← 克劳狄乌斯·埃利安

论动物的本性

§16.30-16.33

吕基亚山羊与印度猎犬等各地奇特家畜

本段记述了各地的奇特牲畜与动物特性:吕基亚可用于造绳的长毛山羊、印度挤狗乳族能击退野牛且被挤乳的猎犬、基奥斯岛贫瘠土地上产出的极品奶酪与羊羔,以及腓尼基的巨牛和倒退吃草的野牛等奇闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.30

ἐν Λυκίᾳ λέγει Καλλισθένης ὁ Ὀλύνθιος κείρεσθαι καὶ τὰς αἶγας ὥσπερ οὖν πανταχῆ τὰ πρόβατα· γίνεσθαι γὰρ δασυτάτας καὶ εὔτριχας δεινῶς, ὡς εἰπεῖν βοστρύχους ἤ τινας ἕλικας κόμης ἐξηρτῆσθαι αὐτῶν, καὶ μέντοι καὶ τοὺς τεχνίτας τῆς τῶν νεῶν ἐργασίας καταχρῆσθαι αὐταῖς τὰς σειρὰς συμπλέκοντας.

奥林苏斯的卡利斯提尼说,在吕基亚,山羊也像各处的绵羊一样被剪毛;因为它们生得毛极浓密而毛质优良,甚至可以说有鬈毛或某种发绺垂挂在它们身上,造船的工匠们确实也用这些毛来编织缆绳。

§16.31

λέγει δὲ ἄρα Κτησίας ἐν λόγοις Ἰνδικοῖς τοὺς καλουμένους Κυναμολγοὺς τρέφειν κύνας πολλοὺς κατὰ τοὺς Ὑρκανοὺς τὸ μέγεθος, καὶ εἶναί γε ἰσχυρῶς κυνοτρόφους. καὶ τὰς αἰτίας ὁ Κνίδιος ἐκείνας λέγει. ἀπὸ τῶν θερινῶν τροπῶν ἐς μεσοῦντα χειμῶνα ἐπιφοιτῶσιν αὐτοῖς ἀγέλαι βοῶν, οἱονεὶ μελιττῶν σμῆνος ἢ σφηκιὰ κεκινημένη, πλῆθος ἀριθμοῦ κρείττους οἱ βόες· εἰσὶ δὲ ἄγριοι καὶ ὑβρισταί, καὶ ἐς κέρας θυμοῦνται δεινῶς.1 οὔκουν ἔχοντες αὐτοὺς ἀναστέλλειν ἑτέρως οἳ δὲ τοὺς τροφίμους αὑτῶν κύνας ἐπʼ αὐτοὺς ἀφιᾶσιν ἐς τοῦτο ἀεὶ τρεφομένους, οἵπερ οὖν καταγωνίζονταί τε καὶ διαφθείρουσιν αὐτοὺς ῥᾷστα. εἶτα τῶν κρεῶν τὰ μὲν δοκοῦντά σφισιν ἐς ἐδωδὴν ἐπιτήδεια ἐξαιροῦσι, τὰ δὲ λοιπὰ τοῖς κυσὶν ἀποκρίνουσι, καὶ μάλα γε ἀσμένως κοινωνοῦντες αὐτοῖς, ὥσπερ οὖν εὐεργέταις ἀπαρχόμενοι. κατὰ τὴν ὥραν δὲ καθʼ ἣν οὐκέτι φοιτῶσιν οἱ βόες, συνθήρους αὐτοὺς ἐπὶ τοῖς ζῴοις τοῖς ἄλλοις ἔχουσι. καὶ τῶν θηλειῶν ἀμέλγουσι τὸ γάλα, καὶ ἐκ τούτου κέκληνται· πίνουσι γὰρ αὐτό, ὥσπερ οὖν ἡμεῖς τὸ τῶν οἰῶν τε καὶ τῶν αἰγῶν.

克特西亚斯在《印度志》中说,所谓的“挤狗乳族”饲养着许多体型堪比希尔卡尼亚犬的猎犬,并且是极其热忱的育犬者。这位克尼多斯人给出了如下原因:从夏至到深冬,成群的野牛向他们袭来,宛如蜂群或被激怒的黄蜂窝,其数量之多无法计数;这些牛凶猛而残暴,狂怒地甩角顶撞。因此,他们别无他法予以抵挡,便将自家常年为此驯养的家犬放出去对付它们,而这些犬确实能极其轻易地制服并杀死它们。随后,他们挑出自己认为适宜食用的牛肉,将剩余的部分分给猎犬,并且十分欣然地与它们分享,宛如向恩人献上初熟之物。在野牛不再袭来的季节里,他们便让这些犬作为同伴去捕猎其他动物。他们还挤母犬的奶,并由此得名;因为他们饮用犬奶,正如我们饮用绵羊和山羊的奶一样。

§16.32

Αἰσχυλίδης ἐν τοῖς περὶ γεωργίας κατὰ τὴν Κείων γῆν πρόβατα γίνεσθαι ὀλίγα ἑκάστῳ τῶν γεωργῶν φησι. τὸ δὲ αἴτιον, λεπτόγεών τε εἶναι τὴν Κέω ἰσχυρῶς καὶ νομὰς οὐκ ἔχειν· κύτισον δὲ καὶ θρία ἐμβάλλειν, καὶ τῆς ἐλαίας τὰ ῥεύσαντα φύλλα, καὶ μέντοι καὶ ὀσπρίων ἄχυρα ποικίλων, παρασπείρειν δὲ καὶ ἀκάνθας, καὶ ἐκείνοις ἀγαθὸν εἶναι ταῦτα δεῖπνον. γίνεσθαι δὲ ἐξ αὐτῶν γάλα, καὶ τοῦτο τρεφόμενον τυρὸν ἐργάζεσθαι κάλλιστον·2 καλεῖσθαι δὲ αὐτὸν Κύθνιον ὁ αὐτὸς λέγει, καὶ μέντοι καὶ τὸ τάλαντον αὐτοῦ πιπράσκεσθαι δραχμῶν καὶ ἐνενήκοντα. γίνεσθαι δὲ καὶ ἄρνας τὴν ὥραν διαπρεπεῖς, καὶ πιπράσκεσθαι οὐ κατὰ τοὺς ἑτέρους, ἀλλὰ καὶ σοβαρωτέρᾳ τῇ τιμῇ.

埃斯库利德斯在《论农业》中说,在基奥斯岛上,每个农夫只拥有极少数的绵羊。其原因在于,基奥斯岛地力极其贫瘠,没有牧场;但他们喂给它们苜蓿、无花果叶、落下的橄榄叶,以及各种豆类的豆壳,还特意播种刺草,这些成了它们极好的饲料。从它们身上产出奶水,这奶经凝固后制成极佳的奶酪;同一位作者说,这种奶酪被称为基斯诺斯奶酪,并且一他连得的售价竟达九十德拉克马。羊羔也生得俊美出众,其售价不同于寻常之羊,而是价格高昂得多。

§16.33

Φοίνικες λέγουσι λόγοι τὰς βοῦς τὰς ἐπιχωρίους τοσαύτας εἶναι τὸ μέγεθος, ὡς ἑστάναι τοὺς ἀμέλγοντας ὄντας μεγίστους ἢ δεῖσθαι θρανίου, ἵνα ἀναβάντες ἐφίκωνται τῶν μαζῶν. Λιβύων δὲ ἄρα τῶν γειτνιώντων Ἰνδοῖς ὀπισθονόμων βοῶν ἀγέλας εἶναί τινας ἀκούω. τὸ δὲ αἴτιον, ἡ φύσις ὡς ἐξήμαρτε τὸ πρῶτον ἢ ὠλιγώρησεν, ἐπεὶ πρὸ τῶν ὀφθαλμῶν αὐτοῖς3 ἐστι τὰ κέρατα, καὶ ὁρᾶν οὐκ ἐᾷ τὰ πρὸ ποδῶν, ἣ δὲ ἐς οὐρὰν ἐπανάγει τὴν βάδισιν αὐτοῖς, εἶτα ἐπικύπτοντες κείρουσι τὴν πόαν. Ἀριστοτέλης γε μήν φησι τῶν βοῶν τῶν ἐν Νευροῖς ἐκπεφυκέναι τὰ κέρατα καὶ τὰ ὦτα ἔκφυσιν τὴν αὐτήν, καὶ εἶναι συνυφασμένα. ὁ δὲ αὐτὸς ἐν χώρῳ τινὶ Λιβύων τὰς αἶγας τοῦ στήθους φησὶ τοὺς μαζοὺς ἔχειν ἀπηρτημένους. εἴη δʼ ἂν τοῦ παιδὸς τοῦ Νικομάχου καὶ ταῦτα· ἐν τοῖς περὶ τὸν Καρίσκον Βουδίνοις οἰκοῦσιν οὐ γίνεσθαί φησι πρόβατον λευκόν, ἀλλὰ μέλανα πάντα.

腓尼基人的传说讲道,当地的母牛体格极其庞大,以至于挤奶者即便身材极其高大也只能站立着,抑或需要踏凳以便登上去够及乳房。此外,我听说在毗邻印度的利比亚人那里,有一些倒退着吃草的牛群。其原因在于,自然起初出了差错或有所疏忽,既然它们的角长在眼前而不容它们看清脚下的东西,自然便使它们朝尾巴的方向倒退行走,而后低头啃食青草。亚里士多德则说,在涅乌罗伊人地区的牛,其角和耳从同一根基处长出,且相互交织。同一作者还说,在利比亚的某个地方,山羊的乳房是从胸部垂下的。以下这段话大概也出自尼各马可之子:他说在卡里斯库斯周围居住的布迪诺伊人那里,不会生出白色的绵羊,而全都是黑色的。

语法注3 条
  1. 16.31ἐς κέρας θυμοῦνται δεινῶς

    希腊语中的惯用表达,字面意为“怒气直冲角尖”(参见欧里庇得斯《巴克科斯信徒》743等),用以形容牛等动物耸角发狂、猛烈顶撞的姿态。前置词短语 ἐς κέρας 充当副词性成分,指示暴怒攻击所汇聚的部位。

  2. 16.32τοῦτο τρεφόμενον τυρὸν ἐργάζεσθαι κάλλιστον

    动词 τρέφω 通常表示“抚养、喂育”,但在乳品与奶酪的语境中具有“使(奶)凝结、凝固”(被动时为“凝固”)的专门术语用法。此处中被动分词 τρεφόμενον 意为“凝固后”,用以说明其制成上乘奶酪的过程。

  3. 16.33ἡ φύσις ὡς ἐξήμαρτε τὸ πρῶτον ἢ ὠλιγώρησεν, ἐπεὶ πρὸ τῶν ὀφθαλμῶν αὐτοῖς ἐστι τὰ κέρατα, καὶ ὁρᾶν οὐκ ἐᾷ τὰ πρὸ ποδῶν, ἣ δὲ ἐς οὐρὰν ἐπανάγει τὴν βάδισιν αὐτοῖς

    句首的主语 ἡ φύσις 因 ὡς 引导的原因从句(“由于自然犯了错或有所疏忽”)而暂时悬空;在插入解释性的 ἐπεὶ 从句之后,主句使用 ἣ δέ(复指性阴性单数主格代词)加以承接并支配谓语动词 ἐπανάγει,构成了复指重述结构(resumptive construction)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.30-16.33