- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.29-14.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了塔纳鲁斯河与厄里达诺斯河交汇处的独特捕鱼法:当地居民冬日务农,初春则凿穿江冰拉网捕鱼。
ἔνθα ὁ Τάναρος ποταμὸς καὶ ὁ Ἠριδανὸς συμβάλλετον ʽοὗτος μὲν καὶ διὰ δόξης ἰὼν καὶ κλέους, ἐκεῖνος δὲ οὐ πάνυ τι γνώριμοςʼ1 ἐνταῦθά τοι θῆραι ναὶ μὰ Δία ἰχθύων ἴδιαι καὶ ἐς ἐμὲ ἥκουσαι μέτροις Μυτιληναίου ἀνδρός, ὃν ᾔδειν καὶ αὐτός, μηδὲ ἐξ ἡμῶν ἀγέραστοι γενέσθωσαν τῷ λόγῳ τῷδε.2 πεπεδημένων αὐτοῖς ὑπὸ κρυστάλλου τῶν ῥευμάτων3 ὅσοι περιοικοῦσιν αὐτοὺς τῇ μὲν ὥρᾳ τῇ χειμερίῳ ἀροῦσί τε καὶ σπείρουσι· καὶ γάρ πως καὶ εὔγεων χῶρον κεκλήρωνται. εἶτα ὑπαρχομένου τοῦ ἦρος, τῶν ῥευμάτων τῶν προειρημένων διʼ ἣν αἰτίαν εἶπον ἔτι ἑστώτων, κολπώδη τινὰ τόπον προαιροῦνται οἱ γεωργοὶ τέως, νῦν δὲ ἁλιεῖς, καὶ περιτέμνουσι τοῦτον εὖ μάλα τεθηγμένοις πελέκεσι, καὶ τὸ ὕδωρ ἀναφαίνεται περιφερὲς κατὰ τέλμα· οὐ μὴν πλησίον ἔτι τῆς ὄχθης κόπτουσιν, ἀλλὰ ἐῶσι τὸν κρύσταλλον ὡς ἐξ ἀρχῆς ἐνετράφη. περιβάλλουσιν οὖν τῷ χώρῳ τῷ γεγυμνωμένῳ πλατὺ δίκτυον, καὶ μέντοι καὶ περιβάλλουσιν αὐτῷ κάλων ἁδρότερον. καὶ τοῦτό γε τὸ δίκτυον ἐπισπῶσιν ἄνδρες ἐπὶ τῆς ὄχθης ἑστῶτες, καὶ ἁλιεῖς καὶ ἄλλοι· καὶ μέντοι καὶ τὴν τῶν ἰχθύων ἅλωσιν θεῶνται πολλοὶ τῆς τέχνης οὐκ ἐπαΐοντες, ψυχαγωγία δέ τις ὕπεισιν αὐτούς. ὅταν γε μὴν ἀγόμενοι τῆς ὄχθης πλησίον ἀφίκωνται, τηνικαῦτα καὶ τὸν ἐνταῦθα τέμνουσι κρύσταλλον οἱ ἔξωθεν ὑδροθῆραι· τῇ γάρ τοι θήρᾳ ἐνέχονται, καὶ ἀναστέλλουσι τοῖς ἰχθύσι τὸν ἔξω πόρον. τούτου δὲ οὕτω γενομένου πλῆρες ἰχθύων τὸ δίκτυον ἐκεῖνο τὴν περιτμηθεῖσαν ἐπωθεῖ τοῦ κρυστάλλου πέτραν καὶ συνεπάγει, καὶ οἵ γε ἐφεστῶτες ἁλιεῖς αὐτῇ ἐοίκασιν ἐπὶ νήσου φέρεσθαι πλωτῆς. ἴδια μὲν δὴ καὶ ταῦτα ἰχθύων τῶν ἐκεῖσε καὶ θήραις ἑτέραις οὐκ ἂν εἰκασμένα. δώσει δὲ Ὅμηρος εἰπεῖν μοι ὅτι καὶ διπλοῦν αἱροῦνται μισθὸν οἵδε οἱ ἄνδρες, τὸν μὲν ἐκ τοῦ ποταμοῦ, τὸν δὲ ἐκ τῆς γῆς, ὡς τοὺς αὐτοὺς εἶναι καὶ ναύτας καὶ γεωργούς.
在塔纳鲁斯河与厄里达诺斯河汇合之处——后者驰名显赫,而前者则鲜为人知——诚然以宙斯起誓,那里有一种独特的捕鱼之法,通过一位我自己也认识的米蒂利尼人的诗句传到了我这里;愿它在这部记述中也不至得不到我们的赞颂。 当河流因冰封而为他们冻结之时,凡居住在河流周围的人都在冬季耕耘播种;因为不知怎的,他们分得了一块肥沃的土地。随后在初春时节,当上述河流因我所说的缘故依然冻结静止时,那些此前为农夫、如今为渔民的人选定了一处如海湾般凹陷的地点,用磨得极其锋利的斧头将其环形凿切,水面便如水塘般呈圆形显露出来;然而他们并不凿近岸边,而是让冰保留最初结成时的模样。 于是,他们将一张宽大的渔网围在露出的水面上,并且还用一根更粗壮的缆绳围住它。站在岸上的男人们——既有渔民也有其他人——便将这张网拉拽上来;不仅如此,许多不通晓这门行当的人也观看捕鱼的情景,一种怡然之趣在他们心中油然而生。 然而,当拉拽渐近岸边时,外侧的水上猎手们便在此时也将那里的冰层凿开;因为他们全神贯注于捕获,并阻断了鱼儿向外的通路。 事情如此这般进行后,那张满载着鱼的网便推动并带走那块被切下的冰岩,而站在其上的渔夫们就仿佛乘载在一座漂浮的岛屿上随波行进。 这些确实也是当地鱼类所特有的,绝非其他捕鱼之法所能比拟。荷马定会容许我言道,这些男人们获取了双重报酬,一份来自河流,另一份来自大地,以至于同一批人既是水手又是农夫。
- 14.29οὗτος μὲν καὶ διὰ δόξης ἰὼν καὶ κλέους, ἐκεῖνος δὲ οὐ πάνυ τι γνώριμος
在指示代名词的对比结构中,近称代词 οὗτος 指代紧邻在前的 Ἠριδανός(厄里达诺斯河),远称代词 ἐκεῖνος 则指代更远在前的 Τάναρος(塔纳鲁斯河),符合古典希腊语的标准用法。两者形成了名声赫赫的大河与鲜为人知的小河的对比。
- 14.29μηδὲ ἐξ ἡμῶν ἀγέραστοι γενέσθωσαν τῷ λόγῳ τῷδε
动词为第三人称复数现在时命令法(γενέσθωσαν),承接句首的主语 θῆραι ἴδιαι(独特的捕鱼法),该主语与谓语之间插入了长段补充说明及关系从句。此句表达了作者的著述意图:“愿它们在这篇记述中亦不至从我们这里得不到应有的赞颂/奖赏”。
- 14.29πεπεδημένων αὐτοῖς ὑπὸ κρυστάλλου τῶν ῥευμάτων
在属格绝对结构(πεπεδημένων ... τῶν ῥευμάτων)内部嵌入了关涉与格 αὐτοῖς。该与格代词指代后文出现的沿河居民(ὅσοι περιοικοῦσιν αὐτούς),表示“对他们而言,河流被冰封禁之时”的利害或情境关联。
