- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.8-14.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了帕塔维乌姆近郊埃雷泰诺斯河利用羊肠与吹气芦苇捕捞巨鳗的方法,并描述了外形似龙虾的海狮之药用价值及其与陆地狮子的关系。
πόλις ἐστὶν ἐν τοῖς ὑπὸ τὴν ἑσπέραν χωρίοις Ἰταλική. ὄνομα αὐτῇ Πατάβιον. Ἀντήνορος ἔργον εἶναι λέγουσι τοῦ Τρωὸς τὴν πόλιν. ταύτην δὲ ᾤκισεν ἄρα οἴκοθεν σωθείς, ὅτε ἀπηλλάγη τῆς πατρίδος ἁλούσης τῆς Ἰλίου, αἰδεσθέντων αὐτὸν τῶν Ἑλλήνων, ἐπεὶ πρεσβεύοντα τὸν Μενέλεων σὺν τῷ Ὀδυσσεῖ ὑπὲρ τῆς Ἑλένης ἔσωσεν, Ἀντιμάχου συμβουλεύσαντος ἀποκτεῖναι αὐτούς. ἔλεγε δὲ ἄρα οὗτος ταῦτα "χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα, "ὡς Ὅμηρός φησιν. οὐκοῦν τῷδε Παταβίῳ πόλις γειτνιᾷ ἑτέρα, καὶ Βικετίαν καλοῦσιν αὐτήν, καὶ παραρρεῖ ποταμὸς αὐτῇ Ἠρέταινος ὄνομα, καὶ παραμείβεται οὗτος γῆν οὐκ ὀλίγην εἶτα ἐς τὸν Ἠριδανὸν ἐμβάλλει, καὶ ἀνακοινοῦταί οἱ τὸ ὕδωρ.1 ἐν δὴ τῷ Ἠρεταίνῳ ἐγχέλεις γίνονται μέγισταί τε καὶ τῶν ἀλλαχόθεν πιότεραι μακρῷ, ἁλίσκονται δὲ ἄρα τὸν τρόπον τοῦτον. ἐπὶ πέτρας προβλῆτος κάθηται ὁ θηρατὴς ἔν τινι κολποειδεῖ χωρίῳ, ὅπου καὶ πλατύνεται τὸ ῥεῦμα ἐπὶ μᾶλλον, ἢ καὶ ἐπί τινος δένδρου κάθηται προρρίζου πλησίον τῆς ὄχθης ῥιφέντος ὑπὸ πνεύματος σκληροῦ, ὅπερ οὖν ὑποσήπεται μέν, ἀχρεῖον δέ ἐστι κατακοπῆναί τε καὶ ἐκκαῦσαι αὐτό.2 οὐκοῦν ἑαυτὸν ἐγκαθίσας ὁ τῶν ἐγχέλεων ἁλιεὺς τῶνδε, καὶ λαβὼν ἔντερον νεοσφαγοῦς ἀρνὸς τριῶν μὲν ἢ τεττάρων πήχεων, πεπιασμένον δὲ ἰσχυρῶς, τὴν μὲν ἀρχὴν αὐτοῦ καθίησιν ἐς τὸ ὕδωρ, καὶ εἰλεῖται ἐν ταῖς δίναις στρεφόμενον, τό γε μὴν τέλος διὰ χειρῶν ἔχει, ἐμβέβληται δὲ ἐς αὐτὸ καλάμου τρύφος, ὅσον κώπην εἶναι τὸ μῆκος ξίφους.3 οὐ μὴν λανθάνει τὰς ἐγχέλεις ἡ τροφή· χαίρουσι γὰρ τῷδε τῷ ἐντέρῳ. καὶ ἥ γε πρώτη προσελθοῦσα, οἰστρουμένη ὑπὸ τοῦ λιμοῦ καὶ περιχανοῦσα, ἐμφύει τοὺς ὀδόντας γυρούς τε καὶ ἀγκιστρώδεις καὶ δυσεξελίκτους ὄντας, καὶ συνεχῶς ἐπισκαίρει τε καὶ πειρᾶται καθέλκειν τὸ δέλεαρ. ὃ δὲ κραδαινομένου τοῦ ἐντέρου συνεὶς ἔχεσθαι τὴν ἔγχελυν, τὸν κάλαμον ᾧ τὸ ἔντερον προσήρτηται ἐνθεὶς τῷ ἑαυτοῦ στόματι καὶ ὅσον σθένει καταπνέων, φυσᾷ τὸ ἔντερον καὶ μάλα γε ἰσχυρῶς, τὸ δὲ ἐκ τοῦ καταρρέοντος πνεύματος πίμπραται καὶ οἰδάνει.4 ὁ τοίνυν ἄνεμος κατολισθάνει ἐς τὴν ἔγχελυν, καὶ πληροῖ μὲν τοῦ πνεύματος αὐτῆς τὴν κεφαλήν, πληροῖ δὲ τὴν φάρυγγα, καὶ ἐμφράττει τῷ θηρίῳ τὸ ἆσθμα. καὶ ἀναπνεῦσαι μὴ δυναμένη μηδὲ μὴν ἐξελεῖν τοῦ σπλάγχνου τοὺς ἐμπεφυκότας ὀδόντας ἀποπνίγεται, καὶ ἀνασπᾶται ἁλοῦσα ὑπὸ τοῦ ἐντέρου καὶ τοῦ πνεύματος καὶ τοῦ καλάμου τρίτου. καθʼ ἑκάστην μὲν οὖν δρᾶται τοῦτο, ἁλίσκονται δὲ ὑπὸ πολλῶν πολλαί. ἔστω δή μοι καὶ ταῦτα τῶνδε τῶν ἰχθύων λεχθέντα ἴδια.
在日落方位的地域有一座意大利城镇,其名为帕塔维乌姆。人们说该城是特洛伊人安忒诺尔的杰作。他在故土伊利昂陷落时逃出生天并建立了此城,这是因为希腊人敬重他:盖因当安提马科斯建议处死为海伦之事出使的墨涅拉俄斯与奥德修斯时,他搭救了他们。而正如荷马所说,这位安提马科斯乃是“收受了来自亚历山大的黄金与光彩夺目的礼物”,才说出那番话的。在这座帕塔维乌姆近旁毗邻着另一座城镇,人们称之为维克提亚,有一条名为埃雷泰诺斯的河流流经其旁;该河流经不少土地,随后注入埃里达诺斯河,并与其汇流。正是在这埃雷泰诺斯河中,生长着极为巨大、远比别处更为肥硕的鳗鱼,它们乃是以如下方式被捕获的。在水流更为宽阔的某处如海湾般的地方,捕捞者坐在突出的岩石上,抑或坐在因狂风而连根拔起并抛在岸边的某棵树上——那树已从根部腐烂,砍伐焚烧亦无用处。于是,这鳗鱼捕手安坐下来,取一根新宰羔羊的三至四肘长且极其肥腻的肠子,将其一端垂入水中,任其在漩涡中翻卷打转,而另一端则握在手中,里面插着一段大约一柄剑柄长短的芦苇管。这食物绝不会避过鳗鱼的注意,盖因它们极喜食这种羊肠。最先游上前来的鳗鱼因饥饿难耐而大张其口,将其弯曲如钩、极难拔出的牙齿深咬入其中,并不断挣扎跳跃,企图将诱饵拽入水下。捕手感知到羊肠的晃动,明白鳗鱼已被缠住,便将连着羊肠的芦苇管衔入口中,竭尽全力向下吹气,极有力地吹胀羊肠;羊肠因灌注的气流而膨胀鼓起。于是这股气流顺势滑入鳗鱼体内,气体充满其头部,充满其喉咙,阻断了这凶兽的喘息。它既无法呼吸,又无法将深陷的牙齿从内脏中拔出,遂窒息而亡,被羊肠、气息以及第三样工具芦苇管一同捕获并拖出水面。每一条鳗鱼皆依此法捕捞,众多猎手以此捕获了许多鳗鱼。关于这些鱼类的特有习性,便记述至此。
λέοντα θαλάττιον ἐοικέναι καράβῳ ἁμηγέπη καὶ ἡμεῖς ἴσμεν, λεπτότερον δὲ τὴν ἕξιν τοῦ σώματος ὁρῶμεν αὐτὸν καὶ ὑπό τι καὶ κυανοῦ προσβάλλοντα, νωθῆ δὲ καὶ ἔχοντα χηλὰς μεγίστας καὶ ταῖς τῶν καρκίνων προσεοικυίας κατὰ σχῆμα. λέγεται δὲ ὑπὸ τῶν σοφωτέρων ἁλιέων ἔχειν τινὰς ὑμένας προσηρτημένους τοῖς ὀστράκοις, ὑφʼ οἷς ὑμέσιν εἶναι σαρκία ἁπαλά, καὶ καλεῖσθαι ἐκείνου τοῦ λέοντος στέαρ ταῦτα. ὀνίνασθαι δὲ τοὺς ἀνθρώπους ἐξ αὐτῶν ἐκεῖνα. προσώπου καθαίρει χρῶτα θολερόν, καὶ ἐλαίῳ ῥόδοις ἀνακραθέντι ἐμβληθέντα καὶ γενόμενα χρῖμα ἐς ὥραν καὶ ἀγλαΐαν συμμάχεται. προσακήκοα δὲ καὶ ἐκεῖνο, τὸν ἐπὶ τῆς γῆς λέοντα δεδιέναι ἰσχυρῶς τοῦ θαλαττίου τῆς ὄψεως τὸ ἐκτράπελον, καὶ μὴ φέρειν αὐτοῦ τὴν ὀσμήν· ὡς δέδοικε δὲ καὶ ἀλεκτρυόνα ὁ αὐτός, ἀνωτέρω μοι λέλεκται. λέγουσι δὲ καὶ συντριβέντων αὐτοῦ τῶν ὀστράκων καὶ ἐμβληθείσης τῆς κόνεως ἐς ὕδωρ, πιόντα τὸν χερσαῖον λέοντα ἐξάντη γίνεσθαι νόσου λυπούσης αὐτοῦ τὴν κοιλίαν. εἰρήσθω δή μοι καὶ ταῦτα τοῦ θαλαττίου λέοντος ἴδια.
至于海狮在某种程度上类似于龙虾,我们自己亦知晓;但我们观察到它的体格更为纤细,带有某种深蓝色的光泽,性情迟缓,并拥有外形酷似蟹钳的极大螯足。较有见识的渔民说,在其甲壳上附着有某些薄膜,薄膜下方有柔软的肉块,被称作那海狮的“脂肪”。人类从这些肉块中获益如下:它能洁净面部暗沉污浊的皮肤;若将其投入调和了玫瑰的花油中制成软膏,则有助增添青春的光彩与艳丽。我还听闻如下之事:陆地上的狮子极度畏惧海狮怪异可怖的外形,且无法忍受其恶臭;正如前面我曾述及,这同一种陆狮亦畏惧公鸡。人们还说,若将其甲壳捣碎并将粉末投入水中,陆狮饮用后便能摆脱折磨其腹部的疾病。关于海狮的特有习性,便记述至此。
- 14.8ἀνακοινοῦταί οἱ τὸ ὕδωρ
代词 οἱ 为间接反身或第三人称单数与格,指代前文的埃里达诺斯河(Ἠριδανόν)。动词 ἀνακοινόω 搭配与格,表示“使水流与之相合/汇流”。
- 14.8ἀχρεῖον δέ ἐστι κατακοπῆναί τε καὶ ἐκκαῦσαι αὐτό
不定式 κατακοπῆναι(被动不定式)与 ἐκκαῦσαι(主动不定式)作为限制性/说明性不定式,修饰形容词 ἀχρεῖον(“无用于被砍碎并烧毁”)。代词 αὐτό 为主动不定式 ἐκκαῦσαι 的直接宾语。
- 14.8ὅσον κώπην εἶναι τὸ μῆκος ξίφους
关系词 ὅσον 后接表示度量、程度的不定式 εἶναι,构成表示尺度的习惯表达(“约有剑柄长短”)。κώπην 为表语宾格,τὸ μῆκος 则为表示“在长度方面”的关系宾格(限制宾格)。
- 14.8τὸ δὲ ἐκ τοῦ καταρρέοντος πνεύματος πίμπραται καὶ οἰδάνει
主语 τὸ δέ 为指示代词用法,承前指代羊肠(ἔντερον)。它表示羊肠因向下灌注的气流(ἐκ τοῦ καταρρέοντος πνεύματος)而充气膨胀。
