- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.6-15.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了渔民为防剑鱼和海豚破网而向波塞冬祈祷,印度春季降下蜜雨滋养牲畜的异象,佩里穆拉海域通过诱捕贝王采集珍珠的方法与各产地珍珠品质对比,以及在科林斯海湾捕获的细长海鱼“海鹤”。
θύννων δὲ ἄρα ᾑρημένων τῇ θήρᾳ τῇ Ποντικῇ ʽἐγὼ δʼ ἂν φαίην ὅτι καὶ Σικελικῇ· ἢ τί καὶ βουλόμενος ἂν τὸν ἡδὺν Θυννοθήραν ὁ Σώφρων ἔγραψε; πάντως δὲ καὶ ἀλλαχόθι ἄγραι τῶνδε τῶν θύννων εἰσίʼ τῷ οὖν δικτύῳ ἤδη περιπλακέντων αὐτῶν Ποσειδῶνι πάντες εὔχονται ἀλεξικάκῳ τηνικάδε. καὶ ὁπόθεν καὶ τοῦδε τοῦ δαίμονος ἀξιῶ τὸ ὄνομα εἰπεῖν, ἐμαυτὸν καὶ μάλα γε ἀπαιτῶν τε καὶ βουλόμενος ἐπευφήμησα τοῦτό οἱ,1 δέονται τοῦ Διὸς ἀδελφοῦ τοῦ θαλάττης κρατοῦντος μήτε τὸν ἰχθὺν τὸν ξιφίαν τῇδε τῇ ἴλῃ συνέμπορον ἀφικέσθαι μήτε μὴν δελφῖνα. ὁ γοῦν γενναῖος ξιφίας πολλάκις τὸ δίκτυον διέκειρε, καὶ ἀφῆκεν ἐλεύθερον διεκπαῖσαι τὴν ἀγέλην. καὶ δελφὶς δὲ ἐπίβουλον δικτύῳ ζῷον· διατραγεῖν γάρ τοι δεινός ἐστιν.
当金枪鱼在黑海渔业中被捕获时(而我要说在西西里亦然;否则索弗隆出于何意撰写了那部谐趣的《捕金枪鱼者》?诚然,在其他地方亦有这些金枪鱼的渔事),当它们已被困于网中之际,所有人此时皆向避难禳灾的波塞冬祈祷。至于我为何认为应当称述此神的名号——我以此严求自身并欣然将此颂词归于他——他们恳求统治大海的宙斯之弟,切莫让剑鱼或海豚作为这群鱼的同伴到来。不管怎样,那骁勇的剑鱼常会剪破渔网,放任整个鱼群突围脱逃;而海豚对渔网而言亦是图谋破坏之兽,因其极善咬断绳网。
ὕεται ἡ Ἰνδῶν γῆ διὰ τοῦ ἦρος μέλιτι ὑγρῷ, καὶ ἔτι πλέον ἡ Πρασίων χώρα, ὅπερ οὖν ἐμπῖπτον ταῖς πόαις καὶ ταῖς τῶν ἑλείων καλάμων κόμαις, νομὰς τοῖς βουσὶ καὶ τοῖς προβάτοις παρέχει θαυμαστάς, καὶ τὰ μὲν ζῷα ἑστιᾶται ἡδίστην τήνδε ἐστίασιν ʽμάλιστα γὰρ ἐνταῦθα οἱ νομεῖς ἄγουσιν αὐτά, ἔνθα καὶ μᾶλλον ἡ δρόσος ἡ γλυκεῖα κάθηται πεσοῦσἀ, ἀνθεστιᾷ δὲ καὶ τὰ ζῷα τοὺς νομέας· ἀμέλγουσι γὰρ περιγλύκιστον γάλα, καὶ οὐ δέονται ἀναμίξαι αὐτῷ μέλι, ὅπερ οὖν δρῶσιν Ἕλληνες.
印度人的土地在整个春季都会降下液态的蜂蜜,而普拉西伊人的领地降得尤多;这蜂蜜落在青草与沼泽芦苇的梢头,为牛群与羊群提供了绝妙的牧草。动物们饱享这一极甘甜的盛宴(因牧人专门将它们引向甘露降落积存之处),而动物亦投桃报李款待牧人:〔牧人〕挤出极甜的奶水,无须如希腊人所做的那样往其中掺入蜂蜜。
ὁ δὲ Ἰνδὸς μάργαρος ʽἄνω γὰρ εἶπον περὶ τοῦ Ἐρυθραίοὐ λαμβάνεται τρόπῳ τοιῷδε. πόλις ἐστὶν ἧς ἦρχε Σώρας ὄνομα, ἀνὴρ γένους βασιλικοῦ, ὅτε καὶ Βάκτρων ἦρχεν Εὐκρατίδης· ὄνομα δὲ τῇ πόλει Περίμουλα, κατοικοῦσι δὲ αὐτὴν ἄνδρες Ἰχθυοφάγοι. ὅθεν ὁρμωμένους σὺν τοῖς δικτύοις φασὶ τοὺς προειρημένους περιλαμβάνειν ἀγκῶσι μεγάλοις αἰγιαλοῦ κύκλον εὐμεγέθη·2 γίνεσθαι δὲ τὸν προειρημένον λίθον ἐκ κόγχης στρόμβῳ ἐμφεροῦς μεγάλῳ, νήχεσθαί τε κατὰ ἀγέλας τοὺς μαργάρους, καὶ ἔχειν ἡγεμόνας, ὡς ἐν τοῖς σμήνεσιν αἱ μέλιτται τοὺς καλουμένους βασιλέας· ἀκούω δὲ εἶναι καὶ τοῦτον διαπρεπῆ καὶ τὴν χρόαν καὶ τὸ μέγεθος. ἀγώνισμα δὲ ἄρα ποιοῦνται συλλαβεῖν αὐτὸν οἱ κολυμβηταὶ οἱ ὕφυδροι· τούτου γὰρ ᾑρημένου καὶ τὴν ἀγέλην αἱροῦσι πᾶσαν ἐρήμην ὡς ἂν εἴποι τις καὶ ἀπροστάτευτον οὖσαν· ἀτρεμεῖ γὰρ καὶ οὐκέτι πρόεισιν, οἷα δήπου ποίμνη τὸν νομέα ἀφῃρημένη κατά τινα τύχην ἐχθράν· ὃ δὲ διαφεύγει καὶ μάλα γε σοφῶς ἐξελίττει, καὶ προηγεῖται καὶ σώζει τὸ ὑπήκοον. τοὺς δὲ ληφθέντας ἐν πιθάκναις λέγονται ταριχεύειν· ὅταν δὲ ἡ σὰρξ μυδήσῃ καὶ περιρρυῇ, καταλείπεται ἡ ψῆφος. ἄριστος δὲ ἄρα ὁ Ἰνδικὸς γίνεται καὶ ὁ τῆς θαλάττης τῆς Ἐρυθρᾶς. γίνεται δὲ καὶ κατὰ τὸν Ἑσπέριον ὠκεανόν, ἔνθα ἡ Βρεττανικὴ νῆσός ἐστι· δοκεῖ δέ πως χρυσωπότερος ἰδεῖν εἶναι, τάς τε αὐγὰς ἀμβλυτέρας ἔχειν καὶ σκοτωδεστέρας. γίνεσθαι δέ φησιν Ἰόβας καὶ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ, καὶ τοῦ Βρεττανικοῦ ἡττᾶσθαι αὐτόν, τῷ δὲ Ἰνδῷ καὶ τῷ Ἐρυθραίῳ μηδὲ τὴν ἀρχὴν ἀντικρίνεσθαι. ὁ δὲ ἐν Ἰνδίᾳ χερσαῖος οὐ λέγεται φύσιν ἔχειν ἰδίαν, ἀλλὰ ἀπογέννημα εἶναι κρυστάλλου, οὐ τοῦ ἐκ τῶν παγετῶν συνισταμένου, ἀλλὰ τοῦ ὀρυκτοῦ.
印度珍珠(因我在前文已论及红海之珠)乃是通过如下方式采获的。有一座城池,在欧克拉提德斯统治巴克特里亚之时,曾由王族出身的名叫索拉斯之人统辖;该城名为佩里穆拉,居住着食鱼族人。据说上述之人带着渔网自彼处出发,沿海岸大幅度兜转合围成一个巨大的圆圈。上述宝石产自形如大旋螺的贝壳,珍珠贝成群游动,并有首领,宛如蜂巢中蜜蜂拥有所谓的蜂王一般;我听闻此首领无论在色泽还是体型上皆卓尔不群。水下潜水夫们皆竞相捕获它;因为一旦它被俘,他们便能俘获整个鱼群,鱼群可以说是陷入了孤立无援与无人庇护的境地;它们滞留不动,不再前行,恰似因某种厄运而失去牧人的羊群;然而首领机智万分地逃遁闪避,在前引路以拯救其臣民。被捕获的贝壳据说被腌制在陶瓮中;当肉质腐烂脱落后,便剩下了这颗珠石。最上等的珍珠乃是印度与红海之产。在大不列颠岛所在的西大洋亦有出产;但看起来似乎色泽偏金黄,光芒更显迟钝暗淡。尤巴说在博斯普鲁斯海峡处亦有出产,但品质逊于大不列颠之珠,更根本无法与印度及红海之珠相提并论。至于在印度陆上采得的珠石,据说并非具有自身独立的属性,而是水晶的衍生物,非由冻结所聚成,乃是采掘所得的矿晶。
γεράνων μὲν οὖν πέρι τῶν πτηνῶν ἐν τοῖς προτέροις λόγοις εἰπεῖν ἐμαυτὸν καλῶς οἶδα, θαλάττιον δὲ γέρανον ἰχθὺν Κορινθίῳ πελάγει ἔντροφον ἀκοῦσαί φημι. ἐπικλίνει δὲ ἄρα τοῦτο τὸ πέλαγος, ἔνθα ὁ γέρανος ἀνιχνεύθη οὗτος, τῷ πρὸς τὰς Ἀθήνας πελάγει τοῦ ἰσθμοῦ κατὰ τὴν πλευρὰν τὴν ἐς αὐτὰς ὁρῶσαν. μῆκος μὲν οὖν ἦν προήκων ἐς πεντεκαίδεκά που πόδας μεμετρημένους δικαίῳ μέτρῳ, ἐγχέλεως δὲ εἶχεν, ὡς ἀκούω, οὐ μέντοι τῆς μεγίστης τὸ πάχος.3
关于飞行的鹤,我很清楚自己在前文已然述及,但我声明自己听闻科林斯海湾还孕育有一种名为“海鹤”的鱼。捕获这只海鹤的海面,与朝向雅典的海域在地峡面朝那里的一侧紧邻。它的长度按精准尺度衡量大约达十五英尺,然而据我所闻,其粗细却如鳗鱼一般,尚且不及最大的一类。
- 15.6ἐμαυτὸν καὶ μάλα γε ἀπαιτῶν τε καὶ βουλόμενος ἐπευφήμησα τοῦτό οἱ
此句为插叙成分。ἐμαυτὸν 作为分词 ἀπαιτῶν(严厉要求、质询)的直接宾语,καὶ μάλα γε 起到强化分词语气的副词性作用。代词 οἱ 为与格,作 ἐπευφήμησα 的间接宾语(“向他/归于他”),表达作者自问为何使用该称号,并欣然将这一尊号献给波塞冬。
- 15.8ὅθεν ὁρμωμένους σὺν τοῖς δικτύοις φασὶ τοὺς προειρημένους περιλαμβάνειν ἀγκῶσι μεγάλοις αἰγιαλοῦ κύκλον εὐμεγέθη
由 φασί 支配的“宾格加不定式”(accusative with infinitive)间接引语结构。宾格主语 τοὺς προειρημένους(上述之人)与分词 ὁρμωμένους(出发)搭配,共同引出主干不定式 περιλαμβάνειν(合围、环抱)。ἀγκῶσι μεγάλοις 为方式/手段与格(以巨大的转弯/曲折)。全句主干为 φασὶ τοὺς προειρημένους περιλαμβάνειν κύκλον(据说上述之人围成一个大圈)。
- 15.9ἐγχέλεως δὲ εἶχεν, ὡς ἀκούω, οὐ μέντοι τῆς μεγίστης τὸ πάχος
此处出现语序倒装(hyperbaton)。动词 εἶχεν 的直接宾语为后置的 τὸ πάχος(粗细、厚度),而属格修饰语 ἐγχέλεως(鳗鱼的)被前置以示强调。中间插入的 οὐ μέντοι τῆς μεγίστης 同样在格上修饰 ἐγχέλεως,省略了名词,意为“虽然并非最大的(鳗鱼)”。全句结构为 εἶχεν τὸ πάχος ἐγχέλεως(具备鳗鱼的粗细)。
