← 克劳狄乌斯·埃利安

论动物的本性

§15.5

月亮鱼的神奇效力与黑海的金枪鱼网捕

记述德谟斯特拉托斯关于月亮鱼随月相变化的奇特效力,以及黑海沿岸诸城利用瞭望台协同拉网捕捞金枪鱼的具体设施与操作步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.5

δὴ ἁλιεῖς φασιν· Δημοστράτου δὲ καὶ οὗτος ὁ λόγος. πληρουμένης μὲν τῆς σελήνης τὸν ἰχθὺν τόνδε ᾑρημένον πεπληρῶσθαί τε αὐτὸν καὶ πληροῦν καὶ τὰ δένδρα, ἐὰν τούτοις προσαρτήσῃς φέρων αὐτόν· ληγούσης δὲ ἄρα ὑποτετῆχθαι καὶ ἐκλείπειν, καὶ φυτοῖς προσαχθέντα αὐαίνειν αὐτά. ὀρυττομένων τε φρεάτων, ἐὰν μὲν τοῦ μηνὸς ὑποφαινομένου ἐς τὸ εὑρεθὲν ὕδωρ ἐμβάλῃ τις τὸν ἰχθὺν τοῦτον, ἀέναον ἔσται τὸ ὕδωρ καὶ οὐκ ἐπιλείψει ποτέ· εἰ δὲ ὑπολήγοντος, λήξει τὸ ὕδωρ. καὶ μέντοι καὶ ἐς πηγὴν ὑπανατέλλουσαν εἰ τὸν αὐτὸν ἐμβάλοις ἰχθύν, ἕξεις ἢ πεπληρωμένην αὐτὴν ἢ κενὸν τὸν χῶρον τὸ ἐντεῦθεν. ὅπως μὲν ἐσνέουσί τε ἐς τὴν Προποντίδα, καὶ ὅπως ἐκνέουσιν ἄρα οἱ θύννοι, οἶδα εἰπὼν ἄνω που τῶν λόγων τῶνδε· νοείτω δέ μοί τις1 ἐνταῦθα Ἡράκλειαν καὶ Τίον καὶ Ἄμαστριν, πόλεις Ποντικάς. οὐκοῦν οἱ τόνδε τὸν χῶρον πάντα οἰκοῦντες τὴν τῶν θύννων ἐπιδημίαν ἴσασι κάλλιστα, καὶ μέντοι καὶ ἀφικνοῦνται τηνικάδε τοῦ ἔτους, καὶ ὅπλα κατʼ αὐτῶν εὐτρέπισται πολλά, ναῦς καὶ δίκτυα καὶ σκοπιὰ ὑψηλή. σκοπιὰ δὲ ἄρα αὕτη ἐπί τινος αἰγιαλοῦ παγεῖσα ἀνέστηκεν ἐν περιωπῇ σφόδρα ἐλευθέρᾳ· καὶ αὐτῆς τὸ ποίημα περιηγήσασθαι ἐμοὶ μὲν οὐκ ἔστι μόχθος, σοὶ δὲ τῷ ἀκούοντι τῆς τῶν ὤτων τρυφῆς τ ἐκειν. δύο πρέμνα ἐλάτης ὑψηλὰ δοκίσι πλατείαις διειλημμένα ἕστηκε, πυκναῖς ταύταις διυφασμέναις καὶ ἀνελθεῖν τῷ σκοπῷ καὶ ἐπιβῆναι μάλα ἀγαθαῖς. αἱ δὲ ναῦς ἐρέτας ἑκάστη καὶ ἓξ ἔχει παρʼ ἑκάτερα νεανίας εὖ μάλα ἐρέττοντας· δίκτυα δὲ προμήκη, οὐ κοῦφα λίαν καὶ ἀνεχόμενα τοῖς φελλοῖς, μολίβῳ γε μὴν βριθόμενα μᾶλλον. ἀθρόαι δὲ ἄρα αἱ τῶνδε τῶν ἰχθύων ἀγέλαι ἐσνέουσιν. ἦρος δὲ ὑπολάμποντος καὶ τῶν ἀνέμων εἰρηναῖον ἤδη καταπνεόντων καὶ τοῦ ἀέρος φαιδροῦ τε ὄντος καὶ οἱονεὶ μειδιῶντος καὶ τοῦ κύματος κειμένου καὶ λείας οὔσης τῆς θαλάττης ὁ σκοπὸς ἰδὼν σοφίᾳ τινὶ ἀπορρήτῳ καὶ φύσει ὄψεως ὀξυωπεστάτῃ λέγει μὲν τοῖς θηραταῖς ὁπόθεν ἀφικνοῦνται· εἰ δέοι γε μὴν πρὸς τὴν ἀκτὴν παρατεῖναι τὰ δίκτυα, καὶ τοῦτο ἐκδιδάσκει· εἰ δὲ ἐνδοτέρω, δίδωσιν ὥσπερ οὖν στρατηγὸς τὸ σύνθημα ἢ χορολέκτης τὸ ἐνδόσιμον· ἐρεῖ γε μὴν πολλάκις καὶ τὸν πάντα ἀριθμόν, καὶ οὐχ ἁμαρτήσεται τοῦ σκοποῦ. ἐκεῖνα δὲ ὁποῖα. ὅταν ἑαυτοὺς ὠθήσωσιν ἐς τὸ πέλαγος ἡ τῶν θύννων ἴλη, ὁ τὴν σκοπιὰν φυλάττων καὶ ἀκριβῶν τὴν τῶν προειρημένων ἱστορίαν καὶ μάλα ὀξὺ ἐκβοήσας λέγει διώκειν ἐκεῖθι καὶ τοῦ πελάγους ἐρέττειν εὐθύ. οἳ δὲ ἐξαρτήσαντες ἐλάτης τῶν τὸν σκοπὸν ἀνεχουσῶν τῆς ἑτέρας2 σχοῖνον εὖ μάλα μακρὰν τῶν δικτύων ἐχομένην, εἶτα ἐπαλλήλοις ταῖς ναυσὶν ἐρέττουσι κατὰ στοῖχον, ἔχονταί τε ἀλλήλων, ἐπεί τοι καὶ τὸ δίκτυον ἐφʼ ἑκάστῃ διῄρηται. καὶ ἥ γε πρώτη τὴν ἑαυτῆς ἐκβαλοῦσα μοῖραν τοῦ δικτύου ἀναχωρεῖ, εἶτα ἡ δευτέρα δρᾷ τοῦτο καὶ ἡ τρίτη, καὶ δεῖ καθεῖναι τὴν τετάρτην· οἱ δὲ τὴν πέμπτην ἐρέττοντες ἔτι μέλλουσι, τοὺς δὲ ἐπὶ ταύτῃ οὐ χρὴ καθεῖναί πω· εἶτα ἐρέττουσι ἄλλοι ἄλλῃ καὶ ἄγουσι τοῦ δικτύου τὴν μοῖραν, εἶτα ἡσυχάζουσι. νωθεῖς δὲ ἄρα ὄντες οἱ θύννοι καὶ ἔργον τι τόλμης ἐχόμενον ἀδυνατοῦντες δρᾶσαι, πεπιεσμένοι μένουσί τε καὶ ἀτρεμοῦσιν· οἱ δὲ ἐρέται, ὡς ἁλούσης πόλεως, αἱροῦσιν ἰχθύων ποιητὴς ἂν εἴποι δῆμον.3 οὐκοῦν, ὦ φίλοι Ἕλληνες, καὶ Ἐρετριεῖς ἴσασι ταῦτα καὶ Νάξιοι κατὰ κλέος, τῆς θήρας τῆς τοιαύτης μαθόντες ὅσα Ἡρόδοτός τε καὶ ἄλλοι λέγουσι. τὰ δὲ ἔτι λοιπὰ τῆς θήρας ἀκούσεσθε ἄλλων.

渔夫们正是如此传说的;而这番记述同样出自德谟斯特拉托斯。月亮渐圆之际,捕获的这种鱼自身饱满,若将其携来系于树木上,亦会使树木繁茂充盈;但在月亏之时,它便萎缩消瘦,若带到植物旁,便会使植物枯萎。此外在掘井之时,若在新月初现之际将此鱼投入寻得的水中,水源将长流不竭,永不干涸;但若在月亏之时,水便会枯竭。进而,若将同一条鱼投入正喷涌的泉水中,自此你将见其满盈,或者见该地空无一物。 至于金枪鱼如何游入普罗庞提斯海,又如何游出,我记得在本书的前文某处已然述及;但读者在此当联想到黑海诸城赫拉克利亚、提乌斯以及阿玛斯特里斯。居住在这整片地域的人极为了解金枪鱼的如期而至,事实上它们正是在一年的这个时节到来;针对它们的大量器械已被备妥:船只、渔网和高耸的瞭望台。这瞭望台筑于某处海滩之上,耸立于视野极佳的开阔处;详细描摹其构造对我并非难事,而对倾听的你而言亦是悦耳之乐。两根高大的枞木树干由宽阔的横木相连立起,这些横木密密织就,极便于瞭望者攀登与伫立。每艘船在两侧各有六名划桨极佳的健朗青年;渔网修长,并非极轻而由软木浮托,倒不如说是因铅块而更为沉重。这些鱼的群落便结队游入。 当时值春光明媚,诸风已然温和吹拂,空气晴朗明澈,宛如微笑,波浪平息,海面平滑如镜之时,瞭望者凭借某种秘传的技艺与天生极锐利的目力望见它们,便向捕鱼人通报其自何处而来;若需沿海岸展开渔网,他亦会传授指导;若需在更靠内侧展开,他便如将帅般发出号令,或如领队者般给出合唱起音;他甚至常常能说出确切的全体数目,且绝无偏差。其具体过程如下:每当金枪鱼群冲向外海时,驻守瞭望台并精准审视前述迹象之人便高声疾呼,命他们往彼处追逐并径直向外海划去。渔民们于是将连着渔网的一根极长的绳索系在支撑瞭望者的两根枞木之一上,随后船只首尾相接排成一列划行,彼此紧密相衔,因为渔网乃分置于各船之上。第一艘船抛出自己所承担的网段后退回,接着第二艘船如此施为,第三艘亦然,而第四艘船必须降下渔网;划着第五艘船的人则仍在等待,紧随其后的船只尚不可降网;随后其他人各朝不同方向划行,拉曳网段,之后便静止不动。金枪鱼生性迟钝,无法做出任何果敢之举,受压迫之下便滞留不动;于是划桨手们便宛如攻克城池一般,捕获了诗人所谓的“游鱼之庶民”。因此,亲爱的希腊朋友们,厄勒特里亚人与纳克索斯人亦由盛名知晓此事,从希罗多德及他人所述中了解此类捕捞。至于此项捕捞尚存的其余细节,你们将从他人那里听闻。

语法注3 条
  1. 15.5νοείτω δέ μοί τις

    由第三人称单数命令语气动词 νοείτω 与作主语的不定代词 τις 以及伦理与格 μοί 结合而成的句式。表示作者向读者亲切的提示与引导:“请读者在此(为我)联想……”。

  2. 15.5ἐλάτης τῶν τὸν σκοπὸν ἀνεχουσῶν τῆς ἑτέρας

    此处包含依附于 ἐξαρτήσαντες(悬挂、系缚,支配属格表示系接点)的双重属格结构。单数名词 ἐλάτης 由表示全体的属格分词短语 τῶν τὸν σκοπὸν ἀνεχουσῶν(支撑瞭望者的那些枞木)所修饰,并进一步由 τῆς ἑτέρας(其中之一)作同位限定,意为“系在支撑瞭望者的两根枞木中的一根之上”。

  3. 15.5ποιητὴς ἂν εἴποι δῆμον

    ποιητὴς ἂν εἴποι 是一个由 ἄν 搭配祈愿语气构成的潜能祈愿插入从句,意为“如同一位诗人所会说的那样”。δῆμον 是谓语动词 αἱροῦσιν(捕获)的直接宾语,带有属格 ἰχθύων(游鱼的),借用通常用于人类社会的政治词汇“庶民/平民”来隐喻密集拥挤的鱼群。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.5