- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.17-16.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了大洋中广袤的塔普罗巴内岛的地理与村落、以巨龟甲为顶的居所、运往大陆贸易且聪慧的大象,以及其周边海域中形貌奇异的怪兽和两种海豚的习性。
ἐν δὲ τῇ καλουμένῃ Μεγάλῃ θαλάττῃ καὶ νῆσον ᾅδουσι μεγίστην, καὶ ὄνομα αὐτῆς ἀκούω Ταπροβάνην· πάνυ δὲ δολιχὴν πυνθάνομαι καὶ ὑψηλὴν τὴν νῆσον εἶναι, καὶ μῆκος μὲν ἔχειν σταδίων ἑπτακισχιλίων, πλάτος δὲ πεντακισχιλίων, καὶ ἔχειν οὐ πόλεις, ἀλλὰ κώμας πεντήκοντα καὶ ἑπτακοσίας· στέγας δὲ ἔχουσιν ἔνθα κατάγονται οἱ ἐπιχώριοι ἐκ ξύλων πεποιημένας, ἤδη δὲ καὶ δονάκων. τίκτονται δὲ ἄρα ἐν ταύτῃ τῇ θαλάττῃ καὶ χελῶναι μέγισται, ὧνπερ οὖν τὰ ἔλυτρα ὄροφοι γίνονται· καὶ γάρ ἐστι καὶ πεντεκαίδεκα πήχεων ἓν χελώνιον, ὡς ὑποικεῖν οὐκ ὀλίγους· καὶ ἡλίους πυρωδεστάτους ἀποστέγει, καὶ σκιὰν ἀσμένοις παρέχει, πρός γε μὴν τῶν ὄμβρων τὰς καταφορὰς ἀντίτυπόν ἐστι, καὶ κεράμου παντὸς καρτερώτερον, τάς τε ἐμβολὰς τῶν ὑετῶν ἀποσείεται, καὶ κροτούμενον ἀκούουσιν οἱ ὑποικοῦντες, ὡς ἔς τι τέγος ἐμπιπτόντων τῶν ὑδάτων.1 οὐ δέονταί γε μὴν ὡς κέραμον ῥαγέντα ἀμεῖψαι· σκληρὸν γὰρ τὸ χελώνιον, καὶ ἔοικεν ὑπορωρυγμένῃ πέτρᾳ καὶ ὑπάντρῳ τε καὶ αὐτορόφῳ στέγῃ.
在所谓的大海之中,人们传唱着一座极大的岛屿,我听闻其名为塔普罗巴内。我探知此岛极其狭长且地势高峻,长达七千斯塔德,宽达五千斯塔德,其间没有城市,却有七百五十座村落;当地人寄居的居所是用木材建造的,如今也有用芦苇建造的。此海中亦孕育出极大的海龟,其甲壳便成了屋顶;因为单单一具龟甲便长达十五肘,足以让不少人居于其下。它既能阻挡最为灼热的阳光,为受荫者提供宜人的遮蔽,又能抵御暴雨的倾泻,比任何瓦片都要坚固,能将暴雨的冲击尽皆卸去;居于其下的人们听见它被敲打,就如同雨水落在寻常屋顶上一般。他们确实无须像更换破损瓦片那样去更换它;因为龟甲坚硬,宛如凿空的岩石,又如洞穴般自成顶棚的屋舍。
ἡ τοίνυν νῆσος ἡ ἐν τῇ μεγάλῃ θαλάττῃ, ἣν καλοῦσι Ταπροβάνην, ἔχει φοινικῶνας μὲν θαυμαστῶς πεφυτευμένους ἐς στοῖχον, ὥσπερ οὖν ἐν τοῖς ἁβροῖς τῶν παραδείσων οἱ τούτων μελεδωνοὶ φυτεύουσι τὰ δένδρα τὰ σκιαδηφόρα, ἔχει δὲ καὶ νομὰς ἐλεφάντων πολλῶν καὶ μεγίστων. καὶ οἵ γε νησιῶται ἐλέφαντες τῶν ἠπειρωτῶν ἀλκιμώτεροί τε τὴν ῥώμην καὶ μείζους ἰδεῖν εἰσί, καὶ θυμοσοφώτεροι δὲ πάντα πάντη κρίνοιντο ἄν. κομίζουσί τε οὖν αὐτοὺς ἐς τὴν ἀντιπέρας ἤπειρον ναῦς μεγάλας τεκτηνάμενοι ʽἔχει γὰρ δήπου καὶ δάση ἡ νῆσοςʼ, πιπράσκουσί τε διαπλεύσαντες τῷ βασιλεῖ τῷ ἐν Καλίγγαις. διὰ μέγεθος δὲ ἄρα τῆς νήσου οὐδὲ ἴσασιν οἱ τὰ μέσα αὐτῆς οἰκοῦντες τὴν θάλατταν, ἀλλὰ ἠπειρώτην μὲν βίον τρίβουσι, περιερχομένην δὲ αὐτοὺς καὶ κυκλουμένην πυνθάνονται θάλατταν. οἱ δὲ τῇ θαλάττῃ πρόσοικοι τῆς μὲν ἄγρας τῆς τῶν ἐλεφάντων ἀμαθῶς ἔχουσιν, ἀκοῇ δὲ αὐτὴν ἴσασι μόνῃ· περί γε μὴν τὰς τῶν ἰχθύων καὶ τὰς τῶν κητῶν ἄγρας τίθενται τὴν σπουδήν. τὴν γάρ τοι θάλατταν τὴν περιερχομένην τὸν τῆς νήσου κύκλον ἄμαχόν τι πλῆθος καὶ ἰχθύων καὶ κητῶν τρέφειν φασί, καὶ ταῦτα μέντοι καὶ λεόντων ἔχειν κεφαλὰς καὶ παρδάλεων καὶ λύκων καὶ κριῶν δέ, καὶ τὸ ἔτι θαῦμα σατύρων μορφὰς κήτη ἔστιν ἃ περιφέρει καὶ γυναικῶν ὄψιν, αἷσπερ ἀντὶ πλοκάμων ἄκανθαι προσήρτηνται. ἔχειν δὲ καὶ ἄλλας τινὰς ὑμνοῦσιν ἐκτόπους μορφάς, ὧν τὰ εἴδη μηδʼ ἂν τοὺς δεινοὺς γράφειν καὶ κράσεις σωμάτων συμπλέκειν ἐς τερατείαν ὄψεων ἀκριβῶσαί ποτε καὶ σοφίᾳ γραφικῇ παραστῆσαι δύνασθαι ἄν·2 προμήκη δὲ ἔχει τὰ οὐραῖα καὶ ἑλικτά, πόδας γε μὴν χηλὰς ἢ πτερύγια. πυνθάνομαι δὲ αὐτὰ καὶ ἀμφίβια εἶναι, καὶ νύκτωρ μὲν ἐπινέμεσθαι τὰς ἀρούρας· πόαν μὲν γὰρ ἐσθίειν τῶν ἀγελαίων τε καὶ σπερμολόγων δίκην, χαίρειν δὲ καὶ τῷ φοίνικι τῷ δρυπεπεῖ, διασείειν τε ἐκ τούτου τὰ δένδρα ταῖς σπείραις περιβάλλοντα αὐτὰς ὑγρὰς οὔσας καὶ οἵας περιπλέκεσθαι.3 τοῦτον οὖν τὸν φοίνικα ἐκ τοῦ σεισμοῦ τοῦ βιαίου καταρρέοντα ἐπινέμεσθαι. ὑπολήγει δὲ ἄρα νύξ, καὶ σαφὴς οὔπω ἡμέρα, καὶ ἐκεῖνα ἠφανίσθη καταδύντα ἐς τὸ πέλαγος, ἑῴου μέλλοντος ὑπολάμπειν. εἶναι δὲ καὶ φαλαίνας φασὶ πολλάς, οὐ μὴν ἐς τὴν γῆν προϊέναι αὐτάς, τοὺς θύννους ἐλλοχώσας. καὶ δελφίνων δὲ γένη δύο φασὶν εἶναι, τὸ μὲν ἄγριον καὶ κάρχαρον καὶ ἀφειδέστατον ἐς τοὺς ἁλιέας καὶ σφόδρα ἄνοικτον, τὸ δὲ πρᾶόν τε καὶ τιθασὸν φύσει. περισκιρτᾷ γοῦν καὶ περινήχεται, καὶ ἔοικε κυνιδίῳ αἰκάλλοντι, καὶ ψηλαφήσεις, ὃ δὲ ὑπομενεῖ· κἂν τροφὴν ἐμβάλῃς, ἀσμένως λήψεται
大海中的这座岛屿,即人们所称的塔普罗巴内,拥有成行种植、令人称奇的椰枣林,恰如奢华园林中的照料者种植遮阳树木一般;那里也有许多极大的象群的牧场。而海岛上的大象在力量上比大陆的大象更为强健,望之体形更大,在各个方面都会被评定为更为聪慧。因此,他们建造大船——因为该岛无疑也拥有森林——将象运往对岸的大陆,渡海将它们卖给卡林加的国王。然而由于岛屿之巨大,居住在中部的人甚至不知大海为何物,过着宛如大陆居民般的生活,只是听闻有大海将他们环绕环抱。另一方面,邻近海边的人对于捕象一无所知,仅凭耳闻晓得此事;但他们将热情倾注于捕捞游鱼和海怪。他们说,环绕该岛周遭的海洋养育了无数的游鱼与巨兽,这些巨兽长着狮、豹、狼及公羊的头部;更为神奇的是,有些海怪还呈现出萨提洛斯的形态和女人的面貌,她们身上附着的不是发绺而是尖刺。他们还传唱其他一些奇异的形体,其样貌即便是擅长绘画、将各种躯体糅合以构拟奇观异相的高手,也绝无法精确描画或借由绘画之巧加以呈现;它们长着修长且卷曲的尾巴,双足则是蹄爪或鳍肢。我探知它们还是两栖的,夜间会到耕地中取食;因为它们像群居的和啄食种子的兽类一样吃草,并且喜食熟透的椰枣,为此便用柔软且适于缠绕的尾卷缠住树木加以摇晃。它们便以因剧烈震动而落下的椰枣为食。待到夜晚渐逝、白昼尚不分明、晨光即将破晓之时,它们便潜入海中匿迹无踪。人们说那里还有许多鲸鱼,不过它们并不靠近陆地,而是在伏击金枪鱼。据说海豚亦有两种:一种凶猛、齿利,对渔夫极为残酷且毫无同情心;另一种则天性温顺且易于驯服。它在四周雀跃游弋,犹如一只摇尾乞怜的小狗;若你抚摸它,它便顺从接受;若你投以食物,它也会欣然接纳。
- 16.17ὡς ἔς τι τέγος ἐμπιπτόντων τῶν ὑδάτων
由连词 ὡς 引导的属格绝对构式,带有明喻性质(“宛如雨水落入某处屋顶一般”),用来补充说明感官动词 ἀκούουσιν 的直接宾语分词 κροτούμενον(龟壳被敲击)。
- 16.18μηδʼ ἂν τοὺς δεινοὺς γράφειν καὶ κράσεις σωμάτων συμπλέκειν ἐς τερατείαν ὄψεων ἀκριβῶσαί ποτε καὶ σοφίᾳ γραφικῇ παραστῆσαι δύνασθαι ἄν
在由关系代名词 ὧν 引导的关系从句中,使用转述语气的复合不定式结构。不定式 δύνασθαι 带有小品词 ἄν(此处 ἄν 在从句前后重复出现),相当于直接引语中的虚拟/可能希求法+ἄν。不定式的逻辑主语是宾格短语 τοὺς δεινοὺς γράφειν...(“即便那些精于绘事之人”),ἀκριβῶσαι 与 παραστῆσαι 则是充当 δύνασθαι 的补充不定式。
- 16.18ταῖς σπείραις περιβάλλοντα αὐτὰς ὑγρὰς οὔσας καὶ οἵας περιπλέκεσθαι
分词 περιβάλλοντα 的主语承接前文的中性复数海怪。阴性宾格代词 αὐτάς 回指前文的 ταῖς σπείραις(盘卷),充当 περιβάλλοντα 的宾语。后面的 οἵας περιπλέκεσθαι 为经典的“οἷος + 不定式”表特征或适应性的惯用结构,意为“适于缠绕的”。
