- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:15.11-15.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了陆生黄鼠狼的神话渊源、嗜食死尸眼目的习性及其巫术效用,兼叙同名鱼类的特征与潜水者的防范之策,随后描绘了伊斯特利亚海双壳蚌类以壳为舟与帆进行浮游航行的奇特习性。
ἡ χερσαία γαλῆ ὅτι ἦν ἄνθρωπος ἤκουσα· καὶ ὅτι τοῦτο ἐκαλεῖτο, καὶ ὅτι ἦν γόης καὶ φαρμακίς, καὶ ὅτι δεινῶς ἀκόλαστος ἦν καὶ ἀφροδίτην παράνομον ἐνόσει,1 καὶ ταῦτα ἐς ἀκοὴν τὴν ἐμὴν ἀφίκετο· καὶ ὡς ἐς τοῦτο τὸ ζῷον τὸ κακὸν ἔτρεψεν αὐτὴν Ἑκάτης τῆς θεοῦ μῆνις οὐδὲ τοῦτό με λέληθεν. ἡ μὲν οὖν θεὸς ἵλεως ἔστω· μύθους δὲ ἐῶ καὶ μυθολογίαν ἄλλοις. ὅτι δέ ἐστι θηρίον ἐπιβουλότατον, καὶ νεκροῖς ἀνθρώποις ἐπιτίθενται γαλαῖ, καὶ μὴ φυλαττομένοις ἐπιπηδῶσι, καὶ συλῶσι τοὺς ὀφθαλμοὺς καὶ ἐκροφοῦσι, δῆλόν ἐστι. φασὶ δὲ καὶ ὄρχεις γαλῆς γυναικὶ κατʼ ἐπιβουλὴν ἢ ἑκούσῃ περιαφθέντας ἐπίσχειν τοῦ ἔτι μητέρα γίνεσθαι, καὶ ἀναστέλλειν μίξεως. σπλάγχνα δὲ γαλῆς σκευασίαν τινὰ προσλαβόντα, ἣν ἴστωσαν οἱ σοφοὶ ταῦτα, καὶ ἐς οἶνον ἐμβληθέντα κατʼ ἐπιβουλήν, φιλίαν ὡς λόγος διίστησι, καὶ ἡνωμένην τέως εὔνοιαν διακόπτει. καὶ ὑπὲρ μὲν τούτων τοὺς γόητάς τε καὶ φαρμακέας Ἄρει φίλῳ κολάζειν καὶ δικαιοῦν καταλείπωμεν. εἴη δʼ ἂν καὶ ἰχθὺς γαλῆ, σμικρὸς οὗτος, καὶ οὐδέν τι κοινὸν πρὸς τοὺς καλουμένους γαλεοὺς ἔχων. οἱ μὲν γάρ εἰσι σελάχη καὶ πελάγιοι, καὶ ἐς μέγεθος προήκοντες εἶτα μέντοι κυνὶ ἐοίκασιν· ἡ γαλῆ δέ, φαίης ἂν αὐτὴν εἶναι τὸν καλούμενον ἥπατον. ἰχθὺς δὲ ἔστιν αὕτη βραχύς, καὶ τὼ ὀφθαλμὼ ἐπιμέμυκε· κόρας δὲ ἔχει κυανοῦ χρόᾳ προσεικασμένας. καὶ τὸ μὲν γένειον ἔχει τοῦ ἡπάτου μεῖζον, ἡττᾶται δὲ αὖ πάλιν τοῦ χρέμητος κατά γε τοῦτο. πετραίαν δὲ οὖσαν τὴν γαλῆν καὶ νεμομένην φυκία ἀκούω πάντων σωμάτων οἷς ἂν νεκροῖς ἐντύχῃ τοὺς ὀφθαλμοὺς καὶ ταύτην ὡς τὴν χερσαίαν ἐσθίειν. χρῶνται δὲ αὐτῇ ἐς τὰ ὅμοια ἁλιεῖς ὅσοι κατὰ τοὺς Ἠπειρώτας φαρμακεύουσι πονηροὶ καὶ οὗτοι σοφισταὶ κακῶν. ἐπεὶ δὲ ὠμοβόρον ἐστὶ τὸ τῶν ἰχθύων τῶνδε φῦλον, πᾶν τὸ ταῖς ὑδροθηρίαις γένος συμβιοῦν καὶ τὰς ὑποδύσεις τὰς κατωτάτω μετιὸν μελαίνουσι2 τὰς ἑαυτῶν βάσεις καὶ τὰ κοῖλα τῶν χειρῶν, ἀφανίζειν πειρώμενοι τὴν ἐξ αὐτῶν αὐγήν· τὰ γάρ τοι τῶν ἀνθρώπων μέλη, ὡς ὅτι μάλιστα ἐκλάμποντα ἐν τῷ ὕδατι, ἐφολκὰ τῶν ἰχθύων τούτων ἐστίν.
我听闻陆生黄鼠狼曾是人类:她本被如此称呼,且是个妖人与毒女,极度放荡并沉溺于非法的淫欲之疾中——这些事亦传入了我的耳中;赫卡忒女神的愤怒将她变为这等恶兽,此事亦未为我所不知。愿女神垂怜赐福;至于神话与敷演神话之事,我留给他人。然而,它是一种极具奸险的兽类,黄鼠狼会攻击死去的人类,若未被看守便扑上去,夺取并吞吸其眼目,这却是显而易见的。人们还说,若将黄鼠狼的睾丸出于恶意或经〔她〕自愿绑在妇女身上,便能阻止她再为人母,并遏止其交合。黄鼠狼的内脏经过某种配制——那种配制就让通晓此类事的智者去知晓吧——并出于奸计投入酒中,据传说便能离间友谊,斩断此前紧密的恩义。关于这些事,就让我们把妖人与巫师们交由亲爱的阿瑞斯去惩罚和裁决吧。还有一种被称为黄鼠狼的鱼,体型微小,与那些被称为角鲨的鱼类绝无共同之处。因为后者属软骨鱼且居于远海,体型庞大,外形更似犬;至于这种黄鼠狼鱼,你或可称其为所谓的赫帕托斯鱼。它是一种短小的鱼,双目紧闭,瞳孔如同深青之色。其须比赫帕托斯鱼大,但在此点上又不及克雷梅斯鱼。这种居于岩礁、以海藻为食的黄鼠狼鱼,我听闻它亦同陆生黄鼠狼一样,凡遇见尸首便吞食其眼睛。那些如厄庇鲁斯人般行巫术的渔夫——这些行恶的邪恶方士——亦出于类似目的而使用它。由于这类鱼的部族嗜食生肉,那些以潜水捕捞为生并潜入最深水底的所有部族,便将自己的脚底与手掌涂黑,试图消除其散发的光泽;因为人的肢体在水中发出的极亮光芒,最易招引这些鱼群。
χῆμαι δὲ θαλάττιαι ζῷόν εἰσι καὶ αὗται διάφορον· αἳ μὲν γὰρ αὐτῶν τραχεῖαι πεφύκασιν, αἳ δὲ λεῖαι πάνυ· καὶ τὰς μὲν τοῖς δακτύλοις πιέσας συνθλάσεις, τὰς δὲ συντρίψεις λίθῳ· καὶ αἳ μὲν αὐτῶν μελάνταται τὴν χρόαν εἰσίν, αἳ δέ, ἀργύρῳ φαίης ἂν αὐτὰς προσεοικέναι, αἳ δὲ ἀνακραθείσας περίκεινται τὰς χρόας τὰς προειρημένας. γένη δὲ αὐτῶν διάφορα καὶ εὐναὶ πάνυ ποικίλαι· αἳ μὲν γὰρ ἐν ταῖς ψάμμοις κεῖνται διεσπαρμέναι ταῖς τῶν αἰγιαλῶν, διαναπαύονταί τε κατὰ τῆς ἰλύος, αἳ δὲ ὑπόκεινται τῷ βρύῳ, αἳ δὲ εἰλημμέναι τῶν σπιλάδων εἶτα αὐταῖς προσέχονται μάλα ἐγκρατῶς. ἐν δὲ τῇ καλουμένῃ Ἰστριάδι θαλάττῃ αἵδε αἱ χῆμαι κατὰ τὴν ὥραν τὴν θέρειον, ὑπαρχομένου τοῦ ἀμήτου, δίκην ἀγέλης ἀλλήλαις συμφέρονται, καὶ ἀναπλέουσι κούφως, τά γε πρῶτα βαρεῖαί τε καὶ ἐπαχθεῖς οὖσαι καὶ οὐκ ἀναπλεύσασαι, ἀλλὰ τηνικάδε οὐκέτι τοιαῦται. ἀποδιδράσκουσι δὲ τὸν νότον, καὶ φεύγουσι τὸν βορρᾶν, καὶ οὐδὲ τὸν εὖρον ἀνέχονται. χαίρουσι δὲ ἀκύμονι θαλάττῃ, καὶ ζεφύρου καταπνεούσαις αὔραις ἡδείαις τε καὶ μαλακαῖς. ὑπὸ ταύταις οὖν τοὺς ἑαυτῶν εἰλυοὺς ἐκλιποῦσαι, μεμυκυῖαί τε καὶ κατάκλειστοι ἔτι, ἀνίασιν ἐκ τῶν μυχῶν, καὶ ἀκύμονος οὔσης τῆς θαλάττης νέουσι· καὶ τότε ἀνοίξασαι τὰς ἑαυτῶν στέγας ἐκκύπτουσιν, ὡς ἐκ τῶν ἰδίων θαλάμων αἱ νύμφαι ἢ τὰ ῥόδα πρὸς τὴν εἵλην ὑπαλεανθέντα καὶ ἐκκύψαντα τῶν καλύκων. οὐκοῦν κατὰ μικρὰ ὑποθαρροῦσαι, καὶ μάλα γε ἀσμένως ἡσυχάζουσι καὶ ἀτρεμοῦσι τὸν ἑταῖρον ἄνεμον προσδεχόμεναι, καὶ τὸν μὲν ὑπεστόρεσαν χιτῶνα, τὸν δὲ ὤρθωσαν,3 καὶ πλέουσι τῷ μὲν ἱστίῳ αἱ χῆμαι, τῷ δὲ σκάφει χρώμεναι. καὶ προΐασι μὲν τὸν τρόπον τοῦτον, ἡσυχίας οὔσης καὶ εὐδίας (οὐδὲν φαίης ἂν μακρόθεν ἰδὼν ἢ νηΐτην στόλον εἶναι)· ἐὰν δὲ αἴσθωνται νεὼς ἐπίπλουν ἢ ἔφοδον θηρίου ἢ νῆξιν ἰχθύος ἁδροῦ, ἑαυτὰς ὑφʼ ἑνὶ κρότῳ τῶν ὀστράκων πτύξασαι, κατώλισθόν τε ἀθρόαι καὶ ἠφανίσθησαν.
海中的双壳蚌类亦是多种多样的生物:它们之中有的生来粗糙,有的则极光滑;有的你用手指挤压便能捏碎,有的则须用石头砸碎;有的色泽极黑,有的你会说宛如白银,有的则兼具上述混合之色。它们的种类各异,栖居之所亦大不相同:有的散落在海滩的沙中,歇息于泥泞之上;有的隐藏在海藻之下;有的攀附于礁石上,牢牢地紧贴其上。在所谓的伊斯特利亚海中,这些蚌类在夏季、麦收伊始之时,如畜群般汇聚一处,轻盈地漂浮而起;起初它们沉重笨拙而不能浮起,但此时却不再如此。它们逃避南风,躲避北风,连东风亦无法忍受。它们喜好无浪之海,以及西风吹拂下的甘美柔和之微风。在这微风之下,它们离开自己的穴居,依然紧闭封合着,从深处升起,在风平浪静的大海上浮游;此时它们打开自己的顶盖探出头来,宛如自幽居中步出的新娘,或如在阳光照耀下微暖而自花萼中探出的玫瑰。它们逐渐鼓起勇气,极其欣然地平静安止,静待顺风的到来;它们将一层衣衫垫在下方,将另一层竖立起来,蚌类以其一为帆,以其一为舟而扬帆航行。在风平浪静、天气晴好之时,它们便以此方式前行(自远处望去,你会说这分明就是一支舰队);但若它们觉察到船只逼近、海兽袭来或大鱼游弋,便在双壳合拢的一声脆响中缩紧自身,齐刷刷地滑入深处而消逝无踪。
- 15.11ἀφροδίτην παράνομον ἐνόσει
ἀφροδίτην 作动词 ἐνόσει(源自 νοσέω,“患病”)的同族宾格(或内向宾格),意为“患有非法的淫欲之疾”。
- 15.11πᾶν τὸ ταῖς ὑδροθηρίαις γένος συμβιοῦν καὶ τὰς ὑποδύσεις τὰς κατωτάτω μετιὸν μελαίνουσι
主语为中性单数集合名词短语 πᾶν τὸ ... γένος(“……的所有部族”),而谓语动词 μελαίνουσι 采用了第三人称复数,属于按意义一致(constructio ad sensum)的语法现象。
- 15.12τὸν μὲν ὑπεστόρεσαν χιτῶνα, τὸν δὲ ὤρθωσαν
不定过去时动词 ὑπεστόρεσαν 与 ὤρθωσαν 与随后的现在时动词(πλέουσι, προΐασι)并列,作格言性(习惯性)不定过去时使用,表示习以为常的惯行。χιτῶνα(“外衣/内衣”)在此借指双壳贝的一侧贝壳。
