← 克劳狄乌斯·埃利安

论动物的本性

§15.25-15.26

各地的牛马习性与蝎虫灾害

作者记述了印度的小体型奔牛以及各地马匹的奇异习性、食料、交配与寿命,随后记述了通往米底亚路途上的蝎患、蜈蚣驱逐居民的事件以及各地的奇特鼠类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.25

πλουσίους ὑπὲρ αὐτῶν ἐπὶ πολλῷ φιλονεικεῖν μηδὲ τοὺς δεσπότας ἀλλὰ καὶ τοὺς θεωμένους, οἷα δήπου καὶ ὁ Ἰδομενεὺς ὁ Κρὴς καὶ ὁ Λοκρὸς Αἴας παρʼ Ὁμήρῳ φιλονεικοῦντε ἀποδείκνυσθον.1 εἰσὶ δὲ καὶ ἕτεροι παρʼ αὐτοῖς βόες, ἰδεῖν2 κατὰ τοὺς μεγίστους τράγους· καὶ αὐτοὶ δὲ καθʼ ἑαυτοὺς ζεύγνυνται, καὶ τρέχουσιν ὤκιστα, καὶ τῶν ἵππων γε τῶν Γετικῶν οὐκ εἰσὶ νωθέστεροι. Λόγος ἔχει τοὺς ἵππους τοὺς πίνοντας ἐκ τοῦ Κοσσινίτου ποταμοῦ (ἔστι δὲ οὗτος ἐν Θρᾴκῃ) δεινῶς ἐκθηριοῦσθαι· ἐκδίδωσι δὲ ὁ ποταμὸς οὗτος ἐς τὴν Ἀβδηριτῶν, καὶ ἀναλίσκεται ἐς τὴν Βιστονικὴν λίμνην. ἐνταῦθά τοι καὶ τὰ βασίλεια γενέσθαι ποτὲ Διομήδους τοῦ Θρᾳκός, ᾧ καὶ αἱ ἀνήμεροι ἐκεῖναι ἵπποι κτῆμα ἦσαν ὁ Ἡράκλειος ἆθλος. τὸ δὲ αὐτό φασι πάσχειν καὶ τοὺς ἵππους τοὺς ἐκ τῆς Ποτνιάδος κρήνης πίνοντας. αἱ δὲ Ποτνιαὶ τὸ χωρίον, ἔνθα ἡ κρήνη, οὐ μακρὰν ἀπὸ Θηβῶν ἐστιν. Ὠρείτας δὲ λέγουσι καὶ Γεδρωσίους ἰχθῦς παραβάλλειν τοῖς ἵπποις χόρτον.3 Κελτοὺς δὲ ἀκούω καὶ τοῖς βουσὶ καὶ τοῖς ἵπποις ἰχθῦς διδόναι δεῖπνον. ἐνταῦθά τοι λέγουσι καὶ τοὺς ἵππους τὴν ἀποπνοὴν τὴν ἐκ τῶν ἀνθρώπων φεύγοντας ἐς τὰ νοτιώτερα τῆς Εὐρώπης φέρεσθαι, μάλιστα ὅταν οἱ νότοι καταπνέωσι. καὶ Μακεδόνας δὲ καὶ Λυδοὺς ὁμολογοῦσί τινες καὶ αὐτοὺς ἰχθύσι τοὺς ἑαυτῶν ἵππους τρέφειν, καὶ τὰ πρόβατα δὲ τὰ Λύδια καὶ τὰ Μακεδονικὰ ἐκ τῶν αὐτῶν πιαίνεσθαι λέγουσιν. ἐν Μυσοῖς δὲ τῶν θηλειῶν ἵππων ἀναβαινομένων ἐπηύλουν τινές, οἷον ὑμέναιόν τινα τοῦτον τοῖς τῶν ἵππων γάμοις ἐπᾴδοντες· τάς τε ἵππους ὑπὸ τοῦ μέλους θελγομένας τάχιστα ἐγκύμονας γίνεσθαι, καὶ οὖν καὶ καλοὺς τοὺς πώλους ἀποτίκτειν. καὶ ἐκεῖνο δὲ περὶ ἵππων ἤκουσα. τοὺς πρεσβυτέρους ἤδη φασὶ καὶ προήκοντας τὴν ἡλικίαν ἀσθενῆ γεννᾶν τὰ ἐξ αὐτῶν ἔκγονα· τά τε γὰρ ἄλλα καὶ τοὺς πόδας ἀγεννεῖς ἔχειν. βίον δὲ ἵππων ἀριθμοῦσιν ἐς τοσάδε ἔτη· τῶν μὲν ἀρρένων ἐς πέντε καὶ τριάκοντα, Ἀριστοτέλης δʼ ὁ Νικομάχου λέγει πέντε καὶ ἑβδομήκοντα ἔτη διαβιῶναι ἵππον.

以至于不仅富有的牛主,连观众也为它们押下巨资相互争胜,正如在荷马史诗中克里特的伊多墨纽斯与洛克里斯的埃阿斯被描绘为相互争吵那样。在他们那里还有另一种牛,看起来有最大的公山羊那么大;它们也单独套轭,奔跑极快,丝毫不比盖塔人的马匹迟缓。相传从科西尼特斯河(此河在色雷斯)饮水的马会变得异常凶暴;该河流入阿布德拉人的领地,并汇入比斯托尼斯湖。色雷斯人狄俄墨得斯的王宫曾经就在那里,那几匹构成赫拉克勒斯劳绩的凶残牝马正是他的财产。据说从波特尼亚伊泉饮水的马亦有同样的遭遇。波特尼亚伊,即那眼泉水所在之地,离底比斯并不远。人们说奥雷泰人和盖德罗西亚人把鱼投掷给马充当饲料。我亦听说凯尔特人把鱼作为膳食喂给牛和马。相传在当地,马匹因躲避人类呼出的气息而奔向欧洲更偏南的区域,尤其在南风吹刮之时更是如此。亦有人承认马其顿人和吕底亚人同样用鱼喂养自己的马匹,且据说吕底亚与马其顿的绵羊也靠同一种饲料育肥。在密细亚人那里,当母马交配时,有人便吹奏长笛,犹如为马匹的婚礼伴唱某种婚歌;而母马受乐声诱惑便极快受孕,因而产下健美的马驹。关于马我还听闻这样一件事:人们说那些年事已高、步入老境的马,所诞下的后代往往体弱,因为除其他缺陷外,其足部也生来孱弱。人们计算马的寿命达到如下年数:公马可达三十五年,但尼科马科斯之子亚里士多德说曾有马活过了七十五个春秋。

§15.26

ἐκ Σούσων τῶν Περσικῶν ἐς Μηδίαν ἀπιόντι4 ἐν τῷ δευτέρῳ σταθμῷ πάμπολύ τι λέγεται σκορπίων πλῆθος γίνεσθαι, ὥστε τὸν τῶν Περσῶν βασιλέα, ὁπότε διίοι, πρὸ τριῶν ἡμερῶν προστάττειν πᾶσι θηρεύειν αὐτούς, καὶ τῷ πλείστους θηράσαντι δῶρα διδόναι. εἰ γὰρ τοῦτο μὴ γένοιτο, ὁ χῶρος ἄβατός ἐστιν· ὑπὸ παντὶ γὰρ λίθῳ καὶ βώλῳ πάσῃ σκορπίος ἐστί. λέγουσι δὲ καὶ ὑπὸ σκολοπενδρῶν ἐξαναστῆναι Ῥοιτιεῖς· τοσοῦτο πλῆθος αὐτοῖς ἐπεφοίτησε τούτων. φασὶ δὲ καὶ ἐν Κυρήνῃ μυῶν διάφορα γίνεσθαι γένη οὐ μόνον ταῖς χρόαις, ἀλλὰ καὶ ταῖς μορφαῖς· ἐνίους γὰρ αὐτῶν πλατυπροσώπους εἶναι καθάπερ τὰς γαλᾶς, καὶ αὖ πάλιν ἄλλους ἐχινώδεις, οὕσπερ οὖν καὶ οἱ ἐπιχώριοι καλοῦσι ἐχινέας. ἐν Αἰγύπτῳ δὲ ἀκούω δίποδας εἶναι μῦς, καὶ μεγίστους μεγέθει φύεσθαι, τοῖς γε μὴν ἐμπροσθίοις ποσὶν ὡς χερσὶ χρῆσθαι· εἶναι γὰρ αὐτοὺς τῶν ὄπισθεν βραχυτέρους. βαδίζουσι δὲ ὀρθοὶ ἐπὶ τοῖν δυοῖν ποδοῖν· ὅταν δὲ διώκωνται, πηδῶσι. Θεόφραστος λέγει ταῦτα.

对从波斯的苏萨前往米底亚的人而言,在第二站据说会出现极大量的蝎子,以至于波斯国王每逢途经该地,都提前三天命令所有人捕猎它们,并将礼物赏赐给捕获最多的人。因为若非如此,该地便无法通行;在每块石头和每块土坷垃之下都有一只蝎子。人们还说罗埃提昂人曾被蜈蚣逼得背井离乡;有如此大量的蜈蚣侵袭了他们。据说在昔兰尼生长着多种多样的鼠类,不仅毛色各异,体形亦然;其中有些像鼬一样脸盘扁平,另一些则生满硬刺,当地人直截称之为刺猬。我听说在埃及有双足行走的鼠,体型长得极大,它们将前足当作手来使用,因为前足比后足更短。它们双足直立行走;每当遭到追捕时,便跳跃逃遁。狄奥弗拉斯托斯记载了这些事情。

语法注4 条
  1. 15.25φιλονεικοῦντε ἀποδείκνυσθον

    双数结构,由双数现在分词 φιλονεικοῦντε 与第三人称双数中被动态动词 ἀποδείκνυσθον 构成,与引自荷马的复合主语(伊多墨纽斯与埃阿斯)相一致。

  2. 15.25ἰδεῖν

    说明性(限制性)不定式,修饰 κατὰ τοὺς μεγίστους τράγους,限定其观照的维度(“看起来”、“在外观上”)。

  3. 15.25χόρτον

    作宾语 ἰχθῦς 的谓语性同位语(predicate accusative),表述鱼被投喂时充当的功用(“作为饲料/干草”)。

  4. 15.26ἀπιόντι

    现在分词与格单数阳性,充当表判断者或视角关系的与格(dativus iudicantis),在记述行旅路线时习惯性地表示行进者的参照基准(“对前往……者而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.25-15.26