← 克劳狄乌斯·埃利安

论动物的本性

§14.10-14.13

野驴与野牛的捕猎、海龙及印度国王的饮食

作者记述了毛里塔尼亚野驴极易疲惫的特性与捕猎法,利比亚野牛群以及利用被拴牛犊捕捉母牛的方法,带有毒刺的海龙的外形特征,以及印度国王食用枣椰幼虫和鸟蛋的食俗,并谴责了食用阿波罗圣鸟天鹅之卵的行为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.10

ὄνοι δὲ Μαυρούσιοι, ὤκιστοι δραμεῖν, παρά γε τὴν πρώτην ὁρμήν εἰσιν ὀξύτατοι, ὡς αὔρας τινὰ ἐμβολὴν δοκεῖν εἶναι ἢ καὶ νὴ Δία πτερὸν αὐτόχρημα ὄρνιθος· ταχέως δὲ κάμνουσι, καὶ αὐτοῖς οἱ πόδες ἀπαγορεύουσι, καὶ τὸ πνεῦμα ἐπιλείπει, καὶ τῆς ὠκύτητος εἰλήφασι λήθην καὶ ἑστᾶσι πεπεδημένοι, καὶ ἀφιᾶσι δάκρυα θαλερά, οὔ μοι δοκεῖν1 ἐπὶ τῷ μέλλοντι θανάτῳ τοσοῦτον, ὅσον ἐπὶ τῇ τῶν ποδῶν ἀσθενείᾳ. τῶν μὲν οὖν ἵππων ἀποπηδήσαντες εἶτα μέντοι περιβάλλουσιν αὐτοῖς βρόχους περὶ τὴν δέρην, καὶ τῷ ἵππῳ προσαρτήσας ἕκαστος ἄγει ὡς αἰχμάλωτον τὸν ἑαλωκότα. ὅτι δὲ μικροὶ μὲν ἰδεῖν εἰσιν οἱ Λίβυες ἵπποι, δραμεῖν δὲ ὤκιστοι, ἀνωτέρω εἶπον.

毛里塔尼亚的野驴极善奔跑,在最初的冲刺中敏捷绝伦,以至于看起来宛如一阵清风的突袭,或者凭宙斯起誓,简直就是鸟儿的羽翼本身;然而它们很快便会精疲力竭,双腿不听使唤,气息衰竭,全然忘却了敏捷的身姿,如同被戴上镣铐般呆立原地,流下涔涔热泪——在我看来,这倒不完全是因将临的死亡,更多的则是因双腿的虚弱无力。于是猎人们从马背上跳下,将绳套套在它们的颈项上,每人将俘获的野驴拴在自己的马旁,如俘虏般牵走。至于利比亚的马匹虽然看似矮小却极善奔跑,我已在前面论及。

§14.11

βοῶν δὲ Λιβύων πλῆθος ἦν ἄρα καὶ πλέον ἀριθμοῦ, καί εἰσιν ὤκιστοι οἱ ἄγριοί τε καὶ ἐλεύθεροι. καὶ οἵ γε θηραταὶ πολλάκις σφάλλονται ἕνα διώκοντες, καὶ ἐμπίπτουσιν ἐς ἑτέρους ἀκμῆτας· καὶ ὃ μὲν ἐσδὺς ἐς θάμνον ἢ νάπην ἠφανίσθη, ἕτεροι δὲ ἀναφαίνονται ὅμοιοι καὶ ἀπατῶσι τὴν ὄψιν. καὶ εἴ γέ τις ὑπάρξαιτο τούτων διώκειν τινά, προαπερεῖ αὐτῷ ἵππῳ·2 τὸν μὲν γὰρ ἤδη καμόντα αἱρήσει τῷ χρόνῳ, τοὺς δὲ αὐτῶν ἀρχομένους δρόμου προπονήσαντός οἱ τοῦ ἵππου3 οὐχ αἱρήσει. ἁλίσκονται δὲ ἀνὰ πᾶν ἔτος πολλοὶ καὶ ἀποθνήσκουσιν, ἥ γε μὴν ἐπιγονὴ αὐτῶν διαδέχεται καὶ μάλα ἀφθόνως. ἀλῶνται δὲ σὺν τοῖς μόσχοις καὶ οἱ ταῦροι κοινῇ καὶ αἱ θήλειαι, αἳ μὲν κύουσαι, αἳ δὲ ἀρτιτόκοι. εἰ δὲ ἕλοι τις μόσχον ἔτι νεαρόν, καὶ μὴ παραχρῆμα ἀποκτείνειε, διπλοῦν κέρδος ἕξει· συνῄρηκε γὰρ καὶ τὴν τεκοῦσαν αὐτόν, δράσας γε ἐκεῖνα ἅπερ εἰπεῖν οὐκ ἔστιν ἄτοπον. τὸν μὲν καταδήσας σχοίνῳ ἀπολέλοιπε καὶ ἀναχωρεῖ αὐτός, ἣ δὲ τῷ πόθῳ τοῦ τέκνου τείρεται καὶ φλεγομένη οἰστρεῖται, καὶ βουλομένη λύσασα ἀπάγειν ἐμβάλλει τὰ κέρατα, ἵνα διαξήνῃ τε καὶ διαστήσῃ τὰ δεσμά. ὅ τι δʼ ἂν τῶν κεράτων ἐς τὴν τῆς σχοίνου συμπλοκὴν διείρῃ, κατέχεται καὶ πεδηθεῖσα σὺν τῷ μόσχῳ καταμένει, ἐκεῖνον μὲν οὐκ ἀπολύσασα, ἑαυτήν γε μὴν ἀφύκτῳ τῷ δεσμῷ περιβαλοῦσα. ταύτης οὖν ὁ θηρατὴς ἐξελὼν τὸ ἧπαρ αὑτῷ καὶ τὰ οὔθατα σφριγῶντα ἔτι ἐκτεμὼν καὶ τὴν δορὰν δείρας τὰ κρέα ἀφῆκεν ὄρνισι καὶ θηρίοις δαῖτα. τὸν δὲ μόσχον οἴκαδε κομίζει πάντα· ἔστι γὰρ καὶ ἐδωδὴν ἥδιστος, καὶ πῆξαι γάλα παρέξει ὀπὸν δούς.

利比亚牛的数量确实多得不可胜数,其中那些野生且自由的奔跑最为迅疾。猎人们在追逐其中一头时往往会受挫,误入其他精力充沛的牛群之中;因为原先那头钻入灌木丛或山谷后便无影无踪,而其他外貌相似的牛出现并迷惑了视线。若是有人着手去追逐其中的某头,他连同马匹都会先倒下;因为随着时间的推移,他或许能捕获那头已经疲惫的,但当自家的马匹已经先行耗尽气力时,他绝不可能捉住那些刚刚开始奔跑的。每年虽有许多野牛被捕获并死去,但它们的后代却极为繁盛地接替着种群。公牛和母牛与牛犊共同游荡,有的母牛正值怀孕,有的则是刚产下幼崽。若是有人捕获了一头尚属幼小的牛犊,且没有立刻将其杀死,他将获得双倍的收益;因为通过做出那件并非不值得一说的举动,他同时也捕获了生下这头牛犊的母牛。他用绳索将牛犊紧紧拴住留在原地,自己则退居一旁;而母牛因思念幼崽而饱受折磨,急火攻心陷入狂躁,为了解救并带走幼崽而将牛角刺入,企图挑散并解开绳结。然而无论哪只牛角刺入绳索的纠结之中,它便被牢牢卡住,戴上枷锁般与牛犊困在一起,不仅未能解救幼犊,反而使自身陷入了无法挣脱的束缚。于是猎人为自己挖出母牛的肝脏,割下尚且丰满的乳房,剥下兽皮,将肉留给飞鸟和野兽作为盛宴。但他将整头牛犊带回家中;因为牛犊不仅作为食物极为鲜美,而且还能提供凝乳酶用以凝结牛奶。

§14.12

ὁ δράκων ὁ θαλάττιός ἐστι μὲν παραπλήσιος τοῖς ἰχθύσι τοῖς ἄλλοις ὅσα ἐς τὸ λοιπὸν σῶμα, τήν γε μὴν κεφαλὴν ἔοικε τῷ χερσαίῳ δράκοντι καὶ τῶν ὀφθαλμῶν τὸ μέγεθος ʽεἰσὶ γὰρ μεγάλοι καὶ τούτᾠ, καὶ μέντοι καὶ αἱ γένυς τοῖς χερσαίοις προσβάλλουσι τὴν ἑαυτῶν ἁμωσγέπως μορφήν. ἔχει δὲ καὶ φολίδας, καὶ τραχεῖαί εἰσι, καὶ τῆς δορᾶς τῆς δρακοντείου οὐ πόρρω δοκοῦσιν, εἴ τις προσάψαιτο· ἐκπέφυκε δὲ καὶ κέντρα χαλεπὰ αὐτοῦ, καὶ ἰὸν φέρει τὰ κέντρα, καὶ ἔστι τῷ θιγόντι οὐ χρηστά.

海龙在其余身体部位上与普通鱼类相似,但其头部与双眼的大小却酷似陆地上的毒蛇(因为在海龙身上双眼亦极为硕大),甚至其下颌在某种程度上也呈现出陆蛇的形态。它还生有鳞片,极为粗糙,若有人去触摸,会觉得与蛇皮无异;它身上还生出险恶的刺,刺带有毒液,对于触碰者来说绝非善类。

§14.13

ζῴων δʼ ἂν εἴη με εἰπεῖν καὶ τὸ ἴδιον αὐτῶν. ὁ τῶν Ἰνδῶν βασιλεὺς ἐπιδόρπια σιτεῖται ταῦτα, οἷα δήπου Ἕλληνες ἐντραγεῖν αἰτοῦσι, φοινίκων τῶν χαμαιζήλων· ἐκεῖνος σκώληκά τινα ἐν τῷ φυτῷ τικτόμενον σταθευτὸν ἐπιδειπνεῖ γλύκιστον, ὡς Ἰνδῶν λέγουσι λόγοι, καί φασιν οἱ τὴν ἡδονὴν τὴν τοσαύτην ἐκ τοῦ σιτεῖσθαι καὶ ἐμέ γε αἱροῦσι λέγοντες. ἔπαικλα δέ οἱ καὶ ἐκεῖνά ἐστι, κύκνων τε ᾠὰ καὶ τὰ τῶν χερσαίων στρουθῶν καὶ χηνῶν. τὰ μὲν οὖν ἄλλα οὐ μέμφομαι αὐτῷ, κύκνων γε μὴν Ἀπόλλωνι μὲν λατρευόντων ᾠδικωτάτων δὲ ὡς ἡ φήμη διαρρέουσα λέγει ἐπιβουλεύειν ἐκγόνοις καὶ διαφθείρειν τὰ ᾠά, ὦ Ἰνδοὶ φίλοι, οὐκέτι.

关于动物及其特有习性,我也理当加以记述。印度国王将如下源自矮生枣椰树的物品当作餐后甜点食用——正如希腊人索要用来咀嚼的点心一般:他在饭后食用一种生长在该植物中的幼虫,将其烤熟,其味甘美无比,正如印度人的传说所述;而那些谈及食用它带来极大享受的人们,其言辞甚至令我也信以为真。他餐后的附加美馔还有天鹅蛋、陆生鸵鸟蛋和鹅蛋。对于其他事情我并不责怪他,但天鹅侍奉阿波罗,正如广为流传的传说所言是最善鸣唱的飞鸟,至于谋害它们的后代并破坏其卵,亲爱的印度人啊,我绝不再赞同了。

语法注3 条
  1. 14.10οὔ μοι δοκεῖν

    其中 οὔ 是与后文 τοσοῦτον, ὅσον 呼应的否定词 οὐ(因后接后附词 μοι 而带重音),μοι δοκεῖν 则是表示限制的插入性不定式结构(即绝对不定式)。μοι δοκεῖν 是 ὡς ἐμοὶ δοκεῖν(“依我看来”)省略从属连词 ὡς 的惯用表达,用以附加作者对整个陈述的主观判断。

  2. 14.11αὐτῷ ἵππῳ

    与强调代词 αὐτός 连用的“伴随与格”(联合与格)。不带介词 σύν,构成古典希腊语中的固定句式,意为“连同马匹一起”。

  3. 14.11προπονήσαντός οἱ τοῦ ἵππου

    属格绝对结构(προπονήσαντος τοῦ ἵππου)内部嵌入了表示关涉或利益的与格代词 οἱ(即 αὐτῷ,“对他而言”),意为“当他的马匹已先行为他竭尽劳力时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.10-14.13