες εἶτα εἰρηναῖα ἀπέφαινον τὰ ἐν τῷ τόπῳ πάντα.3

我听说在以弗所的米特罗波利斯有一处湖泊,湖边有一洞窟;该洞穴中盘踞着无法抵御的众多蛇类,据说它们体型极其巨大且咬噬极为致命。据传闻所称,它们从洞窟中出来,仅仅是爬行至附近的湖泊中游弋,若企图越过水域再往前行则无法做到;因为当它们正欲踏上陆地时,巨蟹在此埋伏,扬起双螯紧扼制服它们并将其诛灭。因此蛇群畏惧宿敌而保持平静,陆地对它们而言不可逾越;因为它们对来自螃蟹的防守与惩戒心怀惊惧。若非上述螃蟹借由某种不可名状的自然力量环绕湖畔将其阻隔、使该地的一切归于安宁,那片区域四周的居民早在许久之前便已死绝了。

语法注3 条
  1. 16.34τοῦ φορήματος δὲ τούτου

    位于句首、修饰 ἔοικε χρῆναι 结构的关涉属格(“关于这件穿着之物”)。它限定了后续动作的适用范围,而非直接充当动词不定式的宾语。

  2. 16.36εἴτε φύσει τινὶ οἱ ἐλέφαντες ἰδίᾳ μισοῦντες τὰς ὗς καὶ μυσαττόμενοι, εἴτε καὶ τῆς φωνῆς αὐτῶν τὸ ὀξὺ καὶ ἀπηχὲς πεφρικότες ἐκεῖνοι

    由 εἴτε... εἴτε 引导的表选择的原因分词结构。主格分词(μισοῦντες、μυσαττόμενοι、πεφρικότες)与主句主语保持一致,对比阐述了大象陷入恐慌的两种可能成因(天性嫌恶抑或畏惧尖锐叫声)。后半句中的 ἐκεῖνοι 以主格代词形式再次强调了主语。

  3. 16.38καὶ πάντως ἂν ἀπολώλεσαν οἱ περὶ τὸν χῶρον ἐκ πολλοῦ, εἰ μὴ φύσει τινὶ ἀπορρήτῳ περιειληφότες οἱ προειρημένοι καρκίνοι τῆς λίμνης τὰ χείλη καὶ ἀπείργοντες εἶτα εἰρηναῖα ἀπέφαινον τὰ ἐν τῷ τόπῳ πάντα

    与过去事实相反的非真实条件句。归结分句由 ἄν 搭配过去完成时(ἀπολώλεσαν,表过去完结状态:“早已灭亡”),条件分句由 εἰ μή 搭配未完成过去时(ἀπέφαινον,表过去持续状态:“若不是……持续保持平稳”)。条件句主语(οἱ προειρημένοι καρκίνοι)带有一系列分词(περιειληφότες、ἀπείργοντες)表示方式或伴随状态,并通过 εἶτα 承接到限定动词 ἀπέφαινον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.34-16.38