- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段详细记述了“海鹤”的外形特征、关于其源自仙鹤坠海精气的埃皮达鲁斯传说以及德谟斯特拉托斯的剖析记录,随后描绘了青年们乘快舟、施拟饵捕捞幼金枪鱼的独特技法。
κεφαλὴ δὲ ἄρα ἐκείνῳ καὶ στόμα γεράνου ἐστὶ τῆς πτηνῆς, λεπίδες δὲ αὐτῷ, γεράνου πτερὰ καὶ ταύτας εἴποις ἄν. ἔρχεται δὲ οὐχ ἑλικτὴν τὴν νῆξιν, ὥσπερ οὖν οἱ τῶν ἰχθύων κατὰ τὰς ἐγχέλεις στενοὶ καὶ μακροί. ἔχει δὲ ῥώμην καὶ μάλα ἁλτικήν· πηδᾷ γοῦν ὥσπερ ἀπὸ νευρᾶς οἰστὸς ἀφεθείς. λέγουσιν οὖν οἱ λόγοι οἱ μὲν Ἐπιδαύριοι τοῦτο τὸ ζῷον οὐδενὸς ἰχθύος ἔκγονον,1 ἀλλὰ τὰς πτηνὰς γεράνους φευγούσας τὸν Θρᾴκιον κρυμὸν καὶ τὸν ἑσπέριον τὸν ἄλλον ἐμπίπτειν μὲν τῷ πνεύματι, τάς γε μὴν θηλείας ἐς μίξιν οἰστρᾶσθαι, τοὺς δὲ ἄρρενας αὐταῖς ἐπιφλέγεσθαι, καὶ μέντοι καὶ ἐς τὴν πρὸς αὐτὰς ὁμιλίαν κυμαίνειν, καὶ διὰ ταῦτά τοι καὶ ἀναβαίνειν αὐτὰς ἐθέλειν, τὰς δὲ οὐχ ὑπομένειν· μὴ γὰρ οἵας τε εἶναι μετέωρον μίξιν φέρειν· τοὺς δὲ ἐγκρατεῖς οὐκ ἔχοντας γενέσθαι τοῦ πόθου, ἐκβάλλειν τὴν γονήν. καὶ εἰ μὲν τύχοιεν ὑπὲρ γῆς φερόμενοι, τὴν δὲ ἐκπίπτειν ἐς οὐδὲ ἕν, ἀλλʼ ἀπόλλυσθαι ἄλλως· εἰ δὲ ὑπὲρ τοῦ πελάγους πέτοιντο, ἐνταῦθά τοι τὴν θάλατταν ὥσπερ οὖν θησαύρισμα παραλαβοῦσαν φυλάττειν ἔμβρυον, καὶ γεννᾶν τὸ ζῷον τοῦτο, ἀλλʼ οὐ διαφθείρειν ὥσπερ ἔς τινα ἄγονον καὶ στερίφην γαστέρα ἐμπεσόν. καὶ τούτων μὲν τῶν λόγων ἅτερος καὶ δὴ διηνύσθη ὁ Ἐπιδαύριος. λέγει δὲ ἄλλος, οὗ τὸ γένος οὐκ οἶδα, ἑτέραν ὁδὸν τραπόμενος, εἶτα μέντοι οὐ ταὐτὰ ὁμολογεῖ, ὡς δʼ ἂν μὴ δοκοίην ἀμαθὴς εἶναι αὐτοῦ, λελέξεται μέντοι καὶ ἐκεῖνος. Δημόστρατος, οὗπερ οὖν καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, εἶδον τὸν ἰχθὺν ἦ δʼ ὅς, καί μʼ ἐσῆλθεν αὐτοῦ θαῦμα, καὶ ἐβουλήθην αὐτὸν ποιῆσαι τάριχον, ἵνα εἴη καὶ ἄλλῳ βλέπειν. οὐκοῦν ἐνεργῶν ὄντων καὶ ἀνοιγνύντων τῶν μαγείρων αὐτόν, ἐπεσκόπουν τὰ σπλάγχνα αὐτός. ἀκάνθας τε εἶδον ἐξ ἑκατέρας τῆς πλευρᾶς συνιούσας τε καὶ ἐγκλινούσας τὰ πέρατα ἐς ἀλλήλας, τρίγωνοι δέ φησιν ἦσαν ὥσπερ οὖν καὶ αἱ κύρβεις,2 ἧπάρ τε ἐνέκειτό οἱ προῆκον ἐς μῆκος, ὑπέκειτο δὲ αὐτῷ καὶ χολὴ μακρὰν ἔχουσα τὴν φῦσαν κατὰ τὰ φασκώλια· εἶπες δʼ ἂν ἰδὼν τὴν χολὴν κύαμον ὑγρὸν εἶναι. ἐξαιρεθέντα οὖν ἄμφω, καὶ ἡ χολὴ καὶ τὸ ἧπαρ, τὸ μὲν ἕτερον διωγκώθη3 καὶ ἐῴκει ἰχθύος ἥπατι μεγίστου, διατήξασα δʼ ἡ χολὴ τὸν λίθον (καὶ γάρ πως ἔτυχε τεθεῖσα ἐπὶ λίθου) εἶτα ἠφανίσθη. ἄμφω δὲ τὼ λόγω ἐνταῦθα ὁρίζομεν. θήραν δὲ πηλαμύδων εἰπεῖν μὴ πάνυ τι συνειθισμένην οὐκ ἔστιν ἔξω τῆσδε τῆς σπουδῆς. δέκα νεανίαι τὸ ἀκμαιότατον ἀνθοῦντες ἀναβαίνουσι ναῦν ἐλαφρὰν καὶ διὰ ταῦτά τοι καὶ ταχυτάτην· διανέμοντες δὲ ἑαυτοὺς ἐς ἑκατέραν ἴσους τὴν πλευρὰν καὶ κορεσθέντες εὖ μάλα τροφῆς, εἶτα μέντοι τοῖς ἐρετμοῖς ἕκαστος ἐπιχειροῦσι, πλανώμενοι δεῦρο καὶ ἐκεῖσε. κάθηται δὲ εἷς ἐπὶ τῆς πρύμνης, καὶ ἐντεῦθέν τε καὶ ἐκεῖθεν παρασείρους καθίησιν ὁρμιάς· ἤρτηνται δὲ τούτων καὶ ἄλλαι, καὶ συνῆπται πάσαις τὰ ἄγκιστρα, καὶ ἕκαστον ἄγκιστρον δέλεαρ φέρει Λακαίνης πορφύρας μαλλῷ κατειλημένον, καὶ πτερὸν μέντοι λάρου ἑκάστῳ ἀγκίστρῳ προσήρτηται, ὥστε ἡσυχῆ διασείεσθαι ὑπὸ τοῦ προσπίπτοντος ὕδατος. τούτων οὖν ἱμέρῳ προσνέουσιν αἱ πηλαμύδες· μία δὲ ἡ μάλιστα προτένθης ὅταν τὸ στόμα ἐναπερείσῃ, προσίασι καὶ αἱ λοιπαί, καὶ δονεῖται τὰ ἄγκιστρα ὑπὸ τὸν αὐτὸν καιρὸν περιπαρέντα τοῖς ἰχθύσιν. οἱ ἄνδρες οὖν τοῦ μὲν ἐρέττειν ἔτι ἀπέστησαν, παρῆκαν δὲ τὰς κώπας, ἐξαναστάντες δὲ ἀνασπῶσι τὰς μηρίνθους εὐαγρούσας καὶ μέντοι καὶ βριθομένας τοῖς ἰχθύσιν· ὅταν δὲ ἐς τὴν ναῦν ἐμπέσωσι, διαφαίνεται τῆς εὐθηρίας τὸ μαρτύριον ἐκ τοῦ πλήθους τῶν ἰχθύων τῶν ἑαλωκότων.
该鱼拥有飞行之鹤的头与口,至于其鳞片,人们亦可称之为鹤的羽翼。它的游动并不像那些如鳗鱼般狭长的鱼类那样作盘曲蜿蜒之态。它具有极强的跃跳之力;至少它跃起时宛如自弓弦射出的飞箭。埃皮达鲁斯人的记述称,这种生物并非任何鱼类的后代,而是飞行的鹤群在逃避色雷斯的严寒与其他西方的冷气时遭遇了疾风,雌鹤狂热地渴望交配,而雄鹤则对她们欲火中烧,甚至渴望与她们交合而情潮翻涌,因而意欲骑跨其上,但雌鹤并不依从;因为她们无法承受空中的交合;于是雄鹤无法克制其欲念,便排出了精气。若它们恰好飞行于陆地上空,那精气便落于虚无而徒然耗散;但若它们飞越海面上空,大海便如获珍宝般接纳并护持此胚胎,孕育出这种生物,而非如落入某种不孕石女之胎中那般将其毁弃。至此,这些记述中的埃皮达鲁斯一篇便告结束。然而另一种我不悉其来历的说法,转取另一途径而言,并不认同相同之事;不过,为免我显得对其一无所知,那一说法亦当陈述。我前文曾提及的德谟斯特拉托斯说道:“我见到了那条鱼,并为其惊奇所动,想要将它制成腌鱼干,以便他人亦能观看。于是,当厨子们忙碌剖开它时,我亲自检视了其内脏。我见到两侧的鱼骨汇聚并将尖端彼此相对倾斜——他说这些骨头是三角形的,正如法碑(库尔贝斯)一般——其中躺着一条长长延伸的肝脏,其下附着一个具有如小皮袋般细长气囊的苦胆;若见其胆汁,你会说那是一颗湿润的蚕豆。当胆囊与肝脏二者皆被取出时,其一胀大起来,宛如巨型鱼类的肝脏,而胆汁在融化了石头后(因其恰好被置于石头之上)便消失无踪。”这两种说法我们在此便作结。叙述一种绝非寻常的幼金枪鱼捕捞法,亦不外乎本著作之旨趣。十名处于青春鼎盛时期的青年登上一艘轻便因之亦极迅速的船只;他们均分于两侧,在饱食之后,各自操桨,四处巡游。一人坐于船尾,从两侧垂下曳绳钓线;其上还悬挂着其他钓线,所有线上皆连着鱼钩,每个鱼钩皆带有用拉科尼亚紫染羊毛包裹的钓饵,且每个鱼钩上皆附有一枚海鸥羽毛,以便随拍打而来的水流微微抖动。幼金枪鱼出于对这些饵物的渴求而游拢过来;当其中最为贪食的一条将口紧咬其上时,其余的鱼亦蜂拥而至,贯穿鱼身的鱼钩在同一瞬间剧烈震颤。于是男人们不再划桨,放下船橹,站起身来拉回满载猎物且因鱼群而沉甸甸的钓线;当鱼儿落入船中时,大获全胜的明证便由所捕获之鱼的庞大数量彰显无遗。
- 15.10λέγουσιν οὖν οἱ λόγοι οἱ μὲν Ἐπιδαύριοι τοῦτο τὸ ζῷον οὐδενὸς ἰχθύος ἔκγονον
在由 λέγουσιν 引领的“宾格加不定式”结构中,系动词 εἶναι 被省略,ἔκγονον 作宾语补足语。后续由 ἀλλὰ τὰς πτηνὰς γεράνους ... ἐμπίπτειν 引出的诸分句亦皆作为间接引语受 λέγουσιν 统摄。
- 15.10τρίγωνοι δέ φησιν ἦσαν ὥσπερ οὖν καὶ αἱ κύρβεις
在德谟斯特拉托斯第一人称述说(εἶδον, ἐβουλήθην, ἐπεσκόπουν)之中,插入了表示转述的第三人称单数动词 φησιν(“他说”),体现了在直接引语中穿插述说者指示的文体特征。
- 15.10ἐξαιρεθέντα οὖν ἄμφω, καὶ ἡ χολὴ καὶ τὸ ἧπαρ, τὸ μὲν ἕτερον διωγκώθη
此处为悬垂或“全兼部分”同位结构(schema kath' holon kai meros)。中性复数分词 ἐξαιρεθέντα 与 ἄμφω 统指整体,紧接着以 καὶ ἡ χολὴ καὶ τὸ ἧπαρ 分解其内容,随后在主句中拆分为分别作主语的分句:τὸ μὲν ἕτερον διωγκώθη ... διατήξασα δʼ ἡ χολὴ。
