← 克劳狄乌斯·埃利安

论动物的本性

§15.13-15.16

出血毒蛇与印度异兽搏斗

叙述了出血毒蛇的习性、剧毒症状及卡诺波斯与海伦的轶事,记载了献给印度国王的珍禽异兽及一年一度的有角兽与象斗竞技,并引述泰奥弗拉斯托斯关于蝰蛇产仔的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.13

ὁ δὲ αἱμόρρους ʽεἴη δʼ ἂν γένος ἔχεως οὗτοςʼ μάλιστα ἐν τοῖς πετρώδεσι χηραμοῖς ἤθη τε ἔχει καὶ διατριβάς. μῆκός τε σώματος εἴληχε πόδα,1 πλάτος δὲ ἐξ εὐρείας τῆς κεφαλῆς μείουρος κάτεισιν ἔστε ἐπὶ τὴν οὐράν· καὶ πῇ μὲν φλογώδης ἰδεῖν ἐστι, πῇ δὲ δεινῶς μέλας· φρίττει δὲ τὴν κεφαλὴν οἱονεὶ κέρασί τισιν. ἕρπει δὲ ἥσυχος ἐπιθλίβων τὰς τῆς νηδύος φολίδας, λοξὸν δὲ οἶμον πρόεισιν. ἠρέμα οὖν ὑπηχεῖ, ὡς καταγνῶναι νωθείαν αὐτοῦ καὶ οὐδένειαν. δακὼν δὲ νύγμα ἐργάζεται, καὶ τοῦτό γε ἰδεῖν ἐστι παραχρῆμα κυανοῦν, καρδιώττει γε μὴν ὁ πληγεὶς μάλα οἴκτιστα, ἐκκρίνει δὲ ἡ γαστὴρ ὀχετούς. νὺξ δὲ ἀφίκετο ἡ πρώτη, καὶ αἷμα ἐκρεῖ διά τε ῥινῶν καὶ αὐχένος καὶ μέντοι καὶ διʼ ὤτων σὺν ἰῷ χολώδει, οὖρα δὲ ἀφίησιν ὕφαιμα ἡ κύστις. εἰ δὲ καὶ ὠτειλαί εἰσί τινες παλαιαὶ περὶ τὸ σῶμα, ῥήγνυνται καὶ αὗται. εἰ δὲ θῆλυς αἱμόρρους κρούσει τινὶ μεθίησιν ἐκ τῶν ὀνύχων ἄκρων, καὶ ἐς τὰ οὖλα ὁ ἰὸς ἀναθεῖ, καὶ αἷμα ἐκχεῖται πάμπολυ, καὶ ἐκθλίβονται τῶν οὔλων οἱ ὀδόντες. τούτῳ φασὶ τῷ θηρίῳ περιπεσεῖν ἐν Αἰγύπτῳ τὸν τοῦ Μενέλεω κυβερνήτην Κάνωβον Θώνιδος βασιλεύοντος, καὶ συνεῖσαν τὴν Ἑλένην τοῦ δακέτου τὴν ἰσχὺν κατάξαι μὲν αὐτοῦ τὴν ῥάχιν, ἐξελεῖν δὲ τὸ φάρμακον. ἐς τίνα δὲ ἄρα χρείαν ἔσπευσε λαβεῖν τὸ θησαύρισμα τοῦτο, οὐκ οἶδα.

另一方面,出血毒蛇(这应是一种蝰蛇)主要在岩石缝隙中安居和栖息。其体长得有一尺,其身宽自宽扁的头部向下渐趋尖细,直至尾端;在外观上,其身某些部分如火焰般赤红,某些部分则漆黑异常;头部耸立着宛如角状之突起。它贴伏着腹部的鳞片悄然爬行,沿蜿蜒的小径前行。因此它发出的声响极为微弱,以致人们会断定它迟钝而无能。然而它一旦咬人,便造成创口,这伤口肉眼可见立即化为青黑;被咬者更遭受极其可怜的心窝剧痛,肠胃如沟渠决堤般剧烈泄泻。第一夜降临之时,血液夹杂着胆汁般的毒液从鼻孔、喉咙乃至耳孔中流出,膀胱则排出带血的尿液。若身体上留有任何陈旧疤痕,亦会纷纷裂开。若雌性出血毒蛇在一击之下从毒牙尖端注出毒汁,毒液便窜入牙龈,大量鲜血喷涌而出,牙齿亦从牙龈中被挤压脱落。人们说,墨涅拉俄斯的舵手卡诺波斯曾在托尼斯为王统治埃及时遭遇此兽,海伦察觉到这噬人之物的剧毒威能,遂折断其脊骨,取出其毒药。然而她究竟是为了何种需要才急于获取这份珍宝,我便不得而知了。

§15.14

κομίζουσι δὲ ἄρα τῷ σφετέρῳ βασιλεῖ οἱ Ἰνδοὶ τίγρεις πεπωλευμένους καὶ τιθασοὺς πάνθηρας καὶ ὄρυγας τετράκερως, βοῶν δὲ γένη δύο, δρομικούς τε καὶ ἄλλους ἀγρίους δεινῶς. ἐκ τούτων γε τῶν βοῶν καὶ τὰς μυιοσόβας ποιοῦνται, καὶ τὸ μὲν ἄλλο σῶμα παμμέλανές εἰσιν οἵδε, τὰς δὲ οὐρὰς ἔχουσι λευκὰς ἰσχυρῶς. καὶ περιστερὰς ὠχρὰς κομίζουσιν, ἅσπερ οὖν καὶ λέγουσι μήτε ἡμεροῦσθαι μήτε ποτὲ πραΰνεσθαι, καὶ ὄρνιθας δέ, οὓς κερκορώνους φιλοῦσιν ὀνομάζειν, καὶ κύνας γενναίους, ὑπὲρ ὧν ἄνω μοι λέλεκται, καὶ πιθήκους λευκοὺς καὶ μελαντάτους ἄλλους· τοὺς γάρ τοι πυρροὺς ὡς γυναιμανεῖς ἐς τὰς πόλεις οὐκ ἄγουσιν, ἀλλὰ καί ποθεν ἐπιπηδήσαντες ἀναιροῦσιν, ὡς μοιχοὺς μεμισηκότες.

印度人会向自己的君王进献调教得当的虎、温驯的豹、四角羚,以及两种牛类:一种是善奔跑者,另一种则极凶猛。人们亦用这些牛制作拂尘;这些牛除身躯其他部位通体漆黑外,尾巴却极其洁白。他们还进献苍黄色的鸽子——人们称这种鸽子既无法被驯养,亦永无可能变得温驯;此外还有被他们惯称为“长尾鸦”的鸟雀、我此前已叙述过的名贵猎犬,以及白色和另一种纯黑的猿猴;至于红色的猿猴,人们因其好色如狂而不带入城邦,反而自某处猛扑而上将其捕杀,如痛恨奸夫般厌恶它们。

§15.15

Ἰνδῶν δὲ ὁ μέγας βασιλεὺς μιᾶς ἡμέρας ἀνὰ πᾶν ἔτος ἀγωνίας προτίθησι τοῖς τε ἄλλοις ὅσοις εἶπον ἑτέρωθι, ἐν δὲ τοῖς καὶ ζῴοις ἀλόγοις, ἀλλὰ ἐκείνοις γε ὧν ἐκπέφυκε κέρατα. κυρίττει δὲ ταῦτα ἄλληλα, καὶ φύσει τινὶ θαυμαστῇ μέχρι νίκης ἁμιλλᾶται, ὥσπερ οὖν ἀθληταὶ ἢ ὑπὲρ ἄθλων μεγίστων ἰσχυριζόμενοι ἢ ὑπὲρ κλέους σεμνοῦ καὶ φήμης τινὸς ἀγαθῆς. εἰσὶ δὲ οἱ ἀγωνισταὶ οἵδε οἱ ἄλογοι ταῦροί τε ἄγριοι καὶ κριοὶ ἥμεροι καὶ οἱ καλούμενοι μέσοι καὶ ὄνοι μονόκερῳ καὶ ὕαιναι. φασὶ δὲ εἶναι τοῦτο τὸ ζῷον δορκάδος μὲν ἧττον, ἐλάφου δὲ πολλῷ θρασύτερον καὶ θυμούμενον ἐς κέρας.2 εἶτα ἐπὶ πᾶσιν οἱ ἐλέφαντες ἀγωνισταὶ παρίασιν· προχωροῦσι δὲ οὗτοι καὶ μέχρι θανάτου τιτρώσκοντες ἀλλήλους τοῖς κέρασιν, καὶ πολλάκις μὲν ὁ ἕτερος κρατεῖ καὶ ἀποκτείνει τὸν ἀντίπαλον, πολλάκις δὲ καὶ συναποθνήσκουσιν.

印度的伟大君王在每年之中的一天,不仅为我在别处提及的其他人设立竞技,亦在无理性的动物之间举办角逐,然而仅限于那些生有头角之兽。它们彼此以角相抵,以某种奇妙的天性奋战至决出胜负,宛如为了至高奖赏或崇高声望与善名而全力拼搏的角力健儿。这些无理性的竞技者包括野牛、驯养的公羊、所谓的中间者、独角野驴以及鬣狗。人们说这种兽虽比瞪羚小,却远比鹿更为凶悍,且将狂怒倾注于双角之中。随后,在所有兽类之后,大象作为竞技者登场;它们甚至厮杀至死,以象牙刺伤彼此,往往是一方压倒并杀死对手,但亦常有同归于尽之情状。

§15.16

Θεόφραστος οὔ φησι τοῦ ἔχεως τὰ βρέφη διεσθίειν τῆς μητρὸς τὴν γαστέρα, ὥσπερ οὖν θυροκοποῦντα, ἵνα τι καὶ παίσω, καὶ ἐξαράττοντα πεφραγμένην ἔξοδον, ἀλλὰ τοῦ θήλεος θλιβομένου καὶ τῆς γαστρός οἱ στεινομένης ʽὉμηρείως δὲ εἶπονʼ, τὴν δὲ οὐκ ἀντέχειν ἀλλὰ διαρρήγνυσθαι.3 καί με πείθει λέγων, ἐπεί τοι καὶ θαλάττιαι βελόναι ἄκολποί τε οὖσαι καὶ λεπταὶ ὅτι τὰ αὐτὰ πάσχουσιν ὑπὸ τῶν σφετέρων βρεφῶν καὶ ἐκεῖναι ἄνω που τῶν λόγων εἶπον. Ἡρόδοτον δὲ ἀξιῶ μή μοι μηνίειν, εἰ μύθοις ἐγγράφω ὅσα ὑπὲρ τῆς τῶν ἔχεων ὠδῖνος ᾅδει.

泰奥弗拉斯托斯说,蝰蛇的幼体并非咬破母亲的腹部——容我稍作戏言,仿佛在敲门并砸碎被紧闭的出口一般——而是当雌蛇遭受挤压、其腹腔收缩狭窄之时(我在此借用了荷马式的表达),腹部无法承受而破裂开来。他说此话令我信服,因为在本书上文某处我亦曾说过,海针鱼因体无育儿囊且细长,亦同样遭受其幼体的这般折磨。若我将希罗多德关于蝰蛇分娩所咏唱的一切归入神话,我恳请他不致对我怀恨。

语法注3 条
  1. 15.13μῆκός τε σώματος εἴληχε πόδα

    μῆκος(长度)在此作关系宾格(指定宾格),而 πόδα(一尺)则作为 εἴληχε(λαγχάνω 的完成时)的直接宾格(或内宾格),意为“在体长方面得有一尺之长”。

  2. 15.15θυμούμενον ἐς κέρας

    此为古希腊以来的习语(亦见于欧里庇得斯《酒神伴侣》743行,以及维吉尔《埃涅阿斯纪》12.104之 irasci in cornua),字面意为“向角中发怒”,形象地描绘了兽类在争斗前将全身怒气与力量积聚于双角以备冲撞的姿态。

  3. 15.16τὴν δὲ οὐκ ἀντέχειν ἀλλὰ διαρρήγνυσθαι

    在前面的属格绝对结构(τοῦ θήλεος θλιβομένου καὶ τῆς γαστρός οἱ στεινομένης)之后,由 ἀλλά 引出受主句否定动词 οὔ φησι 统辖的“宾格加不定式”结构。其中作不定式主语的 τὴν δέ 指代前文的属格名词 τῆς γαστρός,具有指示代词性质,表对比强调:“母腹自身无法承受,反而破裂”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.13-15.16