- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.17-15.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述狮子与海豚间的神秘亲缘、剧毒腐蚀性毒蛇塞培冬的特征、陆龟交尾习性与雄龟所用之秘草催情物,以及源自尼巴斯无鸣公鸡的谚语。
φυσικὴ δὲ ἄρα ἦν τις κοινωνία καὶ συγγένεια λέοντι καὶ δελφῖνι ἀπόρρητος· οὐ γὰρ ὅτι βασιλεύουσιν ὃ μὲν τῶν χερσαίων ὃ δὲ τῶν ἐναλίων, τοῦτο ἀπόχρη,1 ἀλλὰ γάρ τοι κἂν τήκωνται προϊόντες ἐς γῆρας, ὃ μὲν τὸν χερσαῖον πίθηκον ἔχει φάρμακον, ὃ δὲ ἀναζητεῖ τὸν συμφυῆ. ὡς γάρ ἐστι καὶ ἐν θαλάττῃ πίθηκος, εἶπόν που· καὶ ἔστι καὶ τῷδε οὗτος ἀγαθόν, ὡς ἐκείνῳ ἐκεῖνος.
确实,狮子与海豚之间存在着某种自然的、不可言说的相通与亲缘。因为一者统治陆生动物、另一者统治海生动物,仅此尚不足够,而且即便当它们步入暮年而衰朽之时,前者将陆地上的猿猴视作解药,后者则寻觅海中的同类。因为海中亦有猿猴,正如我于某处所述;而此物之于后者,恰如彼物之于前者一般大有裨益。
ἔστι δὲ ἄρα ἐν τοῖς ἀδιηγήτοις καὶ ἀριθμοῦ περιττοτέροις καὶ σηπεδών, κακὸν ἑρπετόν· ὁμόχρουν τε εἶναι τῷ αἱμόρρῳ καὶ τήνδε φησὶ Νίκανδρος καὶ ἀδελφὴν κατὰ σχῆμα. καὶ τοῦτο ἐκεῖνος λέγει· ὠκυτέρα τε εἶναι δοκεῖ, παρίστησι δὲ καί τινα σμικρότητος φαντασίαν· γυρὸν γὰρ καὶ ἑλικτὸν πρόεισι τὸν οἶμον, καὶ μάλιστα ἐν τούτῳ διαψεύδεται τοὺς ὁρῶντας ὅση τὸ μέγεθός ἐστιν. δεινὸν δὲ ἄρα τὸ ἐξ αὐτῆς τραῦμα· πρόεισι γοῦν καὶ ὑποσήπει, καὶ τήν γε θῆρα τὴν προειρημένην ἀποδείκνυσι φερώνυμον. ὁ γοῦν ἰὸς ἐπὶ πᾶν ὠθεῖται τὸ σῶμα τάχει ἀμάχῳ, καὶ μέντοι καὶ ἡ θρὶξ καὶ ἐκείνη μυδῶσα ἀφανίζεται, λείβονται δὲ αἱ ὀφρῦς καὶ αἱ βλεφαρίδες, καὶ τοὺς ὀφθαλμοὺς ἀχλὺς κατέχει, καὶ ἔφηλοι γίνονται.
在无法尽述且不可胜数之物中,亦有名为塞培冬者,乃是一种恶毒的爬虫。尼坎德称此蛇与出血毒蛇皮色相同,在形态上亦如姐妹。他还说:它看似更为敏捷,且给人一种短小细微的错觉;因为它沿弯曲盘旋的小径前行,尤其以此在身形大小上蒙骗目睹之人。由此蛇造成的伤口委实可怖;毒势向前蔓延且自底层溃烂,正显明上述野兽名副其实。毒液以不可阻挡之势席卷全身,甚至连毛发亦腐烂脱落,眉毛与睫毛凋零,双眼被阴翳笼罩,且生出雀斑。
χερσαία χελώνη ζῷον λαγνίστατον, ἀλλὰ ὅ γε ἄρρην· ὁμιλεῖ δὲ ἡ θήλεια ἄκουσα. καὶ λέγει Δημόστρατος, ἀνήρ, ὡς λέγω καὶ τοῦτο, τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς γενόμενος ʽκαὶ οὔ τί που διὰ τοῦτο ἤδη τεκμηριῶσαι ἱκανός, δοκεῖ δέ μοι ἐπιστήμης τῆς ἁλιευτικῆς ἐς ἄκρον ἐλάσαι καὶ ὅσα ἔγνω εἰπεῖν κάλλιστα· εἰ δέ τί οἱ καὶ ἄλλο ἐσπούδασται τοῦδε σοβαρώτερον, καὶ σοφίας τῆς περὶ τὴν ψυχὴν προσέψαυσεν, οὐκ ἂν θαυμάσαιμἰ λέγει δὲ ὅδε ὁ ἀνήρ, ὑπὲρ ὅτου μὲν ἑτέρου τὴν ὁμιλίαν ἀναίνεται ἡ θήλεια οὐκ ἔχειν σαφῶς εἰδέναι, τεκμαίρεσθαι δὲ ἐκεῖνό φησιν. ἡ θήλεια οὐκ ἄλλως ὁμιλεῖ ἢ πρὸς τὸν ἄρρενα ὁρῶσα· καὶ ὁ μὲν ἐξέπλησε τὴν ἐπιθυμίαν κᾆτα ἀπηλλάγη, ἣ δὲ ἑαυτὴν ἐπιστρέψαι ἡκίστη ἐστὶ2 τῷ τε ὄγκῳ τοῦ χελωνίου καὶ ἐρεισθεῖσα ἐς τὴν γῆν. δεῖπνον οὖν ἕτοιμον ὑπὸ τοῦ γαμέτου καταλέλειπται τοῖς τε ἄλλοις ζῴοις καὶ οὖν καὶ τοῖς ἀετοῖς. αἱ μὲν οὖν ταῦτα ὀρρωδοῦσιν, ὡς ἐκεῖνος λέγει, οἵ γε μὴν ἄρρενες σωφρονούσας αὐτὰς καὶ τιθεμένας πρὸ τοῦ ἡδέος τὸ σωτήριον οὐκ ἔχουσιν ἀναπεῖσαι. οἳ δὲ φύσει τινὶ ἀπορρήτῳ ἴυγγα προσείουσιν ἐρωτικὴν καὶ δέους ἐπίληθον ἅπαντος. ἦσαν δὲ ἄρα ἐρωτικῶς ἐχούσης χελώνης ἴυγγες οὐκ ᾠδαὶ μὰ Δία, ὁποίας Θεόκριτος ὁ τῶν νομευτικῶν παιγνίων συνθέτης ληρεῖ, ἀλλʼ ἀπόρρητος πόα, ἧσπερ οὖν οὔτε ἐκεῖνος ὄνομα εἰδέναι φησίν, οὔτε ἄλλον ἐγνωκέναι ὁμολογεῖ· ἐοίκασι δὲ τῇ πόᾳ καλλωπίζεσθαι καί τινας ἀπορρήτους παλιώρας.3 εἰ γοῦν ἐκείνην διὰ στόματος ἔχοιεν, τὰ ἔμπαλιν γίνεται τῶν προειρημένων· θρύπτεται μὲν γὰρ ὁ ἄρρην, μεταθεῖ δὲ ἡ θήλεια ἡ τέως φεύγουσα νῦν φλεγομένη, καὶ ἐξοιστρᾶται καὶ ἱμείρει τῆς συνόδου· δέος δὲ ἐκείναις φροῦδόν ἐστι, καὶ ὑπὲρ ἑαυτῶν ὀρρωδοῦσιν ἥκιστα. Θεσσαλονίκῃ τῇ Μακεδονίτιδι χῶρός ἐστι γειτνιῶν καὶ καλεῖται Νίβας. οὐκοῦν οἱ ἐνταῦθα ἀλεκτρυόνες ᾠδῆς τῆς συμφυοῦς ἀμοιροῦσι καὶ σιωπῶσι πάντα πάντη. καὶ διαρρεῖ λόγος παροιμιώδης ἐπὶ τῶν ἀδυνάτων, ὃς λέγει ʽτότε ἂν ἔχοιτε τόδε τι, ὅταν Νίβας κοκκύσῃ.ʼ
陆龟乃极度贪欲之兽,然而此指雄龟而言;雌龟则违心交配。德摩斯特拉托斯——一位出身于罗马元老院之人,容我顺带一提(绝非因为这重身份他就足以提供确凿证据,但在我看来,他在捕鱼知识上已登峰造极,且能极优美地阐述己所深知;若他曾致力于比这更为严肃的其他学问,涉足关于灵魂的智慧,我亦不足为奇)——此人说,雌龟究竟因其他何种缘故拒绝交媾,他无法确切得知,但他声称推知了如下缘由。雌龟唯有面对雄龟方能交配;雄龟满足欲壑后便扬长而去,而雌龟受困于龟壳的沉重以及被压向地面的姿势,绝难自行翻身。于是,她便作为配偶留下的现成美餐,沦为其他动物尤其是雄鹰的猎物。他说,雌龟所畏惧的正是这些;然而雄龟却无法说服审慎自持、将保全自身置于享乐之上的雌龟。于是雄龟凭借某种神异的天性,施展出一种能令人忘却一切恐惧的情欲魔力。处于发情期的乌龟的魔力,凭宙斯起誓,绝非牧歌小品作者忒奥克里托斯胡诌的那类咒歌,而是一种神秘的药草,其名字他〔德摩斯特拉托斯〕既自称不知,亦不承认有任何人知晓;它们似乎以此草饰身,并促成某些秘密的逆转。若雄龟将此草含于口中,则前述之情形截然反转:雄龟故作矜持,而此前逃避的雌龟如今欲火中烧,紧追不舍,狂乱而渴望交配;恐惧从她们心中荡然无存,丝毫不再为己身担忧。 有一片与马其顿的塞萨洛尼基相邻的区域,名叫尼巴斯。此处的公鸡失去了天生的鸣啼,处处全然保持缄默。世间流传着一句针对不可能之事的谚语,说道:“唯有当尼巴斯啼鸣之时,你们方能得此物。”
- 15.17οὐ γὰρ ὅτι βασιλεύουσιν ὃ μὲν τῶν χερσαίων ὃ δὲ τῶν ἐναλίων, τοῦτο ἀπόχρη
名词性从句 ὅτι βασιλεύουσιν... 由指示代词 τοῦτο 复指,否定词 οὐ 否定主句动词 ἀπόχρη(足够),整体意为“因为一者统治陆生、另一者统治海生,仅此尚不足够”。它与后文的 ἀλλὰ γάρ τοι κἂν...(而且,即便……亦然)相呼应,强调两者的纽带远不止于统治领域的平行对应。
- 15.20ἣ δὲ ἑαυτὴν ἐπιστρέψαι ἡκίστη ἐστὶ
属于人称句构造,最高级形容词 ἡκίστη 与阴性主语 ἣ(雌龟)性数一致,并带不定式 ἑαυτὴν ἐπιστρέψαι,意为“她绝难自行翻身”。这是用来替代非人称句(ἥκιστόν ἐστιν 加上对格与不定式)以凸显主语的古典表达法。
- 15.20ἐοίκασι δὲ τῇ πόᾳ καλλωπίζεσθαι καί τινας ἀπορρήτους παλιώρας
中动态/被动态不定式 καλλωπίζεσθαι(以……修饰自身/自夸)接与格 τῇ πόᾳ(以该草),后接罕见词 παλιώρας(源自 πάλιν,意指“反转、变心、逆转”,作宾语或内宾语)。全句理解为“它们似乎以此草修饰自身,并促成某些秘密的反转”。
