← 克劳狄乌斯·埃利安

论动物的本性

§16.19-16.20

剧毒的海兔与印度独角兽卡尔塔佐诺斯

作者叙述了产自大海的海兔所具剧毒的刺毛及克制其毒的解毒草根,随后详细记述了印度内陆崇山中野化的家畜以及被称为卡尔塔佐诺斯的独角兽的外形与习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.19

λαγὼς θαλάττιος ʽτῆς μέντοι μεγάλης· τὸν γὰρ ἕτερον εἶπον τὸν ἐκ τῆς ἑτέραςʼ ἀλλʼ οὗτός γε ἔοικε τῷ χερσαίῳ πάντα πάντη πλὴν τῶν τριχῶν. τοῦ μὲν γὰρ ἠπειρώτου ἡ λάχνη ἔοικεν ἁπαλή τε εἶναι καὶ ἐπαφωμένῳ μὴ ἀντίτυπος· ἔχει δὲ οὗτος ἀκανθώδεις τὰς τρίχας καὶ ὀρθάς, καὶ εἴ τις προσάψαιτο, ἀμύσσεται. φασὶ δὲ αὐτὸν ἐπʼ ἄκρᾳ τῇ φρίκῃ τῆς θαλάττης νήχεσθαι καὶ μὴ καταδύνειν ἐς βάθος, ὤκιστον δὲ εἶναι τὴν νῆξιν. ζῶν δὲ οὐκ ἂν ἁλῴη ῥᾳδίως. τὸ δὲ αἴτιον, οὐκ ἐμπίπτει ποτὲ ἐς δίκτυον, οὐ μὴν οὐδὲ καλάμου πρόσεισιν ὁρμιᾷ καὶ δελέατι. ὅταν δὲ ἄρα νοσήσας ὅδε ὁ λαγὼς εἶτα ἥκιστος ὢν νήχεσθαι1 ἐκβρασθῇ, πᾶς ὅστις ἂν αὐτοῦ προσάψηται τῇ χειρὶ ἀπόλλυται ἀμεληθείς. ἀλλὰ καὶ τῇ βακτηρίᾳ ἐὰν θίγῃ τοῦ λαγὼ τοῦδε, καὶ διʼ αὐτῆς πάσχει τὸ αὐτό, ὥσπερ οὖν καὶ οἱ τοῦ βασιλίσκου προσαψάμενοι. ῥίζαν δὲ ἐν τῇ νήσῳ τῇ κατὰ τὴν μεγάλην θάλατταν φύεσθαί φασι καὶ εἶναι πᾶσιν εὔγνωστον, ἥπερ οὖν τῇ λιποθυμίᾳ ἀντίπαλός ἐστιν. προσενεχθεῖσα γοῦν τῇ τοῦ λιποψυχοῦντος ῥινὶ ἀναβιώσκεται τὸν ἄνθρωπον.2 ἐὰν δὲ ἀμεληθῇ, καὶ μέχρι θανάτου πρόεισι τῷ ἀνθρώπῳ τὸ πάθος· τοσαύτην ἄρα ἐς τὸ κακὸν ὅδε ὁ λαγὼς ἔχει τὴν ἰσχύν. Ἐν τοῖς χωρίοις τοῖς ἐν Ἰνδίᾳ ʽλέγω δὲ τοῖς ἐνδοτάτωʼ ὄρη φασὶν εἶναι δύσβατά τε καὶ ἔνθηρα, καὶ ἔχειν ζῷα ὅσα καὶ ἡ καθʼ ἡμᾶς τρέφει γῆ, ἄγρια δέ· καὶ γάρ τοι καὶ τὰς οἶς τὰς ἐκεῖ φασιν εἶναι καὶ ταύτας θηρία, καὶ κύνας καὶ αἶγας καὶ βοῦς, αὐτόνομά τε ἀλᾶσθαι καὶ ἐλεύθερα, ἀφειμένα νομευτικῆς ἀρχῆς. πλήθη δὲ αὐτῶν καὶ ἀριθμοῦ πλείω φασὶν οἱ τῶν Ἰνδῶν λόγιοι. ἐν δὲ τοῖς καὶ τοὺς Βραχμᾶνας ἀριθμεῖν ἄξιον· καὶ γάρ τοι καὶ ἐκεῖνοι ὑπὲρ τῶνδε ὁμολογοῦσι τὰ αὐτά. λέγεται δὲ καὶ ζῷον ἐν τούτοις εἶναι μονόκερων, καὶ ὑπʼ αὐτῶν ὀνομάζεσθαι καρτάζωνον. καὶ μέγεθος μὲν ἔχειν ἵππου τοῦ τελείου καὶ λόφον, καὶ λάχνην ἔχειν ξανθήν, ποδῶν δὲ ἄριστα εἰληχέναι.3 καὶ τοὺς μὲν πόδας ἀδιαρθρώτους τε καὶ ἐμφερεῖς ἐλέφαντι πεφυκέναι, τὴν δὲ οὐρὰν ἔχειν συός· μέσον δὲ τῶν ὀφρύων ἔχειν ἐκπεφυκὸς κέρας οὐ λεῖον ἀλλὰ ἑλιγμοὺς ἔχον τινὰς καὶ μάλα αὐτοφυεῖς, καὶ εἶναι μέλαν τὴν χρόαν· λέγεται δὲ καὶ ὀξύτατον εἶναι τὸ κέρας ἐκεῖνο. φωνὴν δὲ ἔχειν τὸ θηρίον ἀκούω τοῦτο πάντων ἀπηχεστάτην τε καὶ γεγωνοτάτην. καὶ τῶν μὲν ἄλλων αὐτῷ ζῴων προσιόντων φέρειν καὶ πρᾶον εἶναι, λέγουσι δὲ ἄρα πρὸς τὸ ὁμόφυλον δύσεριν εἶναί πως. καὶ οὐ μόνον φασὶ τοῖς ἄρρεσιν εἶναί τινα συμφυῆ κύριξίν τε πρὸς ἀλλήλους καὶ μάχην, ἀλλὰ καὶ πρὸς τὰς θηλείας ἔχουσι θυμὸν τὸν αὐτόν, καὶ προάγοντες τὴν φιλονεικίαν καὶ μέχρι θανάτου τοῦ ἡττηθέντος ἐξάγουσιν. ἔστι μὲν οὖν καὶ διὰ παντὸς τοῦ σώματος ῥωμαλέον, ἀλκὴ δέ οἱ τοῦ κέρατος ἄμαχός ἐστι. νομὰς δὲ ἐρήμους ἀσπάζεται, καὶ πλανᾶται μόνον· ὥρᾳ δὲ ἀφροδίτης τῆς σφετέρας συνδυασθεὶς πρὸς τὴν θήλειαν πεπράυνται, καὶ μέντοι καὶ συννόμω ἐστόν. εἶτα ταύτης παραδραμούσης καὶ τῆς θηλείας κυούσης, ἐκθηριοῦται αὖθις, καὶ μονίας ἐστὶν ὅδε ὁ Ἰνδὸς καρτάζωνος. τούτων οὖν πώλους πάνυ νεαροὺς κομίζεσθαί φασι τῷ τῶν Πρασίων βασιλεῖ, καὶ τὴν ἀλκὴν ἐν ἀλλήλοις ἐπιδείκνυσθαι κατὰ τὰς θέας τὰς πανηγυρικάς. τέλειον δὲ ἁλῶναί ποτε οὐδεὶς μέμνηται.

海兔(自然是大海之物;因为另一片海域所产的海兔我此前已论及)除了毛发之外,在各方面都与陆生野兔相似。陆地野兔的皮毛看似柔软,抚摸者触之全无阻拒之感;而此兽却生有如刺般挺立的刚毛,若有人触碰,便会被划破皮肉。据说它只在海面的微波上游弋,并不潜入深水,且游速极快。若要活捉它绝非易事;其缘由在于,它从不自投罗网,也绝不靠近钓竿的丝线与鱼饵。然而,一旦此海兔染病,全然无法游动而被冲上岸滩时,无论何人只要用手触碰到它,若不加救治必死无疑。甚至即便用手杖触碰这只海兔,毒害亦会通过手杖使人遭受同样的下场,恰如那些触碰到蛇怪的人一般。据说在大海中的那座岛屿上生长着一种人尽皆知的根,能克制昏厥。若将其置于昏厥者的鼻端,便能使此人苏醒复活。但若置之不理,这种病痛将向当事人恶化直至死亡;此海兔在作恶为害方面竟有如此巨大的威力。 在印度的疆域中(我是指最偏远的内陆地区),据说有难以攀登且猛兽聚集的群山,其间拥有我们这片土地所滋养的全部动物,不过都是野生的;因为他们说那里的羊同样是猛兽,犬、山羊与牛亦然,它们摆脱了放牧者的管辖,自主且自由地游荡。印度的智者们说其数量不可胜数;其中也理应算入婆罗门,因为他们关于这些事亦持相同见解。据说在这些禽兽中还有一种独角之兽,被他们称为卡尔塔佐诺斯。它拥有成年马匹的大小与鬃毛,生着黄褐色的毛,且在足力迅捷上得天独厚。它的双腿没有关节,生得如同象足,尾巴却与猪尾无异;双眉之间生有一支角,并非光滑平整,而是带有若干浑然天成的螺旋纹理,颜色漆黑;据说那只角锋利无比。我探知此兽的声音是所有动物中最刺耳、最洪亮的。当其他动物走近它时,它尚能容忍且性情温和,但据说对同类却颇为好斗。人们说,不仅雄兽之间天生互以角相撞、彼此厮杀,而且它们对雌兽也怀有同样的怒火,将争斗推演至败者身亡的境地。它通体强健,其角的力量更无可匹敌。它喜好荒僻的草场,独自四处漫游;然而到了交配的适宜时节,与雌兽结合后便变得温顺,甚至共同放牧觅食。随后,一旦此时节过去且雌兽受孕,这只印度卡尔塔佐诺斯便再次凶暴化,恢复独居之习。因此人们说,它们的幼驹会在极幼小时被进献给普拉西伊人的国王,并在节庆观瞻中互相展现勇力;但无人记得曾有成年个体被捕获。

语法注3 条
  1. 16.20ἥκιστος ὢν νήχεσθαι

    最高级形容词 ἥκιστος 带有解释性不定式 νήχεσθαι,用以表达极度的无能(“最不擅长游泳”,即“全然无法游动”)。

  2. 16.20ἀναβιώσκεται τὸν ἄνθρωπον

    动词 ἀναβιώσκομαι 常见为不及物用法(“苏醒、复活”),此处带宾格补足语 τὸν ἄνθρωπον,作及物动词/使役用法,意为“使人苏醒复活”。

  3. 16.20ποδῶν δὲ ἄριστα εἰληχέναι

    属格 ποδῶν 是表示范围或方面的限制性属格,与中性复数宾格作副词用的 ἄριστα 及完成时不定式 εἰληχέναι 连用,构成惯用表达,意为“在足力方面获得了最优异的份额”,即“极擅奔跑、足力绝伦”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.19-16.20