- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利阿努斯引述荷马与西莫尼德斯,阐述狼步马对希腊人的亲附、注重整洁与喜好香膏的天性,并借助波斯军马的受训法以及《伊利亚特》中的夜袭描写,证明马匹极强的学习能力。
βραχεῖαν, ἔτι δὲ σιμήν.1 λέγουσι δὲ αὐτὰς εἶναι καὶ φιλέλληνας, καὶ ἔχειν τοῦ γένους τοῦδε σύνεσίν τινα ἀπόρρητον, καὶ συμφυῆ πρὸς αὐτοὺς ἀποσώζειν φιλίαν, καὶ προσιόντων τε καὶ ἐπαφωμένων καὶ κοίλῃ τῇ χειρί πως ἐπικροτούντων μὴ ἄχθεσθαι μηδὲ ἀποσκιρτᾶν, καὶ συνδιημερεύειν μὲν αὐτοῖς ὥσπερ οὖν δεδεμένους,2 καθευδόντων δὲ καθεύδειν πλησίον. ἐὰν δὲ προσέλθῃ βάρβαρος, ὥσπερ οὖν αἱ ῥινηλατοῦσαι κύνες ἐκ τῶν ἰχνῶν συνιᾶσι τὰ θηρία, οὕτω τοι καὶ αἱ ἵπποι ἐκεῖναι γινώσκουσι τὸ γένος, καὶ χρεμετίζουσι καὶ φεύγουσιν οἷα δήπου δεδοικυῖαι θηρίον. τοῖς μὲν οὖν συνήθεσι καὶ χιλὸν ἐμβάλλουσι καὶ τὴν ἄλλην κομιδὴν προσφέρουσι πάνυ ἥδονται, καὶ βούλονται ὡραῖαι φαίνεσθαι, καὶ ἔτι μᾶλλον τοῖς ἑαυτῶν ἡνιόχοις. καὶ τὸ μαρτύριον, ὅταν νήχωνται, ἐνδοτέρω προχωροῦσιν ἢ τῆς λίμνης ἢ τῆς θαλάττης ἢ τῆς κρήνης, τὸ πρόσωπον φαιδρύνειν βουλόμεναι, ἵνα μή τι ἄμορφον ἢ ἀκαλλὲς ἐκ τῆς φάτνης ἢ ἐκ τῆς ὁδοῦ προσπεσὸν εἶτα ἐπιθολώσῃ τὸ κάλλος. λυκοσπάδι δὲ ἄρα ἵππῳ καὶ ἀλοιφαὶ εὐώδεις ὡς νύμφῃ φίλαι καὶ μύρων ὀσμή. καὶ Ὅμηρος δὲ τὸ φιληδεῖν ἵππους χρίσμασι φύσει πάντας ὁμολογεῖ λέγων "τοίου γὰρ σθένος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο3 ἠπίου, ὃς σφῶιν μάλα πολλάκις ὑγρὸν ἔλαιον χαιτάων κατέχευε, λοέσσας ὕδατι λευκῷ." καὶ Σιμωνίδης δὲ ἐκ παντοδαπῶν θηρίων λέγων τὰς γυναῖκας γενέσθαι τε καὶ διαπλασθῆναί φησιν ἐνίαις ἐκ τῶν ἵππων τό τε φιλόκοσμον καὶ φιλόμυρον συντεχθῆναι καὶ ἐκείναις φύσει. ἃ δὲ λέγει, ταῦτά ἐστιν "τὴν δʼ ἵππος ἁβρὴ χαιτέεσσʼ ἐγείνατο, ἣ δούλἰ ἔργα καὶ δύην περιτρέπει· κοὔτʼ ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι, οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλευμένη ἵζοιτʼ. ἀνάγκῃ δʼ ἄνδρα ποιεῖται φίλον. λοῦται δὲ πάσης ἡμέρας ἄπο ῥύπον δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται. αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην. καλὸν μὲν οὖν θέημα τοιαύτη γυνὴ ἄλλοισι, τῷ δʼ ἔχοντι γίγνεται κακόν, ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ᾖ, ὅς τοῖς τοιούτοις θυμὸν ἀγλαΐζεται." ἴδια δὲ ἵππων καὶ ἐκεῖνα δήπου. οἱ Πέρσαι, ἵνα μὴ ὦσιν αὐτοῖς οἱ ἵπποι καταπλῆγες, ψόφοις αὐτοὺς καὶ ἤχοις χαλκοῖς προσεθίζουσι, καὶ κωδωνίζουσιν, ὡς μή ποτε ἐν τῷ πολέμῳ δείσωσι τοὺς τῶν πανοπλιῶν ἀραγμοὺς καὶ τὸν τῶν ξιφῶν πρὸς τὰς ἀσπίδας δοῦπον. εἴδωλά τε νεκρῶν δὴ σεσαγμένα ἀχύροις ὑποβάλλουσιν αὐτοῖς, ἵνα προσεθισθῶσι νεκροὺς ἐν τῷ πολέμῳ πατεῖν, καὶ μὴ δεδιότες ὥς τι ἐκπληκτικὸν εἶτα μέντοι ἐν τοῖς ἔργοις τοῖς ὁπλιτικοῖς ἀχρεῖοι ὦσιν. οὐκ ἐλελήθει δὲ Ὅμηρον οὐδὲ τοῦτο, ὡς αὐτὸς δείκνυσιν. ὅτι γοῦν ἀνῃρέθη μὲν ὁ Θρᾷξ Ῥῆσος, σὺν αὐτῷ δὲ καὶ οἱ ἑταῖροι, ἀκούομεν ἐν Ἰλιάδι ἐκ παίδων· ἃ δὲ ἀκούομεν, ταῦτά ἐστιν. ἀποσφάττει μὲν ὁ τοῦ Τυδέως τοὺς Θρᾷκας, ὁ δὲ τοῦ Λαέρτου τοὺς ἀνῃρημένους ὑπάγει τῶν ποδῶν,4 ἵνα μή ποτε ἄρα νεήλυδες ὄντες οἱ Θρᾷκες ἵπποι εἶτα μέντοι ἐκπλήττωνται τοῖς νεκροῖς ἐμπαλασσόμενοι, καὶ ἀήθως κατʼ αὐτῶν ὥς τινων φοβερῶν βαίνοντες ἀποσκιρτῶσιν. οἳ δὲ ἅπαξ μαθόντες, οὐκ ἂν αὐτοὺς λάβοι τοῦ μαθήματος λήθη· οὕτως εἰσὶν ἀγαθοὶ μαθεῖν ὅ τι οὖν τῶν λυσιτελῶν οἱ ἵπποι. φιλεῖν δὲ οἷοί ποτέ εἰσι καὶ ἐς ὅσον, ἐμοὶ μὲν εἴρηται ἐν λόγοις τοῖς ἄνω.
短促且更为扁平。人们说这些母马还亲爱希腊人,对此种族怀有一种不可言说的理解力,并保持着与生俱来的友善;当希腊人走近、抚摩并以手掌微曲轻拍它们时,它们既不恼怒也不惊跳,而是与他们整日厮守宛如紧系在一起,待他们入睡便睡在身旁。但若有蛮族走近,正如同嗅迹搜寻的猎犬凭足迹辨识野兽一般,那些母马亦能辨认其种族,随即嘶鸣并逃窜,宛如畏惧猛兽一般。因此它们极喜悦于熟悉者向其投喂饲料并照料周全,并且渴望显得俊美,对自己的驭手尤甚。其明证在于:每当沐浴时,它们便走向湖泊、海洋或泉水的更深处,意欲洗净面庞,以免马槽或路途上落下的丑陋不洁之物玷污了美貌。对于狼步马而言,芬芳的膏剂与香油之气宛如对新娘一般为它们所喜爱。荷马亦承认所有马匹天性喜好涂油,说道: “因它们失去了这般温厚驭手的高贵力量,他曾多次在用清泉洗濯之后,将滋润的橄榄油倾注于它们的鬃毛之上。” 西莫尼德斯在述及妇人由形形色色的禽兽生成并塑造时亦言,有些源于马匹的妇人,喜好修饰与爱慕香膏的习性天生亦伴随着她们。他所言如下: “另一个则由长鬃的娇贵母马所生,她避开奴役的劳作与艰辛;她既不碰石磨,亦不执筛子,不从屋中扫除粪土,亦因避煤烟而不坐于炉旁。她只是出于无奈才待男人为密友。她每日清洗身上污垢两次,有时三次,并以香膏涂抹。她始终披着梳理整齐、浓密且以花饰掩映的长鬃。因此,这般的女人于他人是悦目的景观,于占有她的人却是祸患,除非此人是僭主或执节者,因这等奢华而使心胸增光。” 下述之事固然亦是马匹所特有的。波斯人为了不让马匹受惊吓,便用嘈杂声与青铜器声使它们习惯,并以铃铛鸣响训练之,使它们在战时绝不惧怕全副铠甲的撞击与利剑击盾的巨响。他们还将塞满麦草的死人偶置于马前,以使其习惯在战时践踏尸骸,免得因恐惧这等可怖之物而在重甲战斗中变得毫无用处。此事亦未曾逃过荷马的注意,正如他亲自指出的那样。色雷斯人瑞索斯及其同袍被斩杀一事,我们自幼便在《伊利亚特》中听闻;我们所听闻者乃是:梯丢斯之子屠戮色雷斯人,拉厄耳忒斯之子则抓住足部将死者拖走,免得色雷斯战马初来乍到,因纠缠于尸骸而受惊,因生疏而踩踏其上如临大敌般狂跳逃避。而战马一旦习得,绝不会忘却所学;马匹在学习任何有益之事上便是这般敏捷。至于它们如何能生爱恋及其深浅,我已在上方各篇章中述及。
- 16.25βραχεῖαν, ἔτι δὲ σιμήν
接续前一段落末尾的 τὴν ὄψιν ἔχουσι συνεστραμμένην(面带紧绷的神色)的宾格形容词,并列修饰 ὄψιν,指马匹的面貌“短促且扁平”。
- 16.25ὥσπερ οὖν δεδεμένους
阳性宾格复数分词 δεδεμένους 与代表母马的阴性前项(αὐτάς)在性上不一致。此处既可解释为与表示希腊人的 αὐτοῖς 取得一致(“如同受束缚与他们形影不离”),亦可视为不定词 συνδιημερεύειν 之逻辑主语的按意义一致(constructio ad sensum,将母马人化并以通称阳性呈现),均强调彼此亲密相伴如影随形。
- 16.25τοίου γὰρ σθένος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
荷马史诗典型的婉转迂回表达(σθένος+表示人物或身份的属格),“如此高尚驭手的力量”即指“如此卓越的驭手本人(帕特洛克罗斯)”。动词 ἀπώλεσαν 的主语为阿喀琉斯的两匹神马。
- 16.25ὑπάγει τῶν ποδῶν
动词 ὑπάγω(暗中拖走/拉出)支配表示接触或抓持身体部位的属格 τῶν ποδῶν,意为“抓住足部拖移开来”。属格指明了拖动时所抓取的部位。
