← 克劳狄乌斯·埃利安

论动物的本性

§14.26#1

伊斯特尔河的冬季结冰与冰上往来

本段生动描绘了伊斯特尔河宽广水湾的水深与凶险风浪,以及在冬季烈劲北风压制下河面冻结成巨厚冰层的景象。文中记述了当地人驾驭车马在冰上行走,以及货船被冰封如陆地丘陵后众人用大车转运货物的场景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.26#1

ἔστι δὲ ἄρα τῷ Ἴστρῳ καὶ κόλπος οἷος βαθύτατος, καὶ ἔοικε τῇ θαλάττῃ τὴν πολλὴν περίοδον. καὶ μέντοι καὶ βάθους ὅτι εὖ ἥκει1 ὅδε ὁ κόλπος καὶ ἐκεῖνο τεκμηριῶσαι ἱκανόν. αἱ ναῦς αἱ φορτίδες αἱ τὴν θάλατταν περῶσαι καὶ ἐνταῦθα κατακολπίζουσι, πεφρίκασι δὲ καὶ τοῦτον ὡς θάλατταν, ὅταν ἀγριαίνηται ὑπὸ τῶν καταπνεόντων ἀνέμων ἐς κύματα ἐξαπτόντων τε αὐτὸν καὶ ἐκμαινόντων. πεφύκασι δὲ ἄρα ἐν αὐτῷ καὶ νῆσοι καὶ μέντοι καί τινες τῆς ὄχθης ὑποδρομαὶ ἐς ἃς ἔστι καταφυγεῖν. ἀλλὰ καὶ ἀκταὶ καὶ ἄκραι προήκουσι, καὶ προσρήγνυται αὐταῖς καὶ περισχίζεται κλύδων ἄγριος, ἡνίκα ἂν ἑαυτοῦ μάλιστα ὑποπλησθεὶς2 εἶτα ἐς τὴν θάλατταν οἱονεὶ στενοχωρούμενος ὠθῆται. φιλεῖ δὲ ἄρα δρᾶν τοῦτο ἤδη ὥρας φθινοπωρινῆς παραδραμούσης, ὑπαρχομένης δὲ τῆς χειμερίου, καὶ ἀκμάσας αὐτὸς πρόεισι πλημμυρῶν. πληθύοντα δὲ ἄρα βορρᾶς ἐπωθεῖ αὐτόν, καὶ ἐξάπτει κατιέναι ἄγριον. καὶ ὃ μὲν καταφέρει ὡς ἐς πλοῦν ἀγώγιμον τὸν καθʼ ἑαυτοῦ κρύσταλλον, ὃ δὲ ἀντιπίπτει ὁ βορρᾶς αὐτῷ καταπνέων σκληρὸν καὶ μάλα γε κρυμῶδες. οὔκουν αὐτῷ ἐκβάλλειν ἐς τὸ πέλαγος τὴν ὠδῖνα ὡς ἂν εἴποις3 ἐπιτρέπει, ἀλλʼ ἀνακωχεύων καὶ ἀνωθούμενος ἵστησιν. ὁ κρύσταλλος οὖν ἀνειργόμενός τε καὶ ἀναστελλόμενος ἐς βάθος χωρεῖ καὶ ἁδρύνεται ἐς πολύ· καὶ ἐντεῦθεν ὑπορρεῖ μὲν τοῦ Ἴστρου τὸ γνήσιον ὕδωρ ὁδοῖς ὡς ἂν εἴποις κρυπταῖς, τὸ δὲ ἐπίκτητόν οἱ καὶ νόθον ἐπίκειται πεδίου δίκην, καὶ κατὰ τούτου τηνικάδε τῆς ὥρας ὁδοιποροῦσιν οἱ τῇδε ἄνθρωποι κατὰ ζεύγη καὶ μόνιπποι. ὅπως μὲν οὖν ἐλέγχει τε καὶ βασανίζει τὴν πῆξιν τοῦ ποταμοῦ τοῦδε καὶ τοῦ Θρᾳκίου Στρυμόνος τὸ πονηρόν τε καὶ δολερὸν θηρίον ἡ ἀλώπηξ, ἀνωτέρω εἶπον· ὁ δʼ οὖν κρύσταλλος ὁ ἐν τῷ Ἴστρῳ καὶ νηὶ φορτηγῷ κατὰ ῥοῦν φερομένῃ περιτραφεὶς εἶτα ἐπέδησεν αὐτήν, καὶ οὔτε ἱστίων ἡπλωμένων ἔτι δεῖ, οὔτε ὁ πρῳράτης τὰ πρόσω βλέπει, οὔτε ὁ τῆς νεὼς ἄρχων ἐπιστρέφει τοὺς οἴακας· πεπήγασι γάρ,4 ἐπεὶ καὶ τὸ πᾶν σκάφος τῷ περικειμένῳ κατείληπται δεσμῷ, καὶ ἔοικεν οὐ μὰ Δία νηί, οὐ γὰρ ἔτι τοῖς κύμασι τύπτεται, ἀλλὰ ἐν πολλῷ τῷ πεδίῳ λόφῳ τινὶ ἀνεστῶτι ἢ καὶ νὴ Δία σκοπιᾷ ἢ ἄκρᾳ. ἐνταῦθά τοι καὶ οἱ περίνεῳ καὶ οἱ ναῦται ἐκπηδῶσι καὶ κατὰ τοῦ ποταμοῦ θέουσι, καὶ ἁμάξας ἄγουσι καὶ τὸν φόρτον μετῆραν ἐπὶ τοῦ τέως ὕδατος. καὶ πάλιν μετὰ τὴν χειμέριον ὥραν τοῦ αὐτοῦ φερομένου σφοδρῶς φέρουσί τε καὶ ἄγουσι τὰ ἄχθη.

在伊斯特尔河上有一处极深的水湾,其辽阔的周界宛若大海。而且,这处水湾水深充足,以下事实亦足以证明:穿行于大海的货船亦会在此驶入湾内停泊,然而当这处水湾被呼啸而下、将其激起波涛并使其发狂的风吹得狂暴起来时,它们对它的恐惧亦不亚于大海。河湾之中确实生长着岛屿,沿岸亦有一些可以躲避的泊处。但岬角与突角亦向外伸出,当河流自身蓄水极盈、宛如受窘狭逼一般向大海奔涌之际,狂暴的浪涛便撞击在这些突角上并碎裂开来。在秋季已经逝去、冬季方始之时,河流往往便如此行事,它在势头最盛时泛滥推进。当河水暴涨之时,北风便迎头压制它,激使它狂暴地奔流。河流将自身的冰块宛如可供航运的货物一般向下运送;而北风则迎面呼啸而降,吹刮着严寒刺骨的劲风。因此北风绝不允许河流将其所谓分娩的剧痛倾泻入大海,反而阻遏并推阻它,使其停滞不前。于是冰层在受到遏制与阻挡后向深处延展,变得极其厚实;自此以后,伊斯特尔河真正的河水便经由可谓隐秘的通路在下方流淌,而后加的虚假之水则如平原一般覆于其上,此一时节,当地人便驱赶着成对的牲口或单骑在上面通行。至于狐狸这只狡黠而奸诈的兽类如何检验并测试这条河流以及色雷斯的斯特律蒙河的冰冻状况,我此前已作记述;无论如何,伊斯特尔河上的冰块冻结在随流漂行的货船四周,遂将其死死锁住,从此既无需张开风帆,前哨水手亦不注视前方,船长亦不转动舵柄;因为舵柄已然冻结,整艘船体都被外围的桎梏所钳制,以宙斯之名起誓,它看起来已绝非船只——因它不再受波浪拍击——倒宛如广袤平原上拔地而起的一座丘陵,或以宙斯之名起誓,宛如一座瞭望塔或岬角。此时,乘客与水手们纷纷跳下船只在河面上奔跑,赶来大车,在这曾经是水的地方转运货物。而待到冬季过后,该河再次汹涌流淌之时,他们又重新装运并搬移这些重物。

语法注4 条
  1. 14.26βάθους ὅτι εὖ ἥκει

    短语 εὖ ἥκειν 搭配表示范畴的属格(βάθους),为常见惯用句法,意为“在深度方面达到充足程度”。整个 ὅτι 引导的从句充当不定式 τεκμηριῶσαι 的宾语从句,而作主语的代词 ἐκεῖνο 则指代后文所述之事。

  2. 14.26ἑαυτοῦ μάλιστα ὑποπλησθεὶς

    反身代词属格 ἑαυτοῦ 作为充盈属格(genitive of fullness)充当被动分词 ὑποπλησθείς 的补足语,意指“被其自身(的水量)充分注满”,生动表达了河流自身水势暴涨至极限的状态。

  3. 14.26τὴν ὠδῖνα ὡς ἂν εἴποις

    名词 ὠδίς(分娩的剧痛,亦可引申指所产之物)在此用作隐喻,将河流自身孕育并试图排入大海的大量冰块拟人化。插入语 ὡς ἂν εἴποις(所谓、可以说)起到缓和这一大胆隐喻语气的作用。

  4. 14.26πεπήγασι γάρ

    动词 πήγνυμι 的第三人称复数完成时主动形态(具有不及物含义)。此处省略的主语承接前文的 τοὺς οἴακας(舵柄),以此解释舵手为何无法转动方向:舵机早已彻底冻结成冰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.26#1