← 克劳狄乌斯·埃利安

论动物的本性

§16.21-16.24

印度的类萨堤洛斯兽与起舞的锡巴里斯马

本段记述了印度内陆峡谷中酷似萨堤洛斯的异兽及其难以捕捉的天性、斯基拉泰部族的特征与当地巨蛇,随后讲述了锡巴里斯战马因善舞而在对克罗托内的战事中招致惨败的逸话,并引出狼步马的特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.21

Ὑπερελθόντι1 τὰ ὄρη τὰ γειτνιῶντα τοῖς Ἰνδοῖς κατὰ τὴν ἐνδοτάτω πλευρὰν φανοῦνταί φασιν αὐλῶνες δασύτατοι, καὶ καλεῖταί γε ὑπʼ Ἰνδῶν ὁ χῶρος Κόλουνδα. ἀλᾶται δὲ ἄρα φασὶν ἐν τοῖσδε τοῖς αὐλῶσι ζῷα Σατύροις ἐμφερῆ τὰς μορφάς, τὸ πᾶν σῶμα λάσια, καὶ ἔχει κατὰ τῆς ἰξύος ἵππουριν. καὶ καθʼ ἑαυτὰ μὲν μὴ ἐνοχλούμενα διατρίβει ἐν τοῖς δρυμοῖς ὑλοτραγοῦντα· ὅταν δὲ αἴσθωνται κυνηγετῶν κτύπου, καὶ ἀκούσωσι κυνῶν ὑλακῆς, ἀναθέουσιν ἐς τὰς ἀκρωρείας αὐτὰς ἀμάχῳ τῷ τάχει· καὶ γάρ εἰσι ταῖς ὀρειβασίαις ἐντριβεῖς. καὶ ἀπομάχονται πέτρας τινὰς κυλινδοῦντες κατὰ τῶν ἐπιόντων, καὶ καταλαμβανόμενοί γε πολλοὶ διαφθείρονται.2 καὶ ἐκ τούτων εἰσὶν ἐκεῖνοι δυσάλωτοι, καὶ μόλις ποτὲ καὶ διὰ μακροῦ τινὰς αὐτῶν ἐς Πρασίους κομίζεσθαι λέγουσι. καὶ τούτων μέντοι ἢ τὰ νοσοῦντα ἐκομίσθη ἢ θήλεά τινα κύοντα· καὶ συνέβη γε θηραθῆναι τοῖς μὲν διὰ τὴν νωθείαν, ταῖς δὲ διὰ τὸν τῆς γαστρὸς ὄγκον.

跨越邻近印度最深处山峦的人,据说会见到极为葱郁的峡谷,印度人称该地为科隆达。据说在这些峡谷中漫游着体态酷似萨堤洛斯的动物,全身覆毛,腰部生有马尾。当不受惊扰独自栖息时,它们逗留在树林中以草木为食;但一旦察觉到猎人的声响并听到猎犬的吠叫,便以不可抗拒的迅捷速度奔向山脊顶部,因为它们精于登山。它们通过向进攻者滚落石块进行反击,而且确实有许多〔进攻者〕被〔石块〕击中而丧命。由于这些缘故,它们极难被捕捉,人们说极少且相隔很久才会有个别被送至普拉西伊人处。而在这些被送去的个体中,要么是病体,要么是受孕的雌兽;前者因迟钝、后者因孕腹沉重而致遭擒。

§16.22

ἔστι δὲ καὶ Σκιρᾶται πέραν Ἰνδῶν ἔθνος καὶ τοῦτο, καὶ εἰσὶ σιμοὶ τὰς ῥῖνας, εἴτε οὕτως ἐκ βρεφῶν ἁπαλῶν ἐνθλάσει τῇ τῆς ῥινὸς διαμείναντες, εἴτε καὶ τοῦτον τὸν τρόπον τίκτονται. γίνονται δὲ ὄφεις παρʼ αὐτοῖς μεγέθει μέγιστοι, ὧν οἳ μὲν ἁρπάζουσι τὰς ποίμνας καὶ σιτοῦνται, οἳ δὲ ἐκθηλάζουσι τὸ αἷμα, ὥσπερ οὖν παρὰ τοῖς Ἕλλησιν οἱ αἰγιθῆλαι, ὧνπερ οὖν καὶ ἀνωτέρω οἶδα ποιησάμενος μνήμην εὐκαιροτάτην.

此外,在印度人彼方还有一个被称为斯基拉泰人的部族,他们鼻子扁塌,不知是自柔弱幼年起由压挤鼻梁而固定如此,亦或是天生便具此貌。在他们那里生存着极其庞大的巨蛇,其中有的掠夺并吞食羊群,有的则吸尽鲜血,恰如希腊人那里的夜鹰一般,关于夜鹰我记得此前亦作过十分适时的记述。

§16.23

ἵππου δὲ ἄρα καὶ τὸ εὐμαθὲς ἴδιον ἦν, καὶ τούτου μαρτύριον ἐκεῖνο. Συβαρίτας τοὺς ἐν Ἰταλίᾳ τρυφῆς ἀκούω ποιήσασθαι φροντίδα ὑπερβάλλουσαν, καὶ τῶν μὲν ἄλλων ἔργων τε καὶ σπουδασμάτων ἀμαθῶς ἔχειν, πάντα δὲ τὸν ἑαυτῶν βίον διάγειν ῥᾳστωνεύοντας ἐν ἀργίᾳ καὶ πολυτελείᾳ. περιηγεῖσθαι μὲν οὖν ἕκαστα τῶν ἐν Συβάρει μακρὸν ἂν εἴη νῦν, ἐκεῖνο δʼ οὖν ὁμολογεῖ τρυφὴν ἄμαχον. δεδιδαγμένοι ἦσαν αὐτοῖς οἱ ἵπποι παρὰ τὸν τῆς εὐωχίας καιρὸν ὀρχεῖσθαι πρὸς αὐλόν. τοῦτο οὖν εἰδότες οἱ Κροτωνιᾶται ʽἐπολέμουν δὲ αὐτοῖσʼ σάλπιγγα μὲν καὶ ἦχον σύντονον καὶ παρακλητικὸν ἐς ὅπλα κατεσίγασαν, αὐλοὺς δὲ καὶ αὐλητὰς παραλαβόντες, ἐπεὶ ὁμοῦ ἦσαν καὶ τόξευμα ἐξικνεῖτο ἤδη, ἐνέδοσαν ἐκεῖνοι τὸ μέλος τὸ ὀρχηστικόν, ὅπερ οὖν ἀκούσαντες οἱ τῶν Συβαριτῶν ἵπποι, ὡς ἐν μέσοις ὄντες τοῖς συμποσίοις, ἀπεσείσαντο μὲν τοὺς ἀναβάτας, ἐσκίρτων δὲ καὶ ἐχόρευον. καὶ ταύτῃ τὴν τάξιν συνέχεαν καὶ τὸν πόλεμον ἐξωρχήσαντο.3

学习能力原本亦是马匹的天性,下述之事便是明证。我听闻意大利的锡巴里斯人极度纵情奢靡,对其余事业与正事一无所知,毕生皆在懒散与挥霍中安然度日。详述锡巴里斯的诸般事宜如今未免繁冗,但有一事足证其无可比拟的奢靡:他们的马匹受过训练,能在宴饮之际随长笛之声起舞。克罗托内人因知晓此事(他们正与其交战),便弃用了军号及催人执戈的激昂声响,反而携来长笛与乐手,待两军逼近且箭矢已可射及之时,奏起了那曲舞乐;锡巴里斯人的战马闻之,宛如置身酒宴之中,纷纷颠下骑手,雀跃起舞。它们便由此搅乱阵列,在起舞之间输掉了战局。

§16.24

ὑπὲρ τῶν ἵππων τῶν καλουμένων λυκοσπάδων εἶπον καὶ ἀνωτέρω, καὶ νῦν δὲ εἰρήσεται ὅσα προσακήκοα ἴδια. τὴν ὄψιν ἔχουσι συνεστραμμένην καὶ

关于被称为狼撕马的马种,我此前已有述及,如今且将后续探知的独特性质记述如下。它们面带紧绷的神色,

语法注3 条
  1. 16.21Ὑπερελθόντι

    不定过去时主动分词阳性单数与格,用作所谓的“观察者与格”(dativus iudicantis),表示一般性视角(“对跨越……的人而言”)。

  2. 16.21καταλαμβανόμενοί γε πολλοὶ διαφθείρονται

    阳性复数分词 καταλαμβανόμενοι 依照语义呼应(constructio ad sensum)前文的中性名词 ζῷα。此处说明为何这些动物难以生擒(δυσάλωτοι):许多个体在被追击者追上或逼入绝境时便死去了。

  3. 16.23ἐξωρχήσαντο

    复合动词 ἐξορχέομαι 支配宾语 τὸν πόλεμον(战争),以比喻和成语性用法表示“因起舞而输掉/葬送了战争”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.21-16.24