← 克劳狄乌斯·埃利安

论动物的本性

§15.2-15.4

海公羊的习性、比博金枪鱼与月亮鱼

作者记述了海公羊的特征、凶猛习性及其作为亚特兰蒂斯王权象征的传说,随后记述了比博岬角金枪鱼的生态习性,以及德谟斯特拉托斯关于半月形月亮鱼的记载。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.2

οἱ θαλάττιοι κριοί, ὧνπερ οὖν ὄνομα μὲν ἐς τοὺς πολλοὺς διαρρεῖ, ἱστορία δὲ οὐ πάνυ τι σαφής, εἰ μὴ ὅσον χειρουργίᾳ δείκνυται, χειμάζουσι μὲν περὶ τὸν Κύρνειόν τε καὶ Σαρδῷον πορθμόν, καὶ φαίνονταί γε καὶ ἔξαλοι. περινήχονται δὲ ἄρα αὐτοὺς καὶ δελφῖνες μεγέθει μέγιστοι. ὁ τοίνυν ἄρρην κριός, λευκὴν τὸ μέτωπον ταινίαν ἔχει περιθέουσαν (εἴποις ἂν Λυσιμάχου τοῦτο διάδημα ἢ Ἀντιγόνου ἤ τινος τῶν ἐν Μακεδονίᾳ βασιλέων ἄλλου)· κριὸς δὲ θῆλυς, ὡς οἱ ἀλεκτρυόνες τὰ κάλλαια, οὕτω τοι καὶ οὗτος ὑπὸ τῇ δέρῃ ἠρτημένους πλοκάμους ἔχει. ἁρπάζει δὲ ἄρα τοῖνδε τοῖν κριοῖν ἑκάτερος νεκρὰ σώματα, καὶ ποιεῖται τροφὴν αὐτά. ἀλλὰ καὶ ζῶντας ἁρπάζει, καὶ τῷ τῆς νήξεως κλύδωνι, πολὺς ὢν καὶ ὑπέρογκος, καὶ ναῦς περιτρέπει, χειμῶνα αὐταῖς ἐξ ἑαυτοῦ τοσοῦτον ἐργασάμενος. ἁρπάζει δὲ καὶ τοὺς ἀπὸ γῆς ἑστῶτας τῆς πλησίον. λέγουσι δὲ οἱ τὴν Κύρνον κατοικοῦντες, νεὼς διεφθαρμένης ἐν χειμῶνι ἄνδρα εὖ μάλα νηκτικὸν πολλὴν θάλατταν διανύσαντα λαβέσθαι τινὸς ἄκρας σφίσιν ἐπιχωρίου, καὶ ἀνελθόντα ἑστάναι1 καὶ μάλα ἀδεῶς, ὡς ἤδη κινδύνων ἁπάντων ἐλεύθερον γενόμενον καὶ ἐν ἀδείᾳ τοῦ ζῆν καὶ ἐξουσίᾳ ὄντα. κριὸν οὖν παρανηχόμενον θεάσασθαι τὸν ἑστῶτα, καὶ ἀναφλεχθέντα ὑπὸ τοῦ λιμοῦ ἑλίξαι τε ἑαυτὸν καὶ κυρτῶσαι καὶ τῷ οὐραίῳ μέρει πολλὴν ἐλάσαι θάλατταν, εἶτα ἑαυτὸν μετεωρίσαι ἀρθέντα ὑπὸ τοῦ οἰδήσαντος κύματος, καὶ ἐπὶ τὴν ἄκραν φθάσαι ἀναταθέντα καὶ δίκην καταιγίδος ἢ στροβίλου ἁρπάσαι τὸν ἄνθρωπον. καὶ τὸ μὲν Κύρνειον ἅρπαγμά τε καὶ θήραμα τοῦ κριοῦ ἐς τοσοῦτον· μυθοποιοῦσι δὲ οἱ τὸν Ὠκεανὸν περιοικοῦντες τοὺς πάλαι τῆς Ἀτλαντίδος βασιλέας τοὺς ἐκ τῆς Ποσειδῶνος σπορᾶς φέρειν ἐπὶ τῆς κεφαλῆς τὰς τῶν κριῶν τῶν ἀρρένων ταινίας, γνώρισμα τῆς ἀρχῆς τοῦτο· καὶ τὰς ἐκείνων γαμετὰς τὰς βασιλίδας τοὺς πλοκάμους τῶν ἑτέρων καὶ ἐκείνας φορεῖν τῆς ἀρχῆς ἔλεγχον. ἔστι δὲ ἄρα τοὺς μυκτῆρας τὸ ζῷον τοῦτο καρτερὸν δεινῶς,2 καὶ πολὺ πνεῦμα ἐσπνεῖ, καὶ ἕλκει ἀέρα ἐφʼ ἑαυτὸν πάμπολυν, θηρᾷ δὲ καὶ τὰς φώκας τὸν τρόπον τοῦτον. αἳ μὲν συνεῖσαι πλησίον που κριὸν εἶναι καὶ φέρειν σφίσιν ὄλεθρον, ὡς ὅτι τάχιστα ἐκνήχονται καὶ παρελθοῦσαι ἐς τὴν γῆν καὶ τὰς ὑπάντρους πέτρας ὑπελθοῦσαι καταδύονται, οἳ δὲ αἰσθόμενοι τὴν φυγὴν μεταθέουσι καὶ ἀντίοι στάντες τοῦ ἄντρου κατὰ τὴν τοῦ χρωτὸς ὀσμὴν ἔνδον εἶναί σφισι τὴν ἄγραν συνιᾶσι, καὶ ὡς ἴυγγί τινι βιαιοτάτῃ ἕλκουσι ταῖς ῥισὶ τὸν μεταξὺ ἑαυτῶν καὶ τῆς φώκης ἀέρα. ἣ δὲ ὡς βέλος ἢ δόρατος αἰχμὴν ἐκκλίνει τὴν τοῦ πνεύματος προσβολήν, καὶ τὰ μὲν πρῶτα ὑπαναχωρεῖ, τελευτῶσα δὲ ὑπὸ τῆς βιαιοτάτης ἕλξεως ἐκσπᾶται τοῦ ἄντρου, καὶ ἄκουσα ἀκολουθεῖ, ὥσπερ οὖν ἱμᾶσί τισιν ἢ σχοίνοις κατατεινομένη, καὶ τέτριγε καὶ γίνεται τῷ κριῷ δεῖπνον. τάς γε μὴν ἐκπεφυκυίας τῶν μυκτήρων τοῦ κριοῦ τρίχας οἱ ταῦτα ἐξετάζειν δεινοὶ λέγουσιν ἐς πολλὰ ἀγαθάς.

海公羊这种生物,其名虽在众人中广为流传,但关于它的记载除了工艺所显示的以外并不十分明确;它们在基尔诺斯与萨耳多海峡一带过冬,并且也会浮出水面。极其巨大的海豚在它们周围游弋。雄公羊的额前有一条环绕的白带(人或会说这是利西马科斯或安提柯或马其顿其他某位君王的王冠);至于雌公羊,正如公鸡拥有肉髯一般,其颈下同样垂悬着丛毛。这两种公羊各自攫取死尸作为食粮。然而它们也捕食活物,并且因其身躯庞大沉重,仅凭游动掀起的巨浪便能倾覆船只,由自身向船只掀起如此巨大的风暴。它们甚至攫食站立在邻近陆地上的人。居于基尔诺斯的人说,曾有一艘船在风暴中损毁,一个极善游泳的男子游过浩瀚的海面,抓住了他们当地的一处岬角,爬上去后全无畏惧地站着,以为自己如今已摆脱了一切危险,生命已得安全与掌控。然而一头游经的公羊瞥见了这站立之人,在饥饿驱使下狂怒起来,卷曲拱起躯体,用尾部拍打激起巨浪,继而乘着涌起的波浪将自身高高抛起,伸展身躯跃至岬角,如暴风或旋风般将那人攫走。基尔诺斯关于这公羊的掠夺与猎取便是如此。环居大洋之人神话相传,古代阿特兰蒂斯那些身为波塞冬后裔的王者,头戴雄公羊的白带作为王权的标记;而他们的妻子即王后们亦佩戴雌公羊的丛毛作为其统治权柄的凭证。此外,这动物的鼻孔极其强劲,吸入大量气息,将海量空气引向自身,并以此种方式捕猎海豹。海豹一旦察觉公羊近在咫尺并将给自身带来灭顶之灾,便以最快速度游出,登上陆地,潜入隐蔽岩穴之下藏身;而公羊察知其逃窜,便追赶前去,驻立于洞穴对面,凭着皮肉的气味知悉猎物就在穴内,如同施展某种极强暴的巫术之轮般,以鼻孔吸尽自身与海豹之间的空气。海豹宛如躲避箭矢或枪尖一般闪避那气息的侵袭,起初向后退缩,但最终在这狂暴的吸引力下被拖出洞穴,身不由己地顺从跟出,恰如被皮带或绳索牵引一般,尖声哀鸣,沦为公羊的美餐。然而精于考察此类事物的人称,自公羊鼻孔中长出的鬃毛在诸多方面大有用处。

§15.3

ἐν δὲ τῷ ῥίῳ τῷ Βιβωνικῷ θύννων ἔθνη μυρία. καὶ οἳ μὲν αὐτῶν κατὰ τοὺς σῦς εἰσι μονίαι καὶ καθʼ ἑαυτοὺς νήχονται μέγιστοι ὄντες, οἳ δὲ συνδυασθέντες· καί ἐστον κατὰ τοὺς λύκους συννόμω,3 ἄλλοι δὲ κατʼ ἀγέλας, ὥσπερ οὖν τὰ αἰπόλια, πλατείας νομὰς νενεμημένοι. ἐπιτέλλοντος δὲ τοῦ Σειρίου καὶ τῆς ἀκτῖνος ἐνακμαζούσης ὀξύτατα, ἐπὶ τὸν Εὔξεινον στέλλονται· καὶ τοῦ κύματος αὐτοῖς ἐμπύρου δοκοῦντος, ἀλλήλοις συνυφασμένοι νήχονται, καὶ τῇ τῶν σωμάτων συναφῇ σκιᾶς τινος ἁμωσγέπως μεταλαγχάνουσιν.

在比博岬角有数以万计的金枪鱼群。它们当中,有些如野猪般独居,因体型硕大而自顾游弋;有些结为伴侣,如狼一般双双相伴觅食;另有些则结成群落,宛如山羊群一般,分散于辽阔的觅食地。当天狼星升起、其光芒最为酷烈炽热之时,它们便启程前往攸克辛海;由于海浪在它们看来如同炽火,它们便彼此紧密交错地游动,借着身躯的贴合多少得以分得少许阴凉。

§15.4

λέγει δὲ Δημόστρατος, ἀνὴρ ἁλιευτικῆς σοφίας ἐπιστήμων ναὶ μὰ Δία καὶ ἑρμηνεῦσαι χρηστός, εἶναί τινα ἰχθὺν ὡραῖον τὸ εἶδος, καὶ καλεῖσθαι σελήνην τοῦτον, τὸ μέγεθος βραχύν, κυανοῦν τὸ εἶδος, πλατὺν τὸ σχῆμα. τὰ νῶτα δὲ οἱ λοφιὰς ἔχειν καὶ τάσδε ἀνατείνειν ὁ αὐτός φησι· μαλακὰς δὲ εἶναι αὐτὰς καὶ οὔτε ἀντιτύπους οὔτε τραχείας. ταύτας οὖν, ὅταν ὁ ἰχθὺς οὗτος ὑπονήχηται, διαιρεῖσθαι καὶ ἀποδεικνύναι κύκλου ἡμίτομον, καὶ εἶναι σελήνης ὅσα ἰδεῖν τῆς διῃρημένης σχῆμα.4 καὶ ταῦτα μὲν Κύπριοι

德谟斯特拉托斯——一位精通捕鱼之术、凭宙斯起誓亦擅长讲解之人——说,有一种外形秀美的鱼,名为月亮鱼(塞勒涅),体型短小,色呈蔚蓝,形状扁平。同一作者称其背部有鳍状物,并将之竖起;这些鳍质地柔软,既不坚硬也不粗糙。因此,每当此鱼在水下游动时,它们便展开并呈现出一个半圆,其形状依外观来看恰似半月。这些乃是塞浦路斯人所传述的。

语法注4 条
  1. 15.2λέγουσι δὲ οἱ τὴν Κύρνον κατοικοῦντες, νεὼς διεφθαρμένης ἐν χειμῶνι ἄνδρα εὖ μάλα νηκτικὸν πολλὴν θάλατταν διανύσαντα λαβέσθαι τινὸς ἄκρας σφίσιν ἐπιχωρίου, καὶ ἀνελθόντα ἑστάναι

    由主动词 λέγουσι 统领的复合宾格加不定式结构(间接引语)。逻辑主语 ἄνδρα 统摄分词 διανύσαντα、不定式 λαβέσθαι、分词 ἀνελθόντα 和不定式 ἑστάναι(前接属格独立结构 νεὼς διεφθαρμένης),后续句子继续承接这一间接引语结构(κριὸν ... θεάσασθαι ... ἑλίξαι ... ἁρπάσαι)。

  2. 15.2ἔστι δὲ ἄρα τοὺς μυκτῆρας τὸ ζῷον τοῦτο καρτερὸν δεινῶς

    τοὺς μυκτῆρας 为关系/限定宾格(即所谓“希腊宾格”),限定说明主语 τὸ ζῷον τοῦτο 在谓语 καρτερόν(强劲)上具体体现在“鼻孔方面”。

  3. 15.3καί ἐστον κατὰ τοὺς λύκους συννόμω

    动词 ἐστόν(εἰμί 的第三人称双数现在时)与表语形容词 συννόμω(阳性主格双数)承接前面的分词 συνδυασθέντες(成双者),严格使用双数形式,比拟狼两两成对共同觅食生活的习性。

  4. 15.4καὶ εἶναι σελήνης ὅσα ἰδεῖν τῆς διῃρημένης σχῆμα

    ὅσα ἰδεῖν 为表示限定的习用不定式短语(“就外观看来 / 依肉眼所见”)。属格 σελήνης ... τῆς διῃρημένης 依附于 σχῆμα,意为“半月之形”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.2-15.4