- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.26#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了商船在冰封的伊斯特尔河上静待春来、渔民凿冰捕鱼的情景,并详述了所捕鳇鱼(鲟鱼)的生理特征、冬眠习性及其在春季的捕获方法。
μένει δὲ ἡ ναῦς ἔστʼ ἂν ὑπανῇ μὲν τὰ τοῦ κρυμοῦ, τακῇ δὲ ὁ κρύσταλλος καὶ λυθῇ, ἐλευθέρα δὲ τοῦ παραδόξου πείσματος ἡ ὁλκὰς ἀπολυθῇ. ἐνταῦθά τοι τοῦ καιροῦ1 καὶ οἱ ἁλιεῖς μακέλλας λαβόντες, ἔνθα αὐτοὺς ἄγει θυμὸς διακόπτουσι τὴν πῆξιν τοῦ ὕδατος, καὶ τάφρον κυκλοτερῆ ἐργάζονται κατιοῦσαν ἐς τὸ ὕδωρ· εἴποις ἂν ἢ φρέατος εἶναι στόμα ἢ μεγίστου πίθου καὶ πάνυ γάστριδος. οὐκοῦν ἰχθύες πολλοὶ τὸν κρύσταλλον διαδρᾶναι θέλοντες οἱονεὶ στέγην ἐπικείμενον καὶ ποθοῦντες τὸ φῶς ἀσμένως ἐς τὸ ἀνεῳγμένον στόμιον ἐσνέουσι, καὶ γίνονται πλῆθος ἄμαχοι, καὶ ἐπωθοῦνται ἀλλήλοις, αἱροῦνται δὲ ἅτε ἐν βόθρῳ στενῷ ῥᾳδίως. καὶ πάρεστι λαβεῖν κυπρίνους τε καὶ κορακίνους ἄδην καὶ πέρκας καὶ ξιφίαν, ἀλλʼ οὔπω μέγαν καὶ ἔτι τοῦ κέντρου τοῦ προμετωπιδίου ἄμοιρον· καὶ ἀντακαῖον, καὶ τοῦτον ἁπαλόν, ἐπεὶ οἵ γε μεγάλοι καὶ προήκοντες τὴν ἡλικίαν γένοιντο ἂν καὶ κατὰ τὸν θύννον τὸν μέγιστον. οὗτός τοι καὶ πιότατός ἐστι τὰς λαπάρας καὶ τὴν γαστέρα, καὶ φαίης ἂν ὑὸς οὔθατα εἶναι θηλαζούσης βρέφη. δορὰν δὲ ἔχει τραχεῖαν, καὶ μέντοι καὶ τὰ δόρατα λεαίνουσι ταύτῃ δορυξόοι. ὑπὸ δὲ τῷ μυελῷ τοῦδε τοῦ ζῴου ἀρξάμενος ἐκ μέσης τῆς κεφαλῆς μέχρι τῆς οὐρᾶς καθήκων ὑμὴν ὑγρὸς καὶ στενὸς ἔρχεται. τοῦτον οὖν πρὸς τὴν εἵλην αὖον ἐργασάμενος ἕξεις εἰ ἐθέλεις μάστιγα ὡς ἐλαύνειν ζεῦγος ἵππων· σκύτους γὰρ ἤ τι ἢ οὐδὲν διαφέρει. ἐς μέγεθος δὲ ἤδη προήκων, οὐκ ἂν αὐτὸν θεάσαιτό τις2 ὑπεκδυόμενον τοῦ κρυστάλλου καὶ ἐμπίπτοντα ἐς τὸν βόθρον, ἀλλʼ ἢ πέτραν ὑπελθὼν πολυσκεπῆ ἢ ἐν ἄμμῳ βαθείᾳ ἑαυτὸν ἐγκρύψας εἶτα ὑποθάλπει καὶ μάλα ἀγαπητῶς. δεῖται δὲ οὔτε πόας τηνικάδε οὔτε ἰχθύος ἐς βορὰν ἑτέρου, κρυμοῦ δὲ ὄντος ἀργὸς εἶναι ἐθέλει, καὶ τέρπεται τῇ σχολῇ, καὶ τὴν ἑαυτοῦ πιμελὴν ἐσθίει, καὶ ὥσπερ οὖν οἱ πολύποδες ἐν ἀθηρίᾳ τῶν πλεκτανῶν τῶν ἰδίων παρατραγόντες ἑαυτοὺς καὶ ἐκεῖνοι βόσκουσι. χειμῶνος δὲ λήγοντος καὶ ὑπαρχομένου ἦρος καὶ ἐλευθέρου τοῦ Ἴστρου ῥέοντος μισεῖ τὴν ἀργίαν καὶ ἀναπλεύσας ἐμφορεῖται τοῦ κατὰ τὸ ὕδωρ ἀφροῦ· πολὺς δὲ οὗτός ἐστι μορμύροντος τοῦ ῥεύματος καὶ ὠθουμένου σφοδρότατα. ἐνταῦθά τοι καὶ ἁλίσκεται ῥᾳδίως, ἐλλοχώντων αὐτὸν τῶν ἁλιέων καὶ τὸ ἄγκιστρον ἐς τὸν ἀφρὸν καθιέντων σὺν τῇ ὁρμιᾷ. καὶ τὸ μὲν κρύπτεται ὑπὸ τῇ λευκότητι, καὶ ἡ αἴγλη τοῦ χαλκοῦ εὐσύνοπτός οἱ οὐκ ἔστι, καὶ διὰ ταῦτά τοι περιχανὼν καὶ λάβρως σπῶν τοῦ προειρημένου σιτίου καταπίνει τὸν δόλον, καὶ ἀπόλωλεν ἐντεῦθεν ὅθεν τὰ πρῶτα ἐτρέφετο.3
商船便停留在那里,直到严寒消退,坚冰消融解冻,货船才从这奇特的绳缆中解脱释放。正在此时节,渔民们亦拿起鹤嘴锄,随心所向地凿穿封冻的水面,造出一个向下通往水中的圆形水沟;人若见之,必谓之宛如井口,或如腹肚极大的巨瓮之口。于是,众多鱼类因渴望摆脱宛如屋顶般覆于其上的坚冰、渴求光亮,欣然游入这敞开的口子中,其数量多至无法抗御,彼此相互推挤,由于身处窄穴之中,极易被捕获。人们在此可大量捕获鲤鱼、黑鱼、鲈鱼以及剑鱼——不过尚不大,亦未长出额前的骨刺——还有鳇鱼(鲟鱼),这也仅是幼嫩者,因为那些体大而年长的鳇鱼,身量可匹敌最大的金枪鱼。这种鱼的侧肋与腹部极度肥美,人甚至会说它犹如哺乳幼崽的母猪之乳房。它拥有粗糙的皮,枪矛匠人确实用它来打磨枪杆。在这种动物的脊髓之下,有一层自头部中央起始、直达尾部的狭窄而湿润的膜延伸着。若将此膜放在阳光下晒干,你若愿意,便可获得一根驱赶双马挽车的皮鞭,因为它与皮革几乎毫无二致。然而当它身躯已然硕大之时,绝不会有人看见它从冰层下钻出并跃入冰穴,相反,它或是潜入遮蔽良好的岩石之下,或是将自身隐匿于深沙之中,极其惬意地温暖着自身。此时节它既无需水草亦无需其他鱼类作为食物,严寒存续之时它甘愿蛰伏,安享清闲,吞食自身的油脂,正如章鱼在缺乏猎物时啃食自身的触手以自养一般。但当严冬告终、初春始至、伊斯特尔河畅通奔流之时,它便厌弃怠惰,浮上水面饱食水上的泡沫;当急流轰鸣、极其凶猛地奔涌之际,此类泡沫极多。正在此时,它便极易被擒获,渔民们埋伏守候它,将系有钓线的鱼钩垂入泡沫之中。鱼钩隐蔽在白沫之下,青铜的闪光对它而言不易察觉,因此它张开大口,贪婪地吞咽上述食物,从而吞下了诱饵,自此因最初滋养它的事物而丧命。
- 14.26ἐνταῦθά τοι τοῦ καιροῦ
指示副词 ἐνταῦθα(“在那里/彼时”)支配时间的部分属格 τοῦ καιροῦ(“时节/时机”),构成习惯用法,意为“正在此时节”。
- 14.26ἐς μέγεθος δὲ ἤδη προήκων, οὐκ ἂν αὐτὸν θεάσαιτό τις
主格分词 προήκων 在语法上并未与主句主语不定代词 τις(“有人”)一致,而是作为句首的主题化主格(悬垂分词),随后在主句中由宾格代词 αὐτόν 照应承接。
- 14.26ἀπόλωλεν ἐντεῦθεν ὅθεν τὰ πρῶτα ἐτρέφετο
相关句式 ἐντεῦθεν ὅθεν(“从那……的根源/起因”)。此处表达了一种因果讽刺:该鱼此前贪食泡沫,最终恰恰丧命于隐藏在泡沫中的鱼钩,即丧命于最初滋养它的事物。
