- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.15-16.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利安记述了印度的蚂蚁在高地构筑坚固迷宫状土丘以避洪水的非凡智慧,随后叙述了阿里安人境内的冥王裂隙,以及牲畜受神秘力量牵引自愿跃入其中作为替罪献祭的奇俗。
Θυμόσοφα δὲ καὶ παρʼ ἡμῖν ζῷά ἐστιν, οὐ μὴν ὅσα ἐν Ἰνδοῖς ἀλλὰ ὀλίγα. ἐκεῖ δὲ ὅ τε ἐλέφας τοιοῦτός ἐστι καὶ ὁ σιττακὸς καὶ αἱ σφίγγες καὶ οἱ καλούμενοι σάτυροι· σοφὸν δὲ ἄρα ἦν καὶ ὁ μύρμηξ ὁ Ἰνδός. οἱ μὲν οὖν ἡμεδαποὶ τὰς ἑαυτῶν χειὰς καὶ ὑποδρομὰς ὑπὸ τὴν γῆν ὀρύττουσι, καὶ φωλεούς τινας κρυπτοὺς ἀποφαίνουσι γεωρυχοῦντες, καὶ μεταλλείαις ὡς εἰπεῖν τισιν ἀπορρήτοις καὶ λανθανούσαις καταξαίνονται· ἀλλὰ οἵ γε Ἰνδοὶ μύρμηκες οἰκίσκους τινὰς συμφορητοὺς ἐργάζονται, καὶ τούτους γε οὐκ ἐν χωρίοις ὑπτίοις καὶ λείοις καὶ ἐπικλυζομένοις ῥᾷστα, ἀλλὰ μετεώροις καὶ ὑψηλοῖς. ἐν αὐτοῖς δὲ περιόδους τινὰς καὶ ὡς εἰπεῖν σύριγγας Αἰγυπτίας ἢ λαβυρίνθους Κρητικοὺς σοφίᾳ τινὶ ἀπορρήτῳ διατρήσαντες οἰκεῖα ἑαυτοῖς ἀπέφηναν, οὐκ εὐθυτενῆ καὶ ῥᾴδια παρελθεῖν ἀλλʼ ἑλιγμοῖς καὶ διατρήσεσι λοξά· καὶ ἀπολείπουσί γε ἐπιπολῆς μίαν ὀπήν, διʼ ἧς εἰσίασί τε αὐτοὶ καὶ τὰ σπέρματα ὅσα ἐκλέγουσι, εἶτα ἐς τοὺς ἑαυτῶν θησαυροὺς ἐσκομίζουσι. παλαμῶνται δὲ ἄρα τὰς ἐν ὕψει φωλεύσεις ὑπὲρ τοῦ τὰς ἐκ τῶν ποταμῶν ἀναχύσεις τε καὶ ἐπικλύσεις διαδιδράσκειν. καὶ αὐτοῖς ὑπὲρ τῆσδε τῆς σοφίας περιγίνεται ὥσπερ ἐν σκοπιαῖς τισιν ἢ νήσοις κατοικεῖν, ὅταν τῶν λοφιδίων ἐκείνων τὰ κύκλῳ περιλιμνάζηται. τὰ δʼ οὖν χώματα ἐκεῖνα, καίτοι συμπεφορημένα, τοσοῦτον ἀποδεῖ τοῦ λύεσθαί τε καὶ διαξαίνεσθαι ὑπὸ τῆς περικλύσεως, ὡς καὶ κρατύνεσθαι αὐτά,1 πρῶτον μὲν ὑπὸ τῆς ἑῴας δρόσου· ἐπαμφιέννυται γὰρ ὡς εἰπεῖν ἐκ ταύτης πάγου τινὰ χιτῶνα ὑπόλεπτον, πλὴν καρτερόν· εἶτα μέντοι δεσμεύεται κάτω βρυώδει τῆς ποταμίας ἰλύος φλοιῷ. καὶ μυρμήκων μὲν Ἰνδῶν πέρι Ἰόβᾳ πάλαι, ἐμοὶ δὲ νῦν ἐς τοσοῦτον λελέχθω.
在我们这里也有天性聪慧的动物,然而并不像印度那样繁多,而是为数甚少。在那里,大象便是如此,鹦鹉、狒狒以及所谓的人猿也是如此;而印度的蚂蚁看来同样是聪慧的。我们本地的蚂蚁在地下挖掘洞穴和通道,通过掘土开辟出隐秘的巢穴,可以说是在隐蔽匿迹的采掘工作中劳损筋骨;然而印度的蚂蚁却构筑起聚土成堆的小屋,而且绝不是在平坦、光滑且极易被水淹没的地方,而是在高耸拔起的高地上。在这些土堆中,它们凭着某种隐秘的智慧穿凿出回旋的通道——可以说犹如埃及的地下长廊或克里特的迷宫——建成了自己的居所,这些通道既非直截也非易于通行,而是借由曲折与孔穴蜿蜒盘错;它们在表层仅留一个洞口,自己便由此进入,并将收集来的一切谷种运入自家的库房。它们在高处构筑巢穴,正是为了躲避江河的泛滥与漫溢。因着这一智慧,当那些小丘周围沦为湖泊时,它们便得以像居住在瞭望塔或孤岛上一样栖息其中。那些土丘虽然是堆积而成的,不仅丝毫不会因周围洪水的浸泡而融化瓦解,反而愈发坚固:首先是因着清晨的露水,土丘可以说是借此披上了一层极薄却结实的霜冻外衣;接着在下部又被河流泥浆长满苔藓的外皮所裹紧。关于印度的蚂蚁,古有尤巴的记述,如今由我也就说到这里。
παρὰ τοῖς Ἀριανοῖς τοῖς Ἰνδικοῖς χάσμα Πλούτωνός ἐστι, καὶ κάτω τινὲς ἀπόρρητοι σύριγγες καὶ ὁδοὶ κρυπταὶ καὶ διαδρομαὶ ἀνθρώποις μὲν ἀθέατοι, βαθεῖαι δʼ οὖν καὶ ἐπὶ μήκιστον προήκουσαι· γενόμεναι δὲ πῶς καὶ ὀρωρυγμέναι τρόπῳ τῷ, οὔτε Ἰνδοὶ λέγουσιν, οὔτε ἐγὼ μαθεῖν πολυπραγμονῶ. ἄγουσιν οὖν Ἰνδοὶ καὶ ὑπὲρ τὰ τρισμύρια ἐνταῦθα κτήνη προβάτων τε καὶ αἰγῶν καὶ βοῶν καὶ ἵππων· καὶ ἕκαστος τῶν ἢ ἐνύπνιον ἢ ὄτταν τινὰ ἢ φήμην ἢ ὄρνιν οὐκ εὔεδρον ὑφορωμένων2 ἀντὶ τῆς ἑαυτοῦ ζωῆς ἐμβάλλει κατὰ τὴν οἴκοθεν δύναμιν, ἑαυτὸν λυτρούμενος καὶ διδοὺς ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς τὴν τοῦ ζῴου. τὰ δὲ ἄγεται οὔτε δεσμοῖς ἐπαγόμενα οὔτε ἐλαυνόμενα ἄλλως, ἑκόντα δὲ τὴν ὁδὸν τήνδε ἀνύτει ἕλξει τινὶ καὶ ἴυγγι ἀπορρήτῳ.3 εἶτα ἐπιστάντα τῷ στομίῳ ἑκόντα ἐμπηδᾷ, καὶ ὄψει μὲν ἀνθρωπίνῃ οὐκ ἔστιν οὐκέτι σύνοπτα ἐς γῆς χάσμα ἀπόρρητόν τε καὶ ἀχανὲς ἐμπεσόντα, ἀκούονται δʼ οὖν ἄνω βοῶν μὲν μυκηθμοί, τῶν δὲ οἰῶν βληχή, χρεμετισμὸς δὲ τῶν ἵππων καὶ μηκὴ τῶν αἰγῶν. καὶ εἴ τις ἐπιπολῆς βαδίζοι καὶ προχωροίη τὸ οὖς παραβάλλων, ἀκούσεται ἐπὶ μήκιστον τῶν προειρημένων. οὐδὲ ἐκλείπει ποτὲ ὁ συμμιγὴς ἦχος, ἐπιπεμπόντων ὁσημέραι τὰ ὑπὲρ ἑαυτῶν ζῷα. εἰ μὲν οὖν τὰ πρόσφατα ἐξακούεται μόνα ἢ καὶ τῶν πρώτων τινά, οὐκ οἶδα, ἀκούεται δʼ οὖν. καὶ εἴρηταί μοι ζῴων τῶν ἐκεῖ καὶ τοῦτο ἴδιον.
在印度的阿里安人那里有一处冥王之裂隙,地下有隐秘的长廊、幽暗的道路以及人类目力难及的走廊,极为深邃并延伸至极远之处;它们究竟如何形成、以何种方式凿就,印度人未曾说明,我亦无意深究。于是印度人将三万多头牛、马、羊及山羊等牲畜赶赴此处;凡是畏惧梦兆、神兆、不吉传闻或凶禽者,人人皆根据自家的资力,投下一只牲畜以代己命,以此赎买自身,献出牲畜的生魂换取自己的性命。这些牲畜既不用缰绳牵引,也无须以其他方式驱赶,而是因着某种不可言说的引力与魔咒自愿走完这段路程。随后,它们驻足于洞口便自愿跃入其中;一旦坠入这幽暗深邃的无底大地裂隙,人的肉眼便再也无法看清它们,然而在地上仍能听到牛的哞叫、羊的咩鸣、马的嘶吼与山羊的长号。若有人在地面行走并侧耳倾听前行,便能在极远之地听到上述声音。由于人们每日都在为自己送来替代的牲畜,这混杂的声音便永无停歇。究竟是只有刚坠入的牲畜之声被听见,还是最初掉落的某些牲畜之声亦在其列,我不得而知,但声音确实能被听见。关于那里的动物,此种奇特之事也已由我记述完毕。
- 16.15τοσοῦτον ἀποδεῖ τοῦ λύεσθαί τε καὶ διαξαίνεσθαι ὑπὸ τῆς περικλύσεως, ὡς καὶ κρατύνεσθαι αὐτά
此处采用了习惯表达“τοσοῦτον ἀποδεῖ + 属格不定词 + ὡς/ὥστε 从句”,意为“不仅绝不……反而……(离……相去甚远,以至于实际上……)”。在此句中强调土丘非但不会被四周的洪水浸泡冲垮消解(λύεσθαί τε καὶ διαξαίνεσθαι),反而借助晨露和泥浆变得更加坚固(κρατύνεσθαι)。
- 16.16καὶ ἕκαστος τῶν ἢ ἐνύπνιον ἢ ὄτταν τινὰ ἢ φήμην ἢ ὄρνιν οὐκ εὔεδρον ὑφορωμένων
分词短语 τῶν ... ὑφορωμένων 作为部分属格修饰主语 ἕκαστος,意为“凡是对梦境、神兆、流言或凶鸟心存疑惧之人中的每一个”。其中 ὄρνιν οὐκ εὔεδρον 字面为“栖息不良之鸟”,是占卜术语,指预示凶兆的不吉之鸟。主句的主动词为下文的 ἐμβάλλει。
- 16.16ἕλξει τινὶ καὶ ἴυγγι ἀπορρήτῳ
表示手段或原因的与格短语。名词 ἴυγξ(原指地鴷,后指用于巫术回旋盘的爱情法器,引申为无法抗拒的魔力、诱惑或拘引力)与 ἕλξις(牵引)并列,用以解释这些祭牲无需绳索牵引或暴力驱赶,完全受某种神秘超自然之力的牵引而自愿奔向深渊。
