- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了夜间如火闪耀的明光草(狗拔草)的特征,详述了因触之立毙而借饥犬拔取该草的方法,并提及此草的药用价值。
ὄνομα φυτοῦ κυνόσπαστος ʽκαλεῖται δὲ ἄρα καὶ ἀγλαόφωτις ἡ αὐτή· βούλομαι γὰρ ἐκτῖσαι χρέος ὑπομνησθείσʼ ὃ μεθʼ ἡμέραν μὲν ἐν τοῖς ἄλλοις διαλέληθε καὶ οὐκ ἔστι πάνυ τι σύνοπτον, νύκτωρ δὲ ἐκφαίνεται καὶ διαπρέπει, ὡς ἀστήρ· φλογώδης γάρ ἐστι καὶ ἔοικε πυρί. οὐκοῦν σημεῖόν τι ταῖς ῥίζαις παραπήξαντες αὐτῆς ἀπαλλάττονται, οὔτε τὴν χρόαν ἔχοντες μεθʼ ἡμέραν εἰ μὴ τοῦτο δράσαιεν μνημονεῦσαι1 οὔτε μὴν τὸ εἶδος. παρελθούσης δὲ τῆς νυκτὸς ἥκουσι, καὶ θεασάμενοι τὸ σημεῖον ὅπερ οὖν κατέλιπον καὶ γνωρίσαντες ἔχουσι συμβαλεῖν ὅτι ἄρα τοῦτο ἐκεῖνό ἐστιν οὗ καὶ δέονται, ἐπεί τοι τελέως ὅμοιόν ἐστι τοῖς παρεστῶσι καὶ οὐδὲ ὀλίγον διαλλάττει αὐτῶν. οὐκ ἀνασπῶσι δὲ αὐτοὶ τὸ φυτὸν τόδε, ἢ οὐ χαιρήσουσι πάντως.2 οὔκουν οὔτε περισκάπτει τις οὔτε ἀνασπᾷ, ἐπεὶ καί, φασί, τὸν πρώτιστον ὑπʼ ἀπειρίας τῆς κατʼ αὐτὸ φύσεως προσαψάμενον οὐκ ἐς μακρὰν ἀπώλεσεν. ἄγουσιν οὖν κύνα νεανίαν ἡμερῶν ἀτροφήσαντα καὶ λιμώττοντα ἰσχυρῶς, καὶ τούτου σπάρτον ἐξάψαντες εὖ μάλα στερεὸν καὶ τῆς ἀγλαοφώτιδος τῷ κάτω στελέχει βρόχον τινὰ δύσλυτον προσαρτήσαντες ὡς οἷοί τέ εἰσι μακρόθεν, εἶτα τῷ κυνὶ προτιθέασι κρέα πάμπολλα ὀπτὰ κνίσσης προσβάλλοντα· ὃ δὲ ὑπὸ τοῦ λιμοῦ φλεγόμενος καὶ στρεβλούμενος ὑπὸ τῆς κνίσσης ἐπὶ τὰ προκείμενα ᾅττει κρέα, καὶ ὑπὸ ῥύμης αὐτόρριζον ἀνασπᾷ τὸ φυτόν. ἐπὰν δὲ ὁ ἥλιος ἴδῃ τὰς ῥίζας, ὁ κύων ἀποθνήσκει παραχρῆμα. θάπτουσι δὲ ἐν αὐτῷ τῷ χώρῳ αὐτόν, καί τινας δράσαντες ἀπορρήτους ἱερουργίας καὶ τιμήσαντες τοῦ κυνὸς τὸν νεκρὸν ὡς ὑπὲρ αὐτῶν τεθνεῶτος εἶτα μέντοι προσάψασθαι τολμῶσι τοῦ φυτοῦ τοῦ προειρημένου, καὶ κομίζουσιν οἴκαδε. καὶ καταχρῶνταί φασιν ἐς πολλὰ καὶ λυσιτελῆ· ἐν δὲ τοῖς καὶ τὴν ἐκ τῆς σελήνης νόσον ἐνσκήπτειν τοῖς ἀνθρώποις λεγομένην ἰᾶσθαί φασιν αὐτήν, καὶ τῶν ὀφθαλμῶν τὸ πάθος, ὅπερ οὖν ὑγροῦ ἐπικλύσαντος καὶ παγέντος ἀφαιρεῖ τὴν ὄψιν αὐτούς.3
有一种植物名为狗拔草(而同一植物亦被称为明光草;我既被提醒,便愿偿还这笔债务)。此草白昼混杂于其他草木之中遁匿无形,极不易察觉,入夜则如星辰般破暗显耀,卓尔不群;因其光烈如炽,宛如烈火。因此,人们在其根旁插上一枚标记而后离去,若不如此做,白昼便既不能忆起其色泽,亦不能记清其形貌。待黑夜过去,他们折返回来,看见并辨认出所留下的标记,方能推断出这正是他们所需之物;因为事实上它与周围邻近的植物完全相似,毫无微殊。然而他们绝不亲手拔取此草,否则绝难全身而退。故而无人环掘其土,亦无人亲手拔之,因为据说最初由于不谙其性而触碰它的人,未几便丧了性命。于是,他们牵来一只数日不曾进食、饥肠辘辘的少壮之犬,将一根极其坚牢的绳索系于其身,又尽可能在远处将一个不易解脱的套结系在明光草的下部茎干上,随后在犬面前摆出大量散发着浓烈油脂香气的烤肉。那犬因饥火中烧,复受香气驱迫,猛扑向眼前的肉块,凭借这股冲力将该草连根拔起。然而阳光一照见其根,那犬便立时毙命。人们便在原处将犬埋葬,行过某些秘仪祭礼,并尊奉犬的尸体如同为自身代死一般,然后方敢动手触碰上述植物,将其带回家中。据说人们将其用于诸多大有裨益的用途,其中他们声称它能医治据说从月亮降临到人身上的病症,亦能医治因体液泛溢凝滞而剥夺人们视力的眼疾。
- 14.27οὔτε τὴν χρόαν ἔχοντες μεθʼ ἡμέραν εἰ μὴ τοῦτο δράσαιεν μνημονεῦσαι
动词 ἔχω 接不定式(μνημονεῦσαι)构成表示能力或可能性('能够')的句式。分词 ἔχοντες 与主句主语一致,作原因或伴随分词,意为'若不如此做,他们白昼便无法忆起其色泽'。紧随其后的 ἔχουσι συμβαλεῖν 亦属相同的 ἔχω+不定式结构。
- 14.27ἢ οὐ χαιρήσουσι πάντως
短语 οὐ χαίρω(字面义为'不欢喜')是古希腊语中的固定习语,意为'不能不受惩罚'、'绝难全身而退'或'必遭殃祸'。由 ἤ('否则')引导,意为'他们并不亲手拔取,否则绝无幸免之理'。
- 14.27ἀφαιρεῖ τὴν ὄψιν αὐτούς
动词 ἀφαιρέω 支配人与物的双宾格(αὐτούς'他们'+ τὴν ὄψιν'视力'),表示'剥夺某人的某物'。关系代词 ὅπερ 为中性单数,指代先行词 πάθος,在从句中作主语。
