← 克劳狄乌斯·埃利安

论动物的本性

§14.1-14.4

驯养鲭鱼与浅滩捕鱼及水族药效

本节记述了雅典娜之岛上被渔人驯养、并围拢外来鱼群助人捕鱼以报哺育之恩的鲭鱼,利用浅滩足印诱捕扁平游鱼的技巧,以及鹦嘴鱼、海胆与猬的诸种药用价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

ἐν δὲ τῷ Ἰονίῳ πελάγει πλησίον Ἐπιδάμνου, ὅπου καὶ Ταυλάντιοι παροικοῦσι, νῆσός ἐστι καὶ Ἀθηνᾶς κέκληται, καὶ οἰκοῦσιν ἐνταῦθα ἁλιεῖς. ἔστι δὲ καὶ λίμνη αὐτόθι, καὶ σκόμβρων ἠθάδων καὶ ἡμέρων ἀγέλαι τρέφονται. καὶ τούτοις μὲν τροφὰς ἐμβάλλουσιν οἱ ἁλιεῖς, καὶ ἔστιν αὐτοῖς πρὸς αὐτοὺς ἔνσπονδα, καί εἰσιν ἐλεύθεροι, καὶ ἀθηρίαν εἰλήχασι, καὶ προΐασιν ἐς χρόνου πλῆθος, καὶ ζῶσιν αὐτόθι σκόμβροι καὶ γέροντες. οὐ μὴν ἀργοὶ σιτοῦνται, οὐδὲ ὑπὲρ ὧν τρέφονταί εἰσιν ἀχάριστοι, λαβόντες δὲ ἐκ τῶν ἁλιέων τροφὰς τὰς ἑωθινὰς εἶτα μέντοι καὶ αὐτοὶ ἐπὶ τὴν θήραν ἴασιν, ὥσπερ οὖν τροφεῖα ἐκτίνοντες.1 καὶ τοῦ λιμένος προελθόντες ἐπὶ τοὺς ξένους στέλλονται σκόμβρους, καὶ ἐντυχόντες ὡς ἴλῃ τινὶ ἢ φάλαγγι, ἅτε ὁμοφύλοις καὶ τῆς αὐτῆς φύσεως οὖσι προσνέουσι, καὶ οὔτε τούτους ἐκεῖνοι φεύγουσιν οὔτε οὗτοι ἐκκλίνουσιν ἐκείνους, ἀλλὰ συνίασιν. εἶτα οἱ τιθασοὶ τοὺς ἐπήλυδας περιελθόντες καὶ κυκλόσε γενόμενοι καὶ ἑαυτοὺς συμφράξαντες ἀπειλήφασι μέσους πολύ τι πλῆθος, καὶ οὐκ ἐῶσι διαδιδράσκειν, ἀναμένουσι δὲ τοὺς τροφέας, καὶ ἀνθʼ ὧν ἐκορέσθησαν ἀνθεστιῶσι τοὺς ἁλιέας· ἐπελθόντες γὰρ αἱροῦσιν αὐτοὺς καὶ πολὺν ἐργάζονται φόνον. οἱ δὲ τιθασοὶ ἐπανίασι σπεύδοντες ἐς τὸν λιμένα, καὶ τοὺς ἑαυτῶν χηραμοὺς ὑπελθόντες ἀναμένουσι τὸ δειλινὸν δεῖπνον. οἳ δὲ ἥκουσι κομίζοντες, εἰ βούλονται συνθήρους ἔχειν καὶ φίλους πιστούς. ὁσημέραι μέντοι πράττεται ταῦτα.

在爱奥尼亚海、靠近埃皮达姆诺斯之处,亦即陶兰提人聚居的地方,有一座被称作雅典娜之岛的小岛,渔人们居住于此。岛上有一处池沼,饲养着成群驯化亲人的鲭鱼。渔人们给它们投喂食物,人与鱼之间缔结了和平盟约;鱼儿们是自由的,获得了免受捕捞的特权,它们度过了漫长的岁月,以老鲭鱼之态生活在那里。然而它们并非无所事事地进食,亦非对喂养之恩忘恩负义;它们从渔人那里领得早间的食粮后,自身便也奔赴狩猎,犹如偿付抚育之资一般。它们离开港湾,奔向外来的客籍鲭鱼;如遭遇骑兵小队或步兵方阵一般与之相遇后,因同属同种具有相同天性,它们便向其游去。外来者不躲避它们,它们亦不闪避外来者,而是汇聚一处。随后,驯化的鲭鱼包围了外来者,结成圆阵并紧闭队伍,将极大众多的鱼群围困在中央,不容其逃遁,静候抚育者到来,设宴回请渔人,以报此前饱食之恩:盖渔人赶至,将外来之鱼捕获,大开杀戒。而驯化的鲭鱼则匆匆返回港湾,潜入各自的洞穴等待晚膳;渔人们若想留住这些狩猎伙伴和忠实的朋友,便会携食而来。确实,此等之事日日皆然。

§14.2

σκάρου τὴν χολὴν ἐὰν δῷς ἐμφαγεῖν ἀνθρώπῳ νοσοῦντι τὸ ἧπαρ καὶ ἴκτερον ἔχοντι, σωθήσεται, ὡς οἱ σοφοὶ τῶν ἁλιέων διδάσκουσιν.

若将鹦嘴鱼的胆汁给肝脏患病且身患黄疸之人服食,他必将获救,正如渔人中的智者所传授的那样。

§14.3

ἁλίσκεται δὲ ἄρα ἰχθὺς καὶ ἄνευ κύρτων καὶ ἀγκίστρων καὶ δικτύων τὸν τρόπον τοῦτον. κόλποι θαλάττιοι πολλοὶ τελευτῶσιν ἐς τενάγη τινά, καὶ ἔστι ταῦτα ἐπιβατά. ὅταν οὖν ᾖ γαλήνη καὶ εἰρήνη πνευμάτων, οἱ τεχνῖται τῶν ἁλιέων ἄγουσι πολλοὺς ἐνταῦθα, εἶτα αὐτοὺς προστάττουσι βαδίζειν καὶ πατεῖν τὴν ψάμμον, ὡς ὅτι μάλιστα ἀπερείδοντας τὸ πέλμα ἰσχυρῶς. εἶτα ἴχνη καταλείπεται βαθέα, ἅπερ οὖν ἐὰν φυλαχθῇ, καὶ μή ποτε συμπεσοῦσα ἡ ψάμμος συγχέῃ αὐτά, μηδὲ ἐκταραχθῇ ὑπὸ πνεύματος τὸ ὕδωρ, ὀλίγον διαλείπουσιν οἱ ἁλιεῖς, καὶ ἐμβάντες καταλαμβάνουσιν ἐν τοῖς κοιλώμασι τῶν βημάτων καὶ τοῖς ἴχνεσι τοὺς ἰχθῦς τοὺς πλατεῖς εὐναζομένους, ψήττας τε καὶ ῥόμβους καὶ στρουθοὺς καὶ νάρκας καὶ τὰ τοιαῦτα.

其实,即便不用鱼笼、鱼钩与鱼网,鱼类亦能以如下方式被捕获。许多海湾尽头连着浅滩,这些浅滩是可以徒步踏入的。因此,每当风平浪静之时,老练的渔人们便领着许多人来到那里,继而命令他们走动并踩踏沙滩,尽可能用力地蹬踏脚掌。于是沙滩上留下了深深的足印;假若这些足印得以完好保留,既未因坍塌的沙子将其掩平,海水亦未被风浪搅混,渔人们便稍待片刻,随后步入其中,即可发现扁平的鱼类在步伐的凹坑与脚印中栖宿安卧:包括鲽鱼、鲆鱼、燕魟、电鳐及类似之物。

§14.4

ἐχίνου θαλαττίου πέρι εἶπον καὶ ἀνωτέρω καὶ νῦν δὲ εἰρήσεται ὅσα προσακήκοα. ἔστι γὰρ καὶ στομάχῳ ἀγαθόν· τὸν τέως γὰρ κακόσιτον ὄντα καὶ πᾶν ὅ τι οὖν βδελυττόμενον ὃ δὲ ἀναρῥώννυσιν. ἔστι δὲ καὶ κύστεως κενωτικός, ὡς οἱ τούτων λέγουσι σοφοί. εἰ δὲ αὐτοῦ ἐπιχρίσειας σώματι ψωριῶντι, ὃ δὲ σῶν ἐργάζεται τὸν τέως νοσοῦντα τὴν νόσον τὴν προειρημένην. καυθεὶς δὲ ἄρα ὀστράκοις αὐτοῖς2 ἐκκαθαίρει τὰ ῥυπῶντα τῶν τραυμάτων. χερσαίου δὲ ἐχίνου καυθέντος ἡ σποδιὰ πίττῃ προσανακραθεῖσα εἶτα μέντοι καταχρίεται τῶν λειψοτρίχων μερῶν, καὶ αἱ τέως φυγάδες (ἵνα τι καὶ παίσω)3 ὑπαναφύονται. πινομένη δὲ οἴνῳ νεφροῖς ἀγαθόν ἐστι, σώζει δὲ ἄρα καὶ ὑδεριῶντας ποθεῖσα, ὥσπερ δὴ καὶ προεῖπον. τὸ δὲ ἧπαρ ἄρα τοῦ ἐχίνου τούτου ἰᾶται ὑφʼ ἡλίου γενόμενον αὖον τοὺς τῇ νόσῳ τῇ τοῦ καλουμένου ἐλέφαντος

关于海胆,我此前亦曾谈及,如今便将所续闻之事记述于此。它有益于脾胃,能使此前食欲不振、见任何食物皆作呕之人恢复元气。它亦能利尿排空膀胱,正如通晓此道之智者所言。若将其涂抹于患有疥癣之躯体,便能使此前罹患前述病症之人重获康复。若连壳带肉一并焚烧,则能清洁伤口之污秽。至于陆生的猬,焚烧后的骨灰若与沥青调和,涂敷于脱发之处,此前流亡的须发——容我开个小玩笑——便会重新从下方萌生出来。将其与酒同饮有益于肾脏,服下它亦能拯救水肿患者,正如我此前所言。此外,此猬之肝脏经烈日晒干之后,能医治那些被所谓象皮病

语法注3 条
  1. 14.1ὥσπερ οὖν τροφεῖα ἐκτίνοντες

    此处采用 ὥσπερ 加现在分词结构,比喻性地说明主语(被驯化的鲭鱼)拟人化的动机或情态,意为“犹如偿还抚育之资(τροφεῖα)一般”。小词 οὖν 在此并非引申连词,而是起强调或确指作用(“确实”、“恰如”)。

  2. 14.4ὀστράκοις αὐτοῖς

    此处 αὐτοῖς 与与格名词 ὀστράκοις 连用,构成表示伴随的与格惯用表达(即“连同其壳本身”、“壳肉一并”),而非表示焚烧手段的与格。

  3. 14.4ἵνα τι καὶ παίσω

    由 ἵνα 引导接续法动词 παίσω 构成的插入性目的从句,意为“容我开个小玩笑”,属于作者对于将脱落的毛发拟人化为流亡者/逃兵(αἱ τέως φυγάδες)的修辞性调侃与自我解嘲。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.1-14.4