← 克劳狄乌斯·埃利安

论动物的本性

§15.21-15.24

印度的神圣巨蟒与引航鱼传说

本段记叙了亚历山大军队在印度遭遇受神圣奉祀的巨蟒、鹰雕无视乌鸦挑衅的傲然气度、引航鱼所获的神圣庇佑及其报应与变形神话,以及印度盛行的骏牛车赛博弈热潮。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.21

ὅτε Ἀλέξανδρος τὰ μὲν ἐδόνει τῆς Ἰνδῶν γῆς τὰ δὲ ᾕρει, πολλοῖς μὲν καὶ ἄλλοις ζῴοις ἐνέτυχεν, ἐν δὲ τοῖς καὶ δράκοντι, ὅνπερ οὖν ἐν ἄντρῳ τινὶ νομίζοντες ἱερὸν Ἰνδοὶ μετὰ πολλοῦ τοῦ θειασμοῦ προσετρέποντο. οὐκοῦν παντοῖοι ἐγένοντο οἱ Ἰνδοὶ δεόμενοι1 τοῦ Ἀλεξάνδρου μηδένα ἐπιθέσθαι τῷ ζῴῳ· ὃ δὲ κατένευσε. παριούσης οὖν τὸ ἄντρον τῆς στρατιᾶς καὶ κτύπου γενομένου, εἶτα ὁ δράκων ᾔσθετο· ὀξυηκοώτατον δὲ ἄρα ζῴων ἐστὶ καὶ ὀξυωπέστατον. συριγμὸν μὲν οὖν ἀφῆκε μέγιστον καὶ φύσημα, ὡς ἐκπλῆξαί τε πάντας καὶ ἐκταράξαι. ἐλέγετο δὲ ἄρα πήχεων ἑβδομήκοντα εἶναι, ἐφάνη γε μὴν οὐ πᾶς· μόνη γὰρ ἐξέκυψε ἡ κεφαλή. καὶ οἵ γε ὀφθαλμοὶ ᾅδονται αὐτοῦ τὸ μέγεθος ἔχειν Μακεδονικῆς ἀσπίδος.

当亚历山大震撼印度土地的一部分而征服另一部分时,他遇到了许多其他动物,其中还有一条巨蟒,印度人在某个洞穴中视其为圣物,怀着极大的敬畏之心加以膜拜。于是,印度人千方百计地恳求亚历山大,切莫让任何人侵犯这头神兽;亚历山大应允了。当军队经过洞穴并产生响动时,巨蟒便察觉到了;因为在动物之中,它委实听觉最敏、视觉最利。于是它发出一声极大的咝咝声并喷出烈气,以至于令所有人震惊慌乱。据说这巨蟒长达七十肘,然而并未全躯显露,因为仅仅是它的头探了出来。传说它的两只眼睛竟有一面马其顿盾牌那么大。

§15.22

ταῖς κορώναις ἔργον τοὺς ἀετοὺς ἐρεσχελεῖν ἐστιν. οἳ δὲ ὑπερφρονοῦσιν αὐτῶν, καὶ ἐκείναις μὲν ἀπολείπουσι τὴν κάτω φέρεσθαι πτῆσιν,2 αὐτοὶ δὲ τὸν αἰθέρα ὑψηλότερον ὄντα ὠκίστοις τέμνουσιν πτεροῖς, οὐ δήπου δεδιότες ʽπῶς γὰρ ἂν τοῦτο εἴποι τις, τὴν τῶν ἀετῶν ἀλκὴν καλῶς ἐπιστάμενος;ʼ ἀλλὰ ἰδίᾳ τινὶ μεγαλονοίᾳ ἐῶσιν ἔρρειν ἐκείνας κάτω.

乌鸦的勾当就是戏弄鹰雕。然而鹰雕对它们不屑一顾,把低空盘旋的飞行留给它们,自己则以最疾速的双翼划破更高处的青冥。这绝非出于畏惧(深知鹰雕勇猛之人怎会说出这种话呢?),而是出于一种独特的宽宏大度,任由乌鸦在低处乱窜。

§15.23

τὸν ἰχθὺν τὸν πομπίλον οὐ μόνον Ποσειδῶνος λέγουσιν ἱερὸν εἶναι, ἀλλὰ καὶ τῶν ἐν Σαμοθρᾴκῃ θεῶν φίλον. ἁλιέα γοῦν τινα ἐν τοῖς ἄνω τοῦ χρόνου τιμωρίαν ὑποσχεῖν τῷδε τῷ ἰχθύι. καὶ τὸ μὲν ὄνομα ἦν ὡς λόγος τοῦ ἁλιέως Ἐπωπεύς, ἦν δὲ ἐξ Ἰκάρου τῆς νήσου, καὶ υἱὸς αὐτῷ ἦν. ἀθηρίας οὖν ποτε γενομένης ἰχθύων, ἀνήγαγε τὸν βόλον μόνους θηράσαντα πομπίλους, οὕσπερ οὖν καὶ δεῖπνον σὺν τῷ παιδὶ ὁ Ἐπωπεὺς ἔθετο. οὐκ ἐς μακρὰν δὲ δίκη τιμωρὸς μετῆλθεν αὐτόν· τῇ γὰρ ἁλιάδι αὐτοῦ κῆτος ἐπελθὸν ἐν ὄψει τοῦ παιδὸς τὸν Ἐπωπέα κατέπιε. λέγουσι δὲ καὶ τοὺς δελφῖνας πολεμίους τῷ πομπίλῳ εἶναι, οὐ μὴν οὐδὲ ἐκείνους καλῶς ἀπαλλάττειν ὅταν αὐτοῦ γεύσωνται· σφαδάζουσι γὰρ παραχρῆμα καὶ ἐκμαίνονται, καὶ ἀτρεμεῖν ἀδυνατοῦντες ἐπὶ τοὺς αἰγιαλοὺς ἐκφέρονται, καὶ ἅπαξ ἐκβρασθέντες ὑπὸ τοῦ κύματος κορώναις τε εἰναλίαις καὶ λάροις δεῖπνόν εἰσιν. λέγει δὲ Ἀπολλώνιος ὁ Ῥόδιος ἢ Ναυκρατίτης ὅτι καὶ ἄνθρωπός ποτε οὗτος ἦν, καὶ ἐπόρθμευεν. ὁ δὲ Ἀπόλλων ἠράσθη κόρης, καὶ ἐπειρᾶτο αὐτῇ ὁμιλῆσαι· ἣ δὲ ἀποδιδράσκουσα ἦλθεν ἐς Μίλητον καὶ ἐδεήθη Πομπίλου τινὸς θαλαττουργοῦ, ἵνα αὐτὴν διαγάγοι τὸν πορθμόν· ὃ δὲ ὑπήκουσεν. ἐπιφανεὶς δὲ ὁ Ἀπόλλων τὴν μὲν κόρην ἁρπάζει, τὴν δὲ ναῦν λίθον ἐργάζεται, τὸν δὲ Πομπίλον ἐς τὸν ἰχθὺν τοῦτον μετέβαλεν.

被称为“引航鱼”(庞皮罗斯)的鱼,人们说它不仅属于波塞冬的圣物,亦是萨莫色雷斯诸神所爱之物。相传往昔曾有某位渔夫因这种鱼而遭受惩罚。据传这位渔夫名叫埃波培乌斯,来自伊卡罗斯岛,并育有一子。有一回遇到了鱼荒,他收起渔网,捕到的却唯有引航鱼,于是埃波培乌斯便与儿子将它们充作晚餐。然而未过多久,复仇的正义便追讨临头:一头海怪袭击了他的渔船,在儿子眼前将埃波培乌斯一口吞下。人们还说海豚亦是引航鱼的天敌,然而哪怕是海豚,在尝到这种鱼时也绝无好下场;因为海豚会立时抽搐狂暴,无法安顿,被冲刷到海滩上,一旦被波浪抛掷于岸上,便沦为海鸦和鸥鸟的美餐。罗得岛或诺克拉提斯的阿波罗尼奥斯说,此鱼曾经也是凡人,以摆渡为生。阿波罗爱上了一位少女并企图与她交合;少女逃窜至米利都,恳求一位名叫庞皮罗斯的水手载她横渡海峡,水手应允了。然而阿波罗显圣,夺走了少女,将船只化作顽石,并将庞皮罗斯变成了这种鱼。

§15.24

Ἰνδοὶ δὲ ἄρα καὶ περὶ τοὺς βοῦς τοὺς δρομικοὺς τίθενται σπουδήν. καὶ ὑπὲρ τῆς ὠκύτητος τῆς ἐκείνων ἁμιλλῶνται βασιλεύς τε αὐτὸς καὶ τῶν ἀρίστων πολλοί, καὶ ποιοῦνται ῥήτρας ἐπὶ χρυσίῳ παμπόλλῳ καὶ ἀργυρίῳ, καὶ οὐχ ἡγοῦνται αἰσχρὸν εἶναι ἐρίζεσθαι ὑπὲρ τῶνδε τῶν ζῴων, συνωρίζουσι δὲ αὐτοὺς ἄρα καὶ ὑπὲρ τῆς νίκης κυβεύουσιν. οἱ μὲν οὖν ἵπποι ζύγιοι θέουσιν, οἱ δὲ βοῦς παράσειροι, καὶ ἐγχρίμπτει τῇ νύσσῃ ὁ ἕτερος, καὶ δεῖ δραμεῖν σταδίους τριάκοντα. ἴσοι δὲ τοῖς ἵπποις οἱ βόες συνθέουσι, καὶ οὐκ ἂν ἀποκρίνειας τὸν ὠκύτερον οὔτε βοῦν οὔτε ἵππον. ἐὰν δέ ποτε ὁ βασιλεὺς πρός τινα ὑπὲρ τῶν ἑαυτοῦ βοῶν σύνθηται, ἐς τοσαύτην προχωρεῖ φιλονεικίαν, ὡς αὐτὸς ἐφʼ ἅρματος ἕπεσθαι, καὶ παρορμᾶν τὸν ἡνίοχον. ὃ δὲ ἄρα τοὺς μὲν ἵππους ἐξαιμάττει τῷ κέντρῳ, τῶν δὲ βοῶν τὴν χεῖρα ἀνέχει·3 ἀκέντητοι γὰρ θέουσι. τοσαύτη δέ ἐστι περὶ τὴν βοεικὴν ἅμιλλαν ἡ φιλοτιμία, ὡς μὴ μόνους τοὺς

印度人对善跑的牛亦倾注极大热忱。为了它们的奔行速度,国王本人与许多显贵竞相较量,押上大量金银立下契约,且不以为这些动物争胜为耻,而是将它们结成车驾,为胜利而博弈。马匹作为轭马奔跑,牛则作为骖马奔行,其中一头紧贴转向标,须奔跑三十斯塔德。牛与马齐头并进,人绝难分辨牛与马何者更迅捷。若国王有时为自己的牛与某人立下赌约,他便陷入极度的争强好胜之中,以至亲自乘车随行,催促御者。御者用刺棒将马匹刺得鲜血直流,却对牛收手不刺;因为它们无需催促便自行疾驰。人们对牛赛的热衷是如此之大,以至于不仅……

语法注3 条
  1. 15.21παντοῖοι ἐγένοντο οἱ Ἰνδοὶ δεόμενοι

    παντοῖος γίγνομαι 后接分词的惯用结构,意为“想方设法做某事”或“竭尽全力做某事”。形容词在句中作主语 οἱ Ἰνδοὶ 的表语。

  2. 15.22τὴν κάτω φέρεσθαι πτῆσιν

    在定冠词 τὴν 与名词 πτῆσιν 之间嵌入不定式短语 κάτω φέρεσθαι 的限定修饰结构,意为“处于低空飞行的飞行方式”,作动词 ἀπολείπουσι 的直接宾语。

  3. 15.24τῶν δὲ βοῶν τὴν χεῖρα ἀνέχει

    动词 ἀνέχω 此处意为“停手、克制”,属格 τῶν βοῶν 表示关涉或分离对象,整句表达“对牛收手(不施以鞭策)”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.21-15.24