← 克劳狄乌斯·埃利安

论动物的本性

§14.5-14.7

象牙搜寻法、猞猁与驼鸟捕猎

本段记述了毛利塔尼亚大象脱落象牙的习性与利用水袋搜寻象牙之法、大象的双重重重心脏、猞猁的特征,以及鸵鸟的消化特性与通过骑兵及设矛猎捕鸵鸟的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.5

κατειλημμένους. ἐλέφας ὁ θῆλυς, τιμιώτερα εἶναι τὰ τούτου κέρατα οἱ σοφοὶ ταῦτα ὑμνοῦσι,1 καὶ ἐκεῖνά γε ἡμᾶς διδάσκουσιν. ἐν τῇ Μαυρουσίᾳ γῇ οἱ ἐλέφαντες, δεκάτῳ ἔτει πάντως αὐτοῖς τὰ κέρατα ἐκπεσεῖν φιλεῖ, ὥσπερ οὖν καὶ τὰ τῶν ἐλάφων, ἀλλὰ τούτων ἀνὰ πᾶν ἔτος. οἱ τοίνυν ἐλέφαντες οἵδε γῆν πεδιάδα καὶ ἔνδροσον προαιροῦνται τῆς ἄλλης, καὶ ἀπερείδουσιν ἐς αὐτὴν τὰ κέρατα, ὀκλὰξ ἐπικύψαντες, ἐκδῦναι αὐτὰ δεινῶς σφριγῶντες.2 τοσοῦτον δὲ ἄρα ἐπωθοῦσιν, ὡς καὶ τελέως αὐτὰ ἀποκρύψαι· εἶτα μέντοι ὑποψήσαντες τοῖς ποσὶ λεῖον τὸν χῶρον ἀπέφηναν τὸν φρουροῦντα τὸ θησαύρισμα αὐτοῖς. γονιμωτάτη δὲ ἄρα ἡ γῆ οὖσα εἶτα ὤκιστα πόαν ἀναφύει, καὶ ἀφανίζει τὴν ὄψιν τοῦ γεγενημένου τοῖς ὁδῷ χρωμένοις. οἱ δὲ ταῦτα ἀνιχνεύοντες τὰ φώρια καί τινα σοφίαν τῆς ἐξ ἐκείνων ἐπιβουλῆς ἔχοντες ἐν ἀσκοῖς αἰγείοις ὕδωρ κομίζουσιν, εἶτα αὐτοὺς διασπείρουσι πεπληρωμένους ἄλλους ἀλλαχόσε, καὶ αὐτοὶ καταμένουσι. καὶ καθεύδει τις, καὶ ἄλλος ὑποπίνει, καί πού τις καὶ μεταξὺ ἐπιρροφῶν τῆς κύλικος ὑπαναμέλπει καὶ μέμνηται διὰ τοῦ μέλους ἧς ἐρᾷ· εἰ δὲ καὶ νέον ὡρικὸν ὑποπειρᾷ παρόντα τις καὶ αὐτὸν τῆς ἰχνεύσεως κοινωνόν, οὐκ ἂν θαυμάσαιμι· εἰσὶ γὰρ Μαυρούσιοι καὶ καλοὶ καὶ μεγάλοι, καὶ ἀνδρικὸν ὁρῶσι, καὶ ἔργων ἔχονται θηρατικῶν, καὶ μέντοι καὶ πολλοὺς ἀναφλέγουσι, μειράκια ἔτι καὶ τηλικοίδε ὄντες. οὐκοῦν εἰ τὰ κέρατα εἴη κατορωρυγμένα πλησίον ἐκεῖνα, τὰ δὲ ἴυγγί τινι ἀπορρήτῳ καὶ θαυμαστῇ τὸ ὕδωρ ἐκεῖνο ἐκ τῶν ἀσκῶν ἕλκει, καὶ ἀποδείκνυσι κενοὺς αὐτούς. ἐνταῦθά τοι σμινύαις τε καὶ μακέλλαις διασκάπτουσι τὸν χῶρον, καὶ ἔχουσι τὸ θήραμα ῥινηλατήσαντες ἄνευ κυνῶν· ἐὰν δὲ ἔμπλεῳ μείνωσιν οἱ ἀσκοὶ οὗπερ οὖν καὶ κατέθεσαν αὐτοὺς οἱ τῶν κεράτων τῶνδε θηραταί, οἳ δὲ ἀπίασιν ἐπʼ ἄλλην θήραν, καὶ μέντοι καὶ ἀσκοὺς καὶ ὕδωρ ἐπάγονται πάλιν, τὰ θήρατρα τῆς ἄγρας τῆς προειρημένης.

医治那些被所谓象皮病所困扰的人。关于雌象,精通此道者称道其象牙更为珍贵,并且他们还教导我们以下之事。在毛利塔尼亚之地,大象每逢第十年其牙必定会脱落,正如鹿角脱落一般,但鹿角却是年年脱落。于是,这些大象便舍弃其他土地,单单挑选平坦且多露水的地带;它们蹲伏下身躯,极力用力挣扎以便脱落象牙,将牙深深抵入泥土中。它们用力推挤得如此之深,乃至完全将其掩藏;随后,它们用脚踏平地面,使守护其宝藏的场所变得平坦整洁。由于那里的土地极其肥沃,随即极快地生出青草,向行路之人掩盖了所发生之事的痕迹。然而,那些搜寻这隐秘猎物、并通晓克制象群伎俩之智慧的人,便用山羊皮袋盛水而来;随后他们将装满水的皮袋各自分散放置于不同之处,自己则留守在那里。有人睡去,有人微醺,某处亦有人在啜饮酒杯之余低声歌唱,借歌声思念其所爱慕之女子;即便有人挑逗身旁同为搜寻同伴的俊美青年,我也绝不以为怪:盖毛利塔尼亚人容貌俊美、身材魁梧,目光英武,投身于狩猎之事,身为尚处这般年纪的少年,确实能令许多人情欲炽热。假若象牙正埋在附近,便会借由某种神秘而惊人的魔力将皮袋中的水吸出,使皮袋变空。此时,猎人们便用镐和锄掘开地面,无需猎犬便嗅到了猎物并将其据为己有;但若在象牙猎人们放置皮袋之处皮袋依然满盈,他们便离去奔赴另一处狩猎,并再次带上皮袋与水,即前述猎捕行动之工具。

§14.6

λέγεται δὲ καὶ ἐλέφας διπλῆν ἔχειν καρδίαν καὶ διπλᾶ νοεῖν, καὶ τῇ μὲν θυμοῦσθαι, πραΰνεσθαί γε μὴν τῇ ἑτέρᾳ· Μαυρουσίοις δὲ ἄρα ἕπομαι λόγοις λέγων ταῦτα. ἐπεί τοι καὶ ἐκεῖνα οἱ αὐτοὶ ὑμνοῦσι, λύγκας εἶναι. φασὶ δὲ αὐτὰς παρδάλεως μὲν ἔτι καὶ πλέον σιμάς, ἄκρα γε μὴν τὰ ὦτα λασίους. θηρίον δὲ τοῦτο ἁλτικὸν δεινῶς, καὶ κατασχεῖν βιαιότατά τε καὶ ἐγκρατέστατα καρτερόν. ἔοικε δὲ ἄρα τῷ θηρίῳ τούτῳ μαρτυρεῖν καὶ Εὐριπίδης τὸ ἀπρόσωπον, ὅταν που λέγῃ "ἥκει δʼ ἐπʼ ὤμοις ἢ συὸς φέρων βάρος ἢ τὴν ἄμορφον λύγκα, δύστοκον δάκος." ὑπὲρ ὅτου δὲ λέγει δύστοκον τοὺς κριτικοὺς ἐρέσθαι λῷον.

据说大象亦拥有两颗心脏,并具有双重思想,凭其中一颗动怒,凭另一颗却变得温和;然而我说这些,乃是顺从毛利塔尼亚人的说法。盖这同一群人亦称道猞猁的存在。他们说猞猁比豹子的鼻梁更为扁平,耳尖毛发丛生。这种兽类极善跳跃,能以极凶暴而稳固的力道擒住猎物。欧里庇得斯在某处作如下吟诵时,似乎亦证实了此兽奇异可憎之面目: “他肩上挑着而来,或是野猪之沉重,或是那不成形状的猞猁,难以生产之凶兽。” 至于他为何称其为“难以生产”,最好去询问评注家们。

§14.7

περὶ στρουθοῦ δὲ τῆς μεγάλης εἴποι τις ἂν καὶ ἐκεῖνα. ἡ γαστὴρ αὐτῆς ἀνῃρημένης εὑρίσκεται καθαιρομένη λίθους ἔχουσα, οὕσπερ οὖν καταπιοῦσα ἡ στρουθὸς ἐν τῷ ἐχίνῳ φυλάττει καὶ πέττει τῷ χρόνῳ. εἶεν δʼ ἂν οὗτοι καὶ ἀνθρώπων πέψεως ἀγαθόν, νεῦρα δὲ τὰ ταύτης καὶ λίπος ἀνθρωπείων νεύρων ἀγαθά ἐστιν. ἁλίσκεται μὲν οὖν αὕτη ὑπὸ ἵππων· θεῖ μὲν γὰρ ἐς κύκλον, ἀλλʼ ἐξωτέρω περιθέουσα· οἱ δὲ ἱππεῖς τῷ ἐνδοτέρω ὑποτέμνονται κύκλῳ,3 καὶ ἔλαττον περιιόντες ἀπειποῦσαν τῷ δρόμῳ ἀγρεύουσιν αὐτὴν χρόνῳ. λαμβάνεται δὲ καὶ τοῦτον τὸν τρόπον. καλιὰν ἐργάζεται ταπεινὴν ἐν τῷ δαπέδῳ, τὴν ψάμμον διαγλύψασα τοῖς ποσί. καὶ τὸ μὲν μεσαίτατον αὐτῆς κοῖλόν ἐστι, τὰ χείλη δὲ τὰ κύκλῳ ὑψηλὰ ἐργάζεται, ἀποτειχίζουσα τρόπον τινά, ἵνα τὸ ἐκ Διὸς ὕδωρ ἀποστέγῃ τὰ χείλη, καὶ μὴ ἐσρέῃ τῇ καλιᾷ, καὶ ἐπικλύζῃ τῆς στρουθοῦ τοὺς νεοττοὺς ὄντας ἁπαλούς. τίκτει δὲ καὶ ὑπὲρ τὰ ὀγδοήκοντα, οὐ μὴν ἀθρόα ἐκγλύφει, οὐδὲ ἐν ταὐτῷ χρόνῳ πάρεισιν ἐς τὸ φῶς πάντα, ἀλλὰ τὰ μὲν ἤδη τέτεκται, ἄλλα δὲ ἔτι ἐν τοῖς ᾠοῖς ὑποπήγνυται, τὰ δὲ ὑποθάλπεται. ὅταν οὖν ἐν τούτοις ᾖ ἐκείνη, θεασάμενος ἀνήρ τις οὐκ ἄφρων ἀλλὰ τῆς τοιαύτης θήρας πεπειραμένος, αἰχμὰς περὶ τὴν καλιὰν πήγνυσι τεθηγμένας, ὀρθὰς δὲ ἄρα κατὰ τοῦ σαυρωτῆρος πήγνυσι,4 καὶ ὁ σίδηρος ἐκλάμπει, καὶ ἀναχωρήσας ἐλλοχᾷ τὸ πραττόμενον. ἐπάνεισιν οὖν ἐκ τῆς νομῆς ἡ στρουθὸς ἐρῶσα τῶν νεοττῶν ἰσχυρῶς καὶ διψῶσα αὐτῶν τῆς συνουσίας. καὶ τὰ μὲν πρῶτα περιβλέπει δεῦρο καὶ ἐκεῖσε καὶ ἑλίττει τὸ ὄμμα, δεδοικυῖα μή τις αὐτὴν θεάσηται· εἶτα μέντοι νικωμένη ὑπὸ τοῦ ἱμέρου καὶ οἰστρουμένη, τὰς πτέρυγας ἁπλώσασα ὡς ἱστίον, δρόμῳ φερομένη συντόνῳ καὶ ῥοίζῳ ἐσήλατο ἐς τὴν ἑαυτῆς καλιὰν καὶ οἴκτιστα ταῖς αἰχμαῖς ἐμπαλαχθεῖσα καὶ περιπαρεῖσα ἀποθνήσκει. ἐφίσταται οὖν ὁ θηρατὴς καὶ ᾕρηκε σὺν τῇ μητρὶ τοὺς ἐκγόνους.

关于鸵鸟(即大雀),人们亦可讲述如下之事。当其被杀死并剖腹洗净时,会发现其胃中含有石子;此乃鸵鸟吞下并存留于砂囊中,随岁月将其消化的石子。这些石子亦有益于人类的消化,而鸵鸟的筋与脂肪亦有益于人类的筋腱。这种鸟是被骑马捕获的:盖它虽绕圈奔跑,却是在较外圈奔跑;骑兵们则沿着较内侧的圆圈截抄其路径,因行经路程更短,随着时间推移,在鸵鸟因奔跑精疲力竭时将其捕获。它亦以此种方式被擒:它用脚爪刨开沙地,在地面筑起浅巢。其巢正中央凹陷,四周边缘则筑得甚高,某种程度上筑成屏障,以使边缘阻挡来自宙斯的雨水,不让其流入巢中淹没鸵鸟稚嫩的雏鸟。它产卵多达八十枚以上,然而并非一次性全部孵化,亦非同时全部重见光明,而是有的已然孵出,有的仍在卵中成形,有的则尚在温育之中。当母鸟处于这般境况时,一个通晓此种狩猎之术而绝非愚钝之人,在窥见其巢后,便在巢穴周围插下磨砺锋利的矛;他将矛尖朝上、矛尾尖鐏立于土中,铁刃闪闪发光,自己则退去埋伏等候所发生之事。于是鸵鸟觅食归来,极度爱恋雏鸟并渴望与其厮守。起初它四下张望,转动眼珠,惟恐有人看见自己;然而随后它被强烈的渴望征服,受狂热驱策,如张帆般展开双翼,伴随急促的疾驰与呼啸声纵身跃入自己的巢穴,极其悲惨地被矛尖刺穿缠挂而死。于是猎人现身,将母鸟与其后代一并擒获。

语法注4 条
  1. 14.5ἐλέφας ὁ θῆλυς, τιμιώτερα εἶναι τὰ τούτου κέρατα οἱ σοφοὶ ταῦτα ὑμνοῦσι

    句首的 ἐλέφας ὁ θῆλυς 为悬空主格(nominativus pendens),用于先行引出讨论主题。其后不定式 εἶναι 的逻辑主语为宾格的 τὰ τούτου κέρατα,主句的主语和动词则是 οἱ σοφοὶ ... ὑμνοῦσι。

  2. 14.5ἐκδῦναι αὐτὰ δεινῶς σφριγῶντες

    动词 σφριγάω 本义为“充满活力、精力充沛”,此处与不定式 ἐκδῦναι(脱落、蜕下)连用,表示“极力用力以求……、切望脱落”。αὐτά 为宾格代词,指代象牙(τὰ κέρατα)。

  3. 14.7τῷ ἐνδοτέρω ὑποτέμνονται κύκλῳ

    ὑποτέμνομαι 在军事及狩猎语境中意为“抄近路截断、先行拦截”。搭配方式与格 τῷ ἐνδοτέρω ... κύκλῳ(借助较内侧的圆圈),形象地说明了骑兵利用较小半径的内圈跑道抄近路拦截在外圈奔跑的鸵鸟。

  4. 14.7ὀρθὰς δὲ ἄρα κατὰ τοῦ σαυρωτῆρος πήγνυσι

    σαυρωτήρ 指矛杆底部的尖鐏。κατά 接属格表示“向下、以……为底”,即把矛鐏垂直刺入地面,从而使尖锐的铁质矛头(ὁ σίδηρος)朝上耸立,布置成尖刺陷阱。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.5-14.7