- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者介绍了名为海螺(内里忒斯)的美丽小型贝类,并讲述了关于其起源的两则神话:其一是他因拒绝随阿佛洛狄忒前往奥林波斯而遭变形,其二是他受波塞冬宠爱并在游速上冠绝群生,因而招致赫利俄斯嫉恨而被变为海螺。
Κόχλος ἐστὶ θαλάττιος, μικρὸς μὲν τὸ μέγεθος, ἰδεῖν δὲ ὡραιότατος, καὶ ἐν θαλάττῃ τίκτεται τῇ καθαρωτάτῃ καὶ ἐν ταῖς ὑφάλοις πέτραις καὶ ἐν ταῖς καλουμέναις χοιράσιν. ὄνομα δὲ νηρίτης ἐστὶν αὐτῷ, καὶ διαρρεῖ λόγος διπλοῦς ὑπὲρ τοῦδε τοῦ ζῴου, καὶ ἐς ἐμέ γε ἀφικέσθην ἄμφω τὼ λόγω, καὶ μέντοι καὶ διαμυθολογῆσαι μικρὰ ἄττα ἐν μακρᾷ τῇ συγγραφῇ οὐδὲν ἀλλʼ ἢ διαναπαῦσαί τε τὴν ἀκοὴν καὶ ἐφηδῦναι τὸν λόγον.1 τῷ Νηρεῖ τῷ θαλαττίῳ, ὅνπερ οὖν ἀληθῆ τε καὶ ἀψευδῆ ἀκούομεν δεῦρο ἀεί, πεντήκοντα μὲν θυγατέρας τὴν Ὠκεανοῦ Δωρίδα Ἡσίοδος ᾅδει τεκεῖν· μέμνηται δὲ αὐτῶν καὶ Ὅμηρος ἐν τοῖς ἑαυτοῦ μέτροις. ἕνα δέ οἱ γενέσθαι παῖδα ἐπὶ ταῖς τοσαύταις θυγατράσιν ἐκεῖνοι μὲν οὔ φασι, λόγοι δὲ θαλάττιοι ὑμνοῦσι. καὶ Νηρίτην αὐτὸν κληθῆναι λέγουσι καὶ ὡραιότατον γενέσθαι καὶ ἀνθρώπων καὶ θεῶν, Ἀφροδίτην δὲ συνδιαιτωμένην ἐν τῇ θαλάττῃ ἡσθῆναί τε τῷ Νηρίτῃ τῷδε καὶ ἔχειν αὐτὸν φίλον. ἐπεὶ δὲ ἀφίκετο χρόνος ὁ εἱμαρμένος, ἔδει τοῖς Ὀλυμπίοις ἐγγραφῆναι καὶ τήνδε τὴν δαίμονα τοῦ πατρὸς παρακαλοῦντος. ἀνιοῦσαν οὖν αὐτὴν ἀκούω καὶ τὸν ἑταῖρόν τε καὶ συμπαίστην τὸν αὐτὸν ἐθέλειν ἄγειν. τὸν δὲ οὐχ ὑπακοῦσαι λόγος ἔχει τοῦ Ὀλύμπου προτιμῶντα τὴν σὺν ταῖς ἀδελφαῖς καὶ τοῖς γειναμένοις διατριβήν. παρῆν δὲ ἄρα αὐτῷ καὶ ἀναφῦσαι πτερά, καὶ τοῦτο ἐγᾦμαι δῶρον τῆς Ἀφροδίτης δωρουμένης·2 ὃ δὲ καὶ ταύτην παρʼ οὐδὲν ποιεῖται τὴν χάριν. ὀργίζεται τοίνυν ἡ Διὸς παῖς, καὶ ἐκείνῳ μὲν ἐς τὸν κόχλον τόνδε ἐκτρέπει τὴν μορφήν, αὐτὴ δὲ αἱρεῖται ὀπαδόν τε καὶ θεράποντα ἀντʼ ἐκείνου τὸν Ἔρωτα, νέον καὶ τοῦτον καὶ καλόν, καί οἱ τὰ πτερὰ τὰ ἐκείνου δίδωσιν. ὁ δὲ ἄλλος λόγος ἐρασθῆναι βοᾷ Νηρίτου Ποσειδῶνα, ἀντερᾶν δὲ τοῦ Ποσειδῶνος, καὶ τοῦ γε ὑμνουμένου Ἀντέρωτος ἐντεῦθεν τὴν γένεσιν ὑπάρξασθαι. συνδιατρίβειν οὖν τά τε ἄλλα τῷ ἐραστῇ τὸν ἐρώμενον ἀκούω καὶ μέντοι καὶ αὐτοῦ ἐλαύνοντος κατὰ τῶν κυμάτων τὸ ἅρμα τὰ μὲν κήτη τἄλλα καὶ τοὺς δελφῖνας καὶ προσέτι καὶ τοὺς Τρίτωνας ἀναπηδᾶν ἐκ τῶν μυχῶν καὶ περισκιρτᾶν τὸ ἅρμα καὶ περιχορεύειν, ἀπολείπεσθαι δʼ οὖν τοῦ τάχους τῶν ἵππων πάντως καὶ πάντη· μόνα δὲ ἄρα τὰ παιδικά οἱ παρομαρτεῖν3 καὶ μάλα πλησίον, στόρνυσθαι δὲ αὐτοῖς καὶ τὸ κῦμα καὶ διίστασθαι τὴν θάλατταν αἰδοῖ Ποσειδῶνος· βούλεσθαι γὰρ τῇ τε ἄλλῃ τὸν θεὸν εὐδοκιμεῖν τὸν καλὸν ἐρώμενον καὶ οὖν καὶ τῇ νήξει διαπρέπειν. τὸν δὲ Ἥλιον νεμεσῆσαι τῷ τάχει τοῦ παιδὸς ὁ μῦθος λέγει, καὶ ἀμεῖψαί οἱ τὸ σῶμα ἐς τὸν κόχλον τὸν νῦν, οὐκ οἶδα εἰπεῖν ὁπόθεν ἀγριάναντα·4 οὐδὲ γὰρ ὁ μῦθος λέγει. εἰ δέ τι χρὴ συμβαλεῖν ὑπὲρ τῶν ἀτεκμάρτων, λέγοιντʼ ἂν ἀντερᾶν Ποσειδῶν καὶ Ἥλιος. καὶ ἠγανάκτει μὲν ἴσως ὁ Ἥλιος ὡς ἐν θαλάττῃ φερομένῳ, ἐβούλετο δὲ αὐτὸν οὐκ ἐν τοῖς κήτεσιν ἀριθμεῖσθαι, ἀλλʼ ἐν ἄστροις φέρεσθαι. καὶ τὼ μὲν μύθω ἐς τοσοῦτον ἐληξάτην· ἐμοὶ δὲ τὰ ἐκ τῶν θεῶν ἵλεα ἔστω, καὶ τά γε παρʼ ἐμοῦ ἔστω πρὸς αὐτοὺς εὔστομα. εἰ δέ τι θρασύτερον εἴρηται τοῖς μύθοις, ἐκείνων τὸ ἔγκλημα.
有一种海螺,体积虽小,看来却极尽秀美,生于至为澄净的海水之中、水下礁石以及所谓的暗礁上。其名为海螺(内里忒斯),关于此生物流传着两种传说;这两种记述都已传至我耳中,况且在长篇巨著中略述神话故事,无非是为了让听者的耳朵稍事休憩,并为叙述增添怡人之趣。 对于海神涅柔斯——我们至今始终听闻他是真实而无虚言的神祇——赫西俄德歌咏说俄刻阿诺斯之女多里斯为其诞下五十个女儿;荷马在其诗作中亦提及她们。然而,在如此众多的女儿之外他还有一个儿子,那些诗人虽未提及,海洋的传说却大加赞咏。人们说他被称为内里忒斯,生成凡人与神祇中最俊美者;阿佛洛狄忒在海中与他共同起居,甚悦此内里忒斯,纳之为密友。及至宿命之时来临,这位女神奉其父召唤,亦须列名于奥林波斯诸神之中。于是我听闻,当她升天时,意欲带走这位同伴兼玩伴。但传说记载他并未应从,比起奥林波斯,他更看重与姐妹及父母的朝夕相处。他本可生出双翼,我想这也是阿佛洛狄忒所赐的礼物;然而他对此恩典亦视若无物。宙斯之女遂生震怒,将他的形体化作这只海螺,而自身转选厄洛斯为随从与侍者替代于他——厄洛斯同样年轻英俊——并将那个少年的双翼赐予了他。 另一则传说则高呼波塞冬爱上了内里忒斯,内里忒斯亦回爱波塞冬,备受赞颂的互爱神(安忒洛斯)的诞生亦由此肇始。因此我听闻,那被爱者在其余诸事上也与爱者朝夕相伴;甚至当波塞冬乘战车掠过波涛时,其余的巨鲸海兽、海豚以及特里同们皆自深渊跃出,在战车周围腾跃起舞,却无论如何都在各方面被神马的速度远远抛下;唯有他的心爱之人得以伴随在侧,且近在咫尺,由于敬畏波塞冬,波浪亦为他们铺平,海水亦向两侧分开。盖因海神不仅希望英俊的被爱者在其他方面享有盛誉,亦愿其在游泳上卓越绝伦。然而神话言道,赫利俄斯嫉恨少年的疾速,将他的身躯化为如今的海螺;究竟因何而生狂怒,我则无法说明,因为神话本身亦未说明。若必须对无可确证之事加以推测,或可说波塞冬与赫利俄斯乃是情敌。赫利俄斯或许愤慨于他驰骋于大海之中,更愿他不与海兽列在一起,而是运行于星辰之间。 这两则神话便到此结束。愿来自神明者于我常保慈仁,愿出自我之言辞对神明常怀敬虔。若在这些神话中说了什么过于轻慢大胆的话,那亦是神话本身的罪责。
- 14.28οὐδὲν ἀλλʼ ἢ διαναπαῦσαί τε τὴν ἀκοὴν καὶ ἐφηδῦναι τὸν λόγον
短语 οὐδὲν ἀλλʼ ἤ 是表示“无非是”、“只不过是”的固定习惯用法。此处接不定词 διαναπαῦσαι 与 ἐφηδῦναι 作为表语(省略了系动词 ἐστίν),说明前面的主语性不定词短语 διαμυθολογῆσαι μικρὰ ἄττα... 的性质。
- 14.28παρῆν δὲ ἄρα αὐτῷ καὶ ἀναφῦσαι πτερά, καὶ τοῦτο ἐγᾦμαι δῶρον τῆς Ἀφροδίτης δωρουμένης
无人称结构 παρῆν αὐτῷ(“他原本能够/可以”)后接不定词 ἀναφῦσαι。后半句中的 τῆς Ἀφροδίτης δωρουμένης 并非属格独立结构,而是依附于名词 δῶρον 的属格修饰语(“赐予此礼之阿佛洛狄忒的礼物”)。
- 14.28ἀπολείπεσθαι δʼ οὖν τοῦ τάχους τῶν ἵππων πάντως καὶ πάντη· μόνα δὲ ἄρα τὰ παιδικά οἱ παρομαρτεῖν
承接前文 ἀκούω 的间接引语不定词结构。ἀπολείπεσθαι 支配表示分离或比较的属格 τοῦ τάχους(“落在马匹的速度之后”)。随后与之对比的 μόνα ... τὰ παιδικά 为中性复数名词,指代海神所宠爱的少年一人,充当不定词 παρομαρτεῖν 的主语,并带与格代词 οἱ(“随侍于他”)。
- 14.28οὐκ οἶδα εἰπεῖν ὁπόθεν ἀγριάναντα
宾格分词 ἀγριάναντα 与前句中受 ὁ μῦθος λέγει 支配的宾格主语 τὸν Ἥλιον 一致。间接疑问短语 ὁπόθεν ἀγριάναντα 是一个紧缩表达,意为“(究竟)因何暴怒”。
