← 克劳狄乌斯·埃利安

论动物的本性

§15.27-15.30

鹧鸪与角鸮的特性及格拉娜神话

本段叙述了从吕底亚运往埃及的鹧鸪在饥荒时的鸣啼及被俘后的沉默,引用卡利马科斯与亚里士多德记述了角鸮的舞捕、词源与特征,并讲述了因触怒赫拉而被变为鹤的矮人族女王格拉娜的传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.27

λέγει τις λόγος τοὺς ὄρνιθας τοὺς ἀτταγᾶς μετακομισθέντας ἐς Αἴγυπτον ἐκ Λυδίας καὶ ἀφεθέντας ἐς τὰς ὕλας τὰ μὲν πρῶτα ὄρτυγος φωνὴν ἀφιέναι· χρόνῳ δὲ ὕστερον τοῦ ποταμοῦ κοίλου ῥυέντος1 λιμὸς ἐγένετο, καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο. οὐ διέλιπον οὖν οἱ ὄρνιθες οὗτοι πολλῷ σαφέστερον καὶ ἐναρθρότερον παιδίου φθέγμα ἀφιέντες καὶ λέγοντες2 ʽτρὶς τοῖς κακοῖς τὰ κακά.ʼ λέγει δὲ ὁ αὐτὸς λόγος ὅτι συλληφθέντες καὶ ἀγρευθέντες οὐ μόνον οὐ τιθασεύονται, ἀλλὰ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν ἣν πρότερον ἠφίεσαν· ἡ δουλεία γὰρ αὐτῶν καταψηφίζεται σιωπήν. ἐὰν δὲ ἀφεθῶσι καὶ ἐλεύθερον ἁπλώσωσι τὸ πτερόν, καὶ ἐς ἤθη τὰ ἑαυτῶν ἀφίκωνται πάλιν γίνονται ἔμφωνοι, ὁμοῦ καὶ τὸ φθέγμα καὶ τὴν παρρησίαν ἀναλαβόντες.

有某种传说称,被称作鹧鸪的鸟从吕底亚运送至埃及并被放归森林时,起初发出的是鹌鹑的叫声。但过了一些时日,因河流水位低落而发生饥荒,当地许多人相继死去。于是这些鸟毫不间断地发出比幼儿之声更为清晰、吐字更为分明的鸣叫,说道:“恶人遭三倍之灾!”同一个传说还称,它们一旦被抓获和诱捕,不仅无法被驯服,甚至不再发出先前发出的叫声;因为沦为奴隶判决了它们的沉默。但如果它们被放走,展开自由的双翼,重新回到自己习惯的栖息地,它们就再次能够鸣啼,同时找回了自己的声音与自由发声的权利。

§15.28

λέγουσι δὲ καὶ τοὺς σκῶπας ʽὧν καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ μέμνηται λέγων πολλοὺς αὐτοὺς περὶ τὸ ἄντρον τὸ τῆς Καλυψοῦς εὐνάζεσθαιʼ καὶ ἐκείνους ἁλίσκεσθαι ὀρχήσει. ἄνδρες δὲ ὀρχηστικοί φασι καὶ ὀρχήσεως εἶδός τι ἐξ αὐτῶν κεκλῆσθαι, καὶ εἴ γε αὐτοῖς χρὴ πιστεύειν, ἡ ὄρχησις αὕτη σκὼψ κέκληται. καὶ τὸ μιμεῖσθαι δέ τινα ἐπὶ τὸ γελοιότερον καὶ διαπαίζειν ἥδιστον δοκεῖ τοῖσδε τοῖς ὄρνισιν· ἔνθεν τοι καὶ ἐτράπη ὁ λόγος, καὶ ἡμεῖς τὸ σκώπτειν οὕτω καλοῦμεν. λέγεται δὲ ὁ σκὼψ οὗτος μικρότερος εἶναι γλαυκὸς καὶ τὴν χρόαν ἔχειν μολίβῳ προσεοικυῖαν τῷ βαθυτάτῳ, ἔχειν δὲ τὰ πτερὰ αὐτοῦ φασι στίγματα ὑπόλευκα. ἀναφαίνει τε δύο ἀπὸ τῶν ὀφρύων παρʼ ἑκάτερον τὸν κρόταφον πτερά. Καλλίμαχος δὲ δύο φησὶν εἶναι γένη σκωπῶν, καὶ τοὺς μὲν φθέγγεσθαι, τοὺς δὲ συγκεκληρῶσθαι σιωπῇ· καὶ τοὺς μὲν αὐτῶν λέγεσθαι σκῶπας, τοὺς δὲ ἀείσκωπας. λέγει δὲ Ἀριστοτέλης τοὺς παρʼ Ὁμήρῳ διὰ τοῦ σίγμα μὴ λέγεσθαι, ἀλλὰ ἁπλῶς ὀνομάζεσθαι κῶπας. τοὺς οὖν τιθέντας τὸ σίγμα ἁμαρτάνειν τῆς κατὰ τὸ ὄνομα ἀληθείας καὶ τῆς Ὁμήρου περὶ τὸν ὄρνιν κρίσεώς τε καὶ γνώσεως. καὶ ταῖς μὲν ἄλλαις ὥραις τοῦ ἔτους μὴ ἐσθίεσθαι αὐτούς, ἐν δὲ τῷ μετοπώρῳ δύο ἡμέραις ἢ μιᾷ τοὺς θηρωμένους, ἀλλὰ τούτους γε ἐδωδίμους εἶναι. τῶν δὲ ἀεισκώπων διαφέρουσιν οἱ σκῶπες τῷ πάχει, παραπλήσιοι δέ εἰσι τὴν ἰδέαν τρυγόνι τε καὶ φάττῃ.

人们还说,角鸮——荷马在《奥德赛》中亦曾提及,说有许多角鸮栖宿在卡吕普索的洞穴周围——也是通过舞蹈被捕获的。精于舞蹈的人说,有一种舞蹈甚至根据它们命名,倘若真当相信他们的话,这种舞蹈便称作“角鸮舞”。而且对这些鸟来说,出于滑稽目的模仿某人并戏弄之,似乎是极惬意的事;因此词义发生转化,我们也将“嘲弄”称作这个词。据说这种角鸮比猫头鹰体型小,羽色如同最深的铅色,人们说其翼上有带白色的斑点。它从双眉向两侧太阳穴旁挺出两片羽毛。卡利马科斯说角鸮有两种,一种鸣叫,另一种则注定沉默;前者称为“角鸮”,后者称为“常角鸮”。但亚里士多德说,荷马笔下的那种并不带西格玛发音,而仅仅称为“科佩斯”;因此那些加上西格玛的人,既违背了关于名字的真实,也背离了荷马关于此鸟的判断与见解。他还说在一年中的其他季节并不食用它们,但在秋季的一两天内捕获的那种,至少是可以食用的。角鸮与常角鸮的区别在于肥瘦程度,它们在外形上与斑鸠和斑尾林鸽颇为相似。

§15.29

ἀλλὰ τό γε τῶν Πυγμαίων ἔθνος ἀκούω καὶ ἐκεῖνο καθʼ ἑαυτὸ βασιλεύεσθαι, καὶ οὖν καὶ γενέσθαι παρʼ αὐτοῖς ἐκλείποντος ἄρρενος βασιλέως βασιλίδα τινὰ καὶ κρατῆσαι τῶν Πυγμαίων, Γεράναν ὄνομα, ἥνπερ οὖν ἐκθεοῦντες οἱ Πυγμαῖοι σεμνοτέραις ἢ κατʼ ἄνθρωπον ἐτίμων τιμαῖς. ἐκ τούτων οὖν ἐκείνη φασὶ τὴν διάνοιαν ἐξηνεμώθη, καὶ τὰς θεὰς παρʼ οὐδὲν ἐτίθετο. μάλιστα δὲ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν καὶ τὴν Ἄρτεμιν καὶ τὴν Ἀφροδίτην οὐδὲ ἴκταρ ἔλεγε βάλλειν πρὸς τὸ αὐτῆς κάλλος.3 οὔκουν ἔμελλεν ἁμαρτήσεσθαι κακοῦ νοσοῦσα τοιαῦτα· κατὰ γὰρ τὸν τῆς Ἥρας χόλον ἐς ὄρνιν αἰσχίστην τὸ εἶδος τὸ ἐξ ἀρχῆς ἤμειψε, καὶ ἔστιν ἡ νῦν γέρανος, καὶ πολεμεῖ τοῖς Πυγμαίοις, ὅτι αὐτὴν ἐξέμηναν τῇ πέρα τιμῇ καὶ ἀπώλεσαν.

不过,我听说那矮人族也是自立为王统治的;在他们那里,当没有男性国王时,出现了一位女王并统治着矮人们,名字叫格拉娜;矮人们将她奉若神明,以超越凡人的崇高敬意尊奉她。据说由于这些尊崇,她的心智被虚荣吹胀,对女神们嗤之以鼻。她尤其宣称,即使赫拉、雅典娜、阿耳忒弥斯和阿佛洛狄忒,在她的美貌面前也根本望尘莫及。她患有如此狂妄的病症,自然难以逃脱灾祸;因为在赫拉的愤怒之下,她原本的形态化作了最丑陋的鸟,这便是如今的鹤;它与矮人们作战,正是因为他们用过度的尊荣使其发狂并毁灭了她。

语法注3 条
  1. 15.27τοῦ ποταμοῦ κοίλου ῥυέντος

    独立属格结构。形容词 κοίλου 作表语性修饰,意为“河流下陷(处于低水位)流淌时”,指尼罗河未充分泛滥、水位低下导致饥荒的情况。

  2. 15.27οὐ διέλιπον οὖν οἱ ὄρνιθες οὗτοι ... φθέγμα ἀφιέντες καὶ λέγοντες

    带有否定词 οὐ 的动词 διαλείπω 支配补充分词(ἀφιέντες 与 λέγοντες),为惯用句式,表示“这些鸟未曾停止发出……并说道”(即不断地发声呼喊)。

  3. 15.30οὐδὲ ἴκταρ ἔλεγε βάλλειν πρὸς τὸ αὐτῆς κάλλος

    惯用短语 ἴκταρ βάλλειν(字面义为“击中附近/接近”)与否定词 οὐδέ 及介词短语 πρὸς τὸ αὐτῆς κάλλος(“与她自身的美貌相比”)相结合,比喻表达“与……相比望尘莫及/连边都沾不上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.27-15.30