← 克劳狄乌斯·埃利安

论动物的本性

§15.1

马其顿阿斯特拉埃俄斯河的毛钩钓法

记述马其顿阿斯特拉埃俄斯河上的飞蝇钓法,详细描写了该河中的斑纹鱼、其捕食的昆虫马尾蝇,以及人造毛钩的制作与诱捕过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

θήραν ἰχθύων Μακέτιν ἀκούσας οἶδα, καὶ ἥδε ἡ θήρα ἐστί. Βεροίας τε καὶ Θεσσαλονίκης μέσος ῥεῖ ποταμὸς ὄνομα Ἀστραῖος. εἰσὶν οὖν ἐνταῦθα ἰχθύες τὴν χρόαν κατάστικτοι· τίνας δὲ αὐτοὺς οἱ ἐπιχώριοι καλοῦσι, Μακεδόνας ἐρέσθαι λῷόν ἐστιν.1 οὐκοῦν οὗτοι ποιοῦνται τροφὴν μυίας ἐπιχωρίους ἐν τῷ ποταμῷ πετομένας οὐδέν τι ταῖς ἀλλαχόθι μυίαις προσεικασμένας οὐδὲ μὴν σφηκῶν ὄψει παραπλησίας, οὐδʼ ἂν εἴποι τις ταῖς καλουμέναις ἀνθηδόσι τὴν μορφὴν εἰκότως ἂν ἀντικρίνεσθαι τοῦτο τὸ ζῷον2 οὐδὲ ταῖς μελίτταις αὐταῖς· ἔχει δέ τινα τῶν προειρημένων ἑκάστου μοῖραν ἰδίαν. ἔοικεν οὖν τὸ μὲν θράσος μυίᾳ, τὸ δὲ μέγεθος εἴποις ἂν ἀνθηδόνα, σφηκὸς δὲ τὴν χρόαν ἀπεμάξατο, βομβεῖ δὲ ὡς αἱ μέλιτται. καλοῦσι δὲ ἵππουρον αὐτὴν πᾶν ὅσον ἐστὶν ἐπιχώριον. ἐκζητοῦσιν οὖν ἐπικείμεναι τῷ ῥεύματι τροφὴν τὴν ἑαυταῖς φίλην, οὐ μὴν δύνανται τοὺς ὑπονηχομένους λαθεῖν ἰχθύας. ὅταν οὖν αὐτῶν ἐπιπολάζουσαν τὴν μυῖαν θεάσηταί τις, ἡσυχῆ καὶ ὕφυδρος νέων ἔρχεται, κινῆσαι τὸ ἄνω δεδοικὼς ὕδωρ, ἵνα μὴ σοβήσῃ τὸ θήραμα. εἶτα ἐλθὼν πλησίον κατὰ τὴν σκιὰν αὐτῆς, ὑποχανὼν κατέπιε τὴν μυῖαν, ὡς οἶν ἐξ ἀγέλης λύκος ἁρπάσας ἢ χῆνα ἐξ αὐλῆς ἀετός· καὶ τοῦτο δράσας ὑπεσῆλθε τὴν φρίκην. ἴσασιν οὖν οἱ ἁλιεῖς τὰ πραττόμενα, καὶ ταῖσδε μὲν ταῖς μυίαις ἐς δέλεαρ τῶν ἰχθύων χρῶνται οὐδὲ ἕν·3 ἐὰν γὰρ αὐτῶν προσάψηται χεὶρ ἀνθρωπίνη, ἀφῄρηνται μὲν τὴν χρόαν τὴν συμφυῆ, μαραίνεται δὲ αὐταῖς τὰ πτερὰ καὶ ἄβρωτοι γίνονται τοῖς ἰχθύσι, καὶ διὰ ταῦτα οὐ προσίασιν αὐταῖς, ἀπορρήτῳ φύσει τὰς ᾑρημένας μεμισηκότες· σοφίᾳ δʼ οὖν περιέρχονται τοὺς ἰχθῦς ὑδροθηρικῇ, δόλον αὐτοῖς ἐπινοήσαντες οἷον. τῷ ἀγκίστρῳ περιβάλλουσιν ἔριον φοινικοῦν, ἥρμοσταί τε τῷ ἐρίῳ δύο πτερὰ ἀλεκτρυόνος ὑπὸ τοῖς καλλαίοις πεφυκότα καὶ κηρῷ τὴν χρόαν προσεικασμένα· ὀργυιᾶς δὲ ὁ κάλαμός ἐστι,4 καὶ ἡ ὁρμιὰ δὲ τοσοῦτον ἔχει τὸ μῆκος. καθιᾶσιν οὖν τὸν δόλον, ἑλκόμενος δὲ ὑπὸ τῆς χρόας ὁ ἰχθὺς καὶ οἰστρώμενος ἀντίος ἔρχεται, καὶ θοίνην ὑπολαμβάνων ἐκ τοῦ κάλλους τῆς ὄψεως ἕξειν θαυμαστήν, εἶτα μέντοι περιχανὼν ἐμπαλάσσεται τῷ ἀγκίστρῳ, καὶ πικρᾶς τῆς ἑστιάσεως ἀπολέλαυκεν ᾑρημένος.5

我由传闻得知一种马其顿的捕鱼法,其法如下。在贝罗埃亚与帖撒罗尼迦之间流淌着一条名为阿斯特拉埃俄斯的河流。河中有体色斑驳的鱼;当地人如何称呼它们,最好去询问马其顿人。这些鱼以在河面飞舞的当地蝇类为食,这种蝇丝毫不像别处的蝇类,也绝非貌似黄蜂;谁也不能说这种生物的形貌能合理地与所谓的拟蜂或蜜蜂本身相比拟;但它却拥有上述每一物种各自的某种特质。在鲁莽上它似蝇,在体形上你可称之为拟蜂,在体色上它仿如黄蜂,振翅鸣声又如蜜蜂。当地居民一概称其为马尾蝇。它们盘旋于水流之上,寻觅心仪的食粮,却绝难逃过在下方游弋之鱼类的注视。每当有鱼瞥见这蝇浮于水表,便在水下悄无声息地游来,生怕扰动上方水流而惊走猎物。随后游至其阴影近旁,自下张开大口吞下这只蝇,宛如恶狼自羊群中叼走绵羊,或雄鹰自庭院中攫走家鹅;事毕之后,它便潜入涟漪深处。渔夫们熟知此间情状,却绝不用这种蝇充当捕鱼的诱饵。盖因若沾染人之手,它们与生俱来的色泽便被剥除,双翅亦随之枯萎,令鱼类无法下咽,鱼因此不会近前,以其隐秘的天性厌弃已被捕捉之物。于是渔夫们施展水捕的机智以智取游鱼,为其设下如下巧计:他们在鱼钩上缠裹深红色的羊毛,并在羊毛上固定两根生于公鸡肉髯之下、色似蜂蜡的羽毛。钓竿长一寻,钓线亦等长。他们垂下这拟饵,鱼为这色彩所吸引而激动前冲,以为从那美丽的外貌中将享有一顿美餐,随后一口咬住,便被鱼钩钩住,遭到捕获,享受了一场苦涩的宴席。

语法注5 条
  1. 15.1τίνας δὲ αὐτοὺς οἱ ἐπιχώριοι καλοῦσι, Μακεδόνας ἐρέσθαι λῷόν ἐστιν

    间接疑问从句 τίνας... καλοῦσι(当地人如何称呼它们)前置,充当主语不定式 ἐρέσθαι 的宾语。整句的骨干为“[带从句的不定式短语] + λῷόν ἐστιν”(询问……是更好的)。

  2. 15.1οὐδʼ ἂν εἴποι τις ταῖς καλουμέναις ἀνθηδόσι τὴν μορφὴν εἰκότως ἂν ἀντικρίνεσθαι τοῦτο τὸ ζῷον

    主句使用 ἄν+希求法表潜势(οὐδʼ ἂν εἴποι τις,“谁也不能说”),后接宾格加不定式结构(τοῦτο τὸ ζῷον 作主语,ἀντικρίνεσθαι 作不定式);ἀνθηδόσι 为与格复数。修饰不定式的第二个 ἄν 构成重复 ἄν 现象,强调间接引语中的潜势意味。

  3. 15.1ταῖσδε μὲν ταῖς μυίαις ἐς δέλεαρ τῶν ἰχθύων χρῶνται οὐδὲ ἕν

    οὐδὲ ἕν 充当动词 χρῶνται 的副词性(或内动)宾格,表示强烈的否定(“丝毫没有”、“绝不”)。与格 ταῖσδε ταῖς μυίαις 是 χρῶμαι 的宾语,ἐς δέλεαρ 则是表示目的的介词短语(“作为诱饵”)。

  4. 15.1ὀργυιᾶς δὲ ὁ κάλαμός ἐστι

    ὀργυιᾶς 为度量属格(genitive of measure),与 ἐστί 连用作表语,意为“钓竿有(一寻之)长”。

  5. 15.1πικρᾶς τῆς ἑστιάσεως ἀπολέλαυκεν ᾑρημένος

    动词 ἀπολαύω 通常后接属格(此处为 πικρᾶς τῆς ἑστιάσεως),意为“享受、受惠于”,此处则反讽地表示被捕后所品尝到的“苦果”或“苦涩的宴席”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.1