← 克劳狄乌斯·埃利安

论动物的本性

§16.26-16.29

绵羊的胆汁消长与耐毒的普苏罗伊人

记述了寒冷地区绵羊胆汁的冬消春生、利比亚普苏罗伊人对毒物的天然免疫力与奇特疗法,以及恩培多克勒论述的远古复合异兽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.26

ἐν τοῖς κρυμώδεσι τόποις τὰ πρόβατα τῆς χιόνος ἐπιρρεούσης καὶ τοῦ κρύους ἐνακμάζοντος ἄχολά ἐστι (καθειργμένα δὲ ἄρα καὶ τοῦ χιλοῦ τοῦ νέου μὴ μεταλαμβάνοντα εἶτα μέντοι τοιαῦτα εὑρίσκεται), ὑπαρχομένου δὲ τοῦ ἦρος προϊόντα ἐπὶ τὰς νομὰς τῆς χολῆς ὑποπίμπλαται. τοῦτο δὲ ἄρα ἔτι καὶ μᾶλλον φιλεῖ παρακολουθεῖν τοῖς Σκυθικοῖς προβάτοις φασίν.

在寒冷地区,当下雪且严寒达到顶峰时,绵羊是没有胆汁的(因为当它们被关在圈中且吃不到新鲜饲料时,确实被发现是处于这种状态),但随着初春降临,它们走向牧场,体内便逐渐充盈胆汁。人们说,斯基泰的绵羊更是惯常如此。

§16.27

Ἀγαθαρχίδης φησὶν εἶναι γένος ἐν τῇ Λιβύῃ τινῶν ἀνθρώπων, καὶ μέντοι καὶ καλεῖσθαι αὐτοὺς Ψύλλους. καὶ ὅσα μὲν κατὰ τὸν ἄλλον βίον τῶν λοιπῶν ἀνθρώπων διαφέρειν οὐδὲ ἕν, τὸ δὲ σῶμα ἔχειν ξένον τε καὶ παράδοξον ὡς πρὸς τοὺς ἑτεροφύλους ἀντικρινόμενον· τὰ γάρ τοι ζῷα τὰ δακετὰ καὶ τὰ ἐγχρίμπτοντα πάμπολλα ὄντα μηδὲν αὐτοὺς μόνους ἀδικεῖν. οὔτε γοῦν ὄφεως δακόντος ἐπαΐουσιν1 οὔτε φαλαγγίου νύξαντος τοὺς ἄλλους ἐς θάνατον οὔτε μὴν σκορπίου τὸ κέντρον ἀπερείσαντος. ἐπὰν δὲ ἄρα τούτων προσπελάσῃ τι καὶ παραψαύσῃ τοῦ σώματος καὶ ἅμα καὶ τῆς ὀσμῆς τῆς ἐκείνων σπάσῃ, ὥσπερ οὖν φαρμάκου γευσάμενον κάρωσίν τινα ἑλκτικὴν ἐς ἀναισθησίαν ἐμποιοῦντος, ἐξασθενεῖ καὶ παρεῖται, ἔστʼ ἂν παραδράμῃ ὁ ἄνθρωπος. ὅπως δὲ ἐλέγχουσι τὰ ἑαυτῶν βρέφη εἴτε ἐστὶ γνήσια εἴτε καὶ νόθα, ἐν τοῖς ἑρπετοῖς βασανίζοντες ὡς ἐν τῷ πυρὶ τὸν χρυσὸν οἱ βάναυσοι, ἀνωτέρω εἶπον.

阿加塔尔基德斯说,在利比亚有一支人类部族,并且他们被称为普苏罗伊人。他们在生活的其他方面与常人无一不同,但若与其他种族相比,其肉体却具有奇异而反常的特质;因为极多能咬能蜇的毒虫野兽唯独决不伤害他们。总之,蛇咬时他们不觉其苦,将常人蜇刺致死的蜘蛛刺咬他们时不觉其苦,甚至蝎子刺入毒针时亦复如此。每当这类生物中有任何一只靠近并触及他们的身体,同时吸入他们的气味时,便宛如尝到了致人陷入昏厥麻痹的药物一般,变得虚弱瘫痪,直至那人走过为止。至于他们如何检验自己的婴儿究竟是嫡出还是私生,将其置于爬行动物中加以甄别,宛如工匠在烈火中试金一般,我已在上方详述过。

§16.28

Καλλίας ἐν τῷ δεκάτῳ τῶν περὶ τὸν Συρακόσιον Ἀγαθοκλέα λόγων φησὶ τοὺς κεράστας ὄφεις δεινοὺς εἶναι τὸ δῆγμα· ἀναιρεῖν γὰρ καὶ ζῷα ἄλογα καὶ ἀνθρώπους, εἰ μὴ παρείη Λίβυς ἀνήρ, Ψύλλος ὢν τὸ γένος. οὗτος γοῦν ἐάν τε κλητὸς ἀφίκηται ἐάν τε καὶ παρῇ κατὰ τύχην καὶ θεάσηται πράως ἔτι ἀλγοῦντα, τῇ πληγῇ μόνον προσπτύσας εἶτα μέντοι τὴν ὀδύνην ἐπράυνε, καὶ κατεγοήτευσε2 τὸ δεινὸν τῷ σιάλῳ. ἐὰν δὲ εὕρῃ δυσανασχετοῦντα καὶ ἀτλήτως φέροντα, ὕδωρ ἀθρόον σπάσας εἴσω τῶν ὀδόντων καὶ χρησάμενος αὐτῷ τοῦ στόματος κλύσματι, εἶτα τοῦτο ἐς κύλικα ἐμβαλὼν δίδωσι ῥοφῆσαι τῷ τρωθέντι. ἐὰν δὲ περαιτέρω καὶ τοῦδε τοῦ φαρμάκου κατισχύῃ τὸ κακόν, ὃ δὲ τῷ νοσοῦντι παρακλίνεται γυμνῷ γυμνός, καὶ τοῦ χρωτός οἱ τοῦ ἰδίου προσανατρίψας τὴν ἰσχὺν3 τὴν συμφυῆ, εἶτα μέντοι τοῦ κακοῦ πεποίηκε τὸν ἄνθρωπον ἐξάντη. ἀποχρῶν δὲ ἄρα ὑπὲρ τούτου εἴη ἂν μάρτυς καὶ Νίκανδρος ὁ Κολοφώνιος λέγων "ἔκλυον ὡς Λιβύης Ψύλλων γένος οὔτε τι θηρῶν αὐτοὶ κάμνουσιν μυδαλέῃσι τυπαῖς, οὓς Σύρτις βοσκεῖ θινοτρόφος, εὖ δὲ καὶ ἄλλοις ἀνδράσιν ἤμυναν τύμμασιν ἀχθομένοις, οὐ ῥίζας ἄρδοντες, ἑῶν δʼ ἀπὸ σύγχροα γυίων "καὶ τὰ ἐπὶ τούτοις.

卡利亚斯在《叙拉古的阿加托克利斯传》第十卷中说,角蝰的咬伤极为致命;因为除非有身为普苏罗伊族人的利比亚人在场,否则禽兽与人类皆会丧命。此人无论应召而来,或是偶然在场,若见伤者痛感尚属温和,只需在伤口上唾唾沫,便随即缓解疼痛,并以唾液镇服凶险。若见伤者痛苦不堪、难以忍受,他便在牙齿间吸入一大口清水作为漱口之用,然后吐入杯中让伤者饮下。若毒害进一步压倒了这一药方,他便赤身裸体卧在赤身的伤者身旁,通过将自己皮肤与生俱来的力量摩擦传导于他,从而使此人摆脱灾害而得痊愈。科洛封的尼坎德亦可为此事作充分的见证,他说道: “我听闻养育沙丘的叙尔提斯所哺育的利比亚普苏罗伊人,其自身绝不受猛兽湿润创伤之苦,亦能善救受咬伤折磨的他人,非借浸润草根,乃凭自身四肢施以贴肤之疗,”及其下文。

§16.29

Ἐμπεδοκλῆς ὁ φυσικός φησι, περὶ ζῴων ἰδιότητος λέγων καὶ ἐκεῖνος δήπου, γίνεσθαί τινα συμφυῆ καὶ κράσει μορφῆς μὲν διάφορα, ἑνώσει δὲ σώματος συμπλακέντα. ἃ δὲ λέγει, ταῦτά ἐστι "πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερνα φύεσθαι, βουγενῆ ἀνδρόπρῳρα, τὰ δʼ ἔμπαλιν ἐξανατέλλειν ἀνδροφυῆ βούκρανα μεμιγμένα τῇ μὲν ἀπʼ ἀνδρῶν, τῇ δὲ γυναικοφυῆ θιμβροῖς ἠσκημένα γυίοις."

自然哲学家恩培多克勒在谈及动物特质时亦指出,某些生物以复合的方式生成,其形态的混合虽各不相同,却纠缠于单个身体的统一中。他所说的诗句如下: “许多双面、双胸的生物生成,牛身而有人之前部,反之亦有人生而具牛首者,一方面与男子混杂,另一方面具女子形态,生有浓密毛发的四肢。”

语法注3 条
  1. 16.27ἐπαΐουσιν

    在 οὔτε γοῦν ὄφεως δακόντος ἐπαΐουσιν 句中:动词 ἐπαΐω(“察觉”、“留意”、“理会”)在属格独立结构(ὄφεως δακόντος 等)之后作绝对用法(不带显式宾语),表示他们被咬后“不觉其苦”或“毫不在意”。

  2. 16.28ἐπράυνε, καὶ κατεγοήτευσε

    条件从句 ἐάν τε ... θεάσηται 的主句不定过去时。此处为格言式不定过去时(gnomic aorist),用以表达普遍条件下的常态或必然结果,等同于现在时理解(“便缓解……并镇服”);后文的完成时 πεποίηκε 亦属同类惯用法。

  3. 16.28τοῦ χρωτός οἱ τοῦ ἰδίου προσανατρίψας τὴν ἰσχὺν

    附着代词 οἱ 为第三人称与格(相当于 αὐτῷ),指代患者。动词 προσανατρίβω(“在……上摩擦传导”)支配与格 οἱ 与宾格直接宾语 τὴν ἰσχὺν,属格 τοῦ χρωτός ... τοῦ ἰδίου 则作为所属或来源属格修饰 τὴν ἰσχὺν(“他自己皮肤的力量”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.26-16.29