← 克劳狄乌斯·埃利安

论动物的本性

§14.25

发光毒海藻与伊斯特罗斯河的巨鱼捕捞

记述了深礁处一种夜间发光的剧毒海藻致死海狗的奇特生态,随后详述下多瑙河畔的默西亚人借助牛马轭力的牵引垂钓捕捉巨型鲶鱼的独特技法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.25

ἐκεῖ νομῆς τηνικάδε τῆς ὥρας ὑπερορῶσι. γίνεται δὲ ἄρα τι φῦκος ἐν τοῖς ἕρμασι τοῖς βαθέσι, καὶ τὸ μέγεθος αὐτῷ κατὰ τὴν μυρίκην ἐστί, φέρει δὲ καρπὸν τῇ μήκωνι προσεμφερῆ. καὶ τῶν μὲν ἄλλων ὡρῶν τοῦ ἔτους μέμυκε, καὶ ἔστιν ἀντίτυπος καὶ στερεὸς φύσει ὀστρέου· ἁπλοῦταί γε μὴν μετὰ τὰς τροπὰς τὰς θερινάς, ὥσπερ οὖν αἱ ἐν ῥοδωνιαῖς κάλυκες. καὶ τὸ μὲν περικείμενον ἔλυτρον φρουρεῖ τὸ ἔνδον, καὶ δίκην ἕρκους περιέρχεται, ἰδεῖν γε μὴν ξανθότατόν ἐστι. τὸ δὲ ὑπὸ τούτῳ τῷ χιτῶνι κυανοῦν ἐστὶ χρόᾳ καὶ χαῦνον, ὥσπερ οὖν πεπρημένη κύστις, καὶ διαυγὲς ἄγαν, λείβεταί τε ἐξ αὐτοῦ πονηρὸν φάρμακον. καὶ νύκτωρ μὲν ἐκπέμπει τοῦτο αὐγὴν πυρὶ ἐοικυῖαν, καί τινας ἀφίησι μαρμαρυγάς· ὑπανατέλλοντος δὲ τοῦ σειρίου ἔτι καὶ μᾶλλον κατισχύει ἡ τοῦ φαρμάκου κακία. καὶ ἐντεῦθεν ὅσον ἐστὶν ὑδροθηρικὸν παγκύνιόν οἱ ὄνομα θέμενοι1 εἶτα οἴονται τὴν τοῦ ἄστρου ἐπιτολὴν τίκτειν αὐτό. οἱ θαλάττιοι οὖν κύνες πρὸς τὴν νύκτωρ τοῦ ἄνθους φαντασίαν τὴν φλογώδη ἐμπεσόντες ὥσπερ οὖν ἐς ἕρμα τὴν ἔναλον μυρίκην τήνδε, τοῦ φαρμάκου τοῦ μὲν καταδεύσαντος αὐτούς, τοῦ δὲ καταποθέντος, καὶ ἑτέρου διὰ τῶν βραγχίων αὐτοῖς ἐσθορόντος,2 εἶτα μέντοι τεθνήκασι καὶ παραχρῆμα ἀναπλέουσιν. οἱ τοίνυν δεινοὶ τὰ τοιαῦτα ἀνιχνεύειν τοῦδε τοῦ φαρμάκου ἐκ τῶν κητῶν τῶν προειρημένων τὸ μὲν ἐκ τῶν μελῶν τῶν λοιπῶν, τὸ δὲ ἐκ τοῦ στόματος τοῦ θηρὸς ἀθροίζουσι. δεύτερον δὲ τὸ κακὸν τοῦτο τῆς καλουμένης χερσαίας ἀγλαοφώτιδος. ὄνομα δὲ αὐτῇ ἄρα ἔθεντο καὶ κυνόσπαστον· καὶ τίς ἡ αἰτία, ἐὰν ὑπομνησθῶ εἰπεῖν, εἴσεσθε αὐτήν. Μυσοὶ δέ, οὐχ οἱ τοῦ Τηλέφου τὸ Πέργαμον κατοικοῦντες, ἀλλὰ ἐκείνους τοὺς πρὸς τῷ Πόντῳ μοι νόει τοὺς κάτω,3 οἵπερ οὖν καὶ τῇ γῇ τῇ Σκυθίδι προσοικοῦσι τὰς ἐκείνων ἐπιδρομὰς ἀνείργοντες καὶ τῇ Ῥώμῃ τὸν χῶρον τὸν προειρημένον φρουροῦντες πάντα· τοὺς Ἡρακλείας πλησίον φημὶ καὶ τῶν Ἀξίου ῥευμάτων. ἐνταῦθά τοι καὶ τὴν Αἰήτου Μήδειαν οἱ ἐπιχώριοι ὑμνοῦσι τὸ ἔργον ἐκεῖνο τὸ ἐς τὸν Ἄψυρτον τὸν ἀδελφὸν χερσὶ κακαῖς τολμῆσαι, ναὶ μὰ Δία δυστυχῆ φήμην ἐπὶ τῇ Κόλχῳ φαρμακῷ πρὸς ταῖς ἄλλαις ταῖς ἐν Ἕλλησι τήνδε ᾅδοντες οἱ Μυσοί. ἀλλὰ οὗτοί γε θήραν ἰχθύων ἐκείνην θηρῶσιν. ἀνὴρ Ἰστριανὸς γένος, τὴν τέχνην ἁλιεύς, τῆς τοῦ Ἴστρου ὄχθης πλησίον ἐλαύνει βοῶν ζεῦγος, οὔ τι που δεόμενος ἀροῦν οὗτος· ὥσπερ γάρ φησιν ὁ λόγος, μηδὲν εἶναι βοῒ κοινὸν καὶ δελφῖνι, οὕτω τοι φιλία χερσὶν ἁλιέων καὶ ἀρότρῳ πόθεν ἂν γένοιτο; εἰ οὖν οἱ καὶ ἵππων παρείη ζεῦγος, τοῖς ἵπποις χρῆται. καὶ τὸν μὲν ζυγὸν ὁ ἀνὴρ φέρει κατὰ τῶν ὤμων, ἔρχεται δὲ ἔνθα οἱ δοκεῖ καλῶς ἔχειν ἑαυτὸν καθίσαι καὶ ἐν καλῷ τῆς ἄγρας εἶναι πεπίστευκε. τῆς οὖν μηρίνθου στερεᾶς οὔσης καὶ ἄγαν ἑλκτικῆς τὴν μὲν ἀρχὴν ἐξῆψε μέσου τοῦ ζυγοῦ, ἄδην δὲ τροφῆς παρατίθησιν ἢ τοῖς βουσὶν ἢ τοῖς ἵπποις, οἳ δὲ ἐμπίπλανται. καὶ ἐκεῖνος τῇ μηρίνθῳ κατὰ θάτερα προσῆψεν ἄγκιστρον ἰσχυρὸν καὶ μέντοι καὶ τεθηγμένον δεινῶς, περιπείρας δὲ ἄρα αὐτῷ πνεύμονα ταύρου, μεθῆκε τροφὴν Ἰστριανῷ σιλούρῳ καὶ μάλα γε ἡδίστην, ὑπὲρ τοῦ συνδέοντος τὸ ἄγκιστρον λίνου ἐξάψας τὸν ἀρκοῦντα μόλιβον, οἷον ἐς τὴν ἕλξιν εἶναι ἕρμα αὐτόν. ὁ τοίνυν ἰχθὺς ὁπόταν αἴσθηται τῆς ταυρείου βορᾶς, παραχρῆμα κατὰ τὴν ἄγραν ὁρμᾷ· εἶτα ὧν ἱμείρει τούτοις ἐντυχὼν ἀθρόως καὶ περιχανὼν ἄδην καὶ ἀταμιεύτως τὴν ἐμπεσοῦσάν οἱ κακὴν δαῖτα ἐς ἑαυτὸν σπᾷ. εἶτα ὑφʼ ἡδονῆς ἑλιττόμενος ὅδε ὁ γάστρις ἑαυτὸν διαλέληθε τῷ προειρημένῳ περιπαρεὶς ἀγκίστρῳ, καὶ ἀποδρᾶναι τὸ ἐμπεσὸν κακὸν διψῶν τὴν μήρινθον ὡς ἔχει δυνάμεως ὑποταράττει τε καὶ κινεῖ. συνίησιν οὖν ὁ θηρατὴς καὶ ἡδονῆς ὑπερεμπίπλαται, εἶτα τῆς ἕδρας ἀνέθορε, καὶ μεθῆκεν ἑαυτὸν ποταμίων τε ἔργων καὶ κυνηγεσίων ἐνύδρων, ὥσπερ δὲ ἐν δράματι ὑποκριτὴς ἀμείψας προσωπεῖον ὃ δὲ τὼ βόε ἐλαύνει ἢ τὼ ἵππω, ἀλκὴ δὲ ἄρα καὶ ἡ τοῦ κήτους καὶ ἡ τῶν ὑποζυγίων ἀντίπαλός ἐστιν. ὁ μὲν γὰρ θὴρ ὁ τοῦ Ἴστρου τρόφιμος ἕλκει κάτω ὅσον ποτὲ ἄρα τῆς ἐν αὑτῷ ῥώμης ἔχει, τὸ μέντοι ζεῦγος τὸ ἀνθέλκον ἐκτείνει τὴν μήρινθον. ἀλλά οἱ πλέον οὐδὲ ἕν· τῆς γοῦν ἐπʼ ἀμφοῖν ἕλξεως ὁ ἰχθὺς ἡττᾶται,4 καὶ ἀπειπὼν ἕλκεται κατὰ τῆς ᾐόνος. εἴποι ἂν Ὁμηρίδης δρυῶν στελέχη ἕλκειν ἡμιόνους τινάς, ὡς ἐπὶ τῇ Πατρόκλου ταφῇ Ὅμηρος ᾅδει ταῦτα δήπου τὰ ὑμνούμενα.

它们在一年的那个时节便不再顾及在那里的觅食。在幽深的暗礁中长有一种海藻,其体型如柽柳一般,结出的果实酷似罂粟。在一年中的其他季节它都是闭合的,质地坚实抗压如同牡蛎的壳;然而在夏至之后,它便舒展开来,宛如玫瑰园中的花蕾。包裹在外的外皮防护着内部,如篱笆般环绕四周,外观极呈明黄色。而在这层外衣之下的部分颜色青黑且疏松膨胀,宛如充气的胞囊,极为透亮,从中滴淌出剧毒的汁液。入夜后,它便放射出如火般的光亮,并迸发出阵阵闪烁之光;而当天狼星升起之时,这毒液的烈性便愈发强盛。因此所有的水产捕捞者都将其命名为全犬草,并认为正是该星辰的升起孕育了它。于是,海狗们在夜间冲向那花朵如烈焰般的幻象,奔向这株如同暗礁般的海生柽柳;由于一部分毒汁浸透了它们,一部分被吞咽入腹,还有一部分经由鱼鳃冲入体内,它们随即毙命并立时浮上海面。因此,善于搜求此类物产的人便从前述的海兽身上收集这种毒药,一部分取自其他肢体,一部分取自该兽的口中。这一祸物仅次于所谓的陆生明光草。人们亦将明光草命名为牵狗草;其缘由若我忆起而言及,你们自会知晓。至于默西亚人,不要以为我指的是居住在忒勒福斯的佩耳加蒙的那些人,而是指在靠近本都的下方地区、邻近斯基泰土地居住以抵御其进犯、并为罗马守卫前述全境的人;我指的是在赫拉克勒亚附近以及阿克西奥斯河水流周边的那些人。此地的土著亦在此吟诵埃厄忒斯的女儿美狄亚用恶毒的双手加害其弟阿普叙耳托斯的那桩劣迹——以宙斯之名起誓,默西亚人在希腊人流传的其他恶名之外,又为这位科尔喀斯女术士添诵了这桩不幸的恶名。然而这些人捕鱼却采用那样一种独特的渔法:一位出生于伊斯特尔地区的男子,以捕鱼为业,赶着一轭牛来到伊斯特尔河岸边,他绝非为了耕作;因为正如俗话所说,“牛与海豚毫无共同之处”,捕鱼人的手与犁铧之间又怎能产生情谊?若他有一对马可用,便使用马匹。男子将轭担在肩上,前往他认为适宜落座并确信有利于捕捞之处。由于缆绳坚固且极具拉力,他将绳头系在轭的中部,并将丰盛的饲料摆在牛或马的面前,供其饱食。接着他在缆绳的另一端系上一枚坚固且极其锋利的鱼钩,将一副公牛的肺刺穿在钩上,作为对伊斯特尔大鲶鱼而言极为可口的美味投入水中,并在连接鱼钩的麻线上方系上足够的铅坠,使其在拖拽时能起到压舱沉重的作用。于是该鱼一旦察觉到公牛的肉食,便立刻扑向猎物;随后骤然遇上渴求之物,它张开巨口,贪婪而不加节制地将这落入眼前的恶宴吞入体内。随后这贪食之徒在惬意中翻滚扭动,浑然不知自己已被前述的鱼钩穿透;它急欲摆脱降临的灾难,竭尽全力剧烈晃动并拉扯缆绳。捕手随即察觉,内心充满欢愉;于是他从坐处一跃而起,放下河流劳作与水上捕猎,宛如戏剧中的演员更换面具一般,驱赶起那两头牛或两头马;海兽之力与役畜之力遂展开对抗。这头由伊斯特尔河滋养的巨兽倾注体内的一切力气向下拉拽,而反向拉拽的牲畜则将缆绳拉得笔直。但这巨兽毫无胜算;无论如何,面对双畜合力的拖拽,鱼终究败下阵来,力竭后被拖上海滩。荷马的追随者或许会说,这恰似骡子在拖运橡木躯干,正如荷马在帕特罗克洛斯的葬礼上所吟诵的那些名句一样。

语法注4 条
  1. 14.25ὅσον ἐστὶν ὑδροθηρικὸν παγκύνιόν οἱ ὄνομα θέμενοι

    中性单数集合名词性主语 ὅσον ἐστὶν ὑδροθηρικὸν(凡从事水产捕捞之人)与后面的阳性复数分词 θέμενοι 以及主句谓语 οἴονται 构成了依义合应(synesis),由集合概念转化为具体的渔民群体。

  2. 14.25τοῦ φαρμάκου τοῦ μὲν καταδεύσαντος αὐτούς, τοῦ δὲ καταποθέντος, καὶ ἑτέρου διὰ τῶν βραγχίων αὐτοῖς ἐσθορόντος

    属格 τοῦ φαρμάκου 作为表示总体的部分属格,被划分为三个独立属格结构的分词主语(τοῦ μέν、τοῦ δέ 以及 ἑτέρου),分别统辖分词 καταδεύσαντος、καταποθέντος 与 ἐσθορόντος,生动地分述了毒液侵入海兽的三种途径。

  3. 14.25ἐκείνους τοὺς πρὸς τῷ Πόντῳ μοι νόει τοὺς κάτω

    与格 μοι 是伦理与格,表达说话者对读者的亲切关照与提示。宾格短语 ἐκείνους τοὺς ... τοὺς κάτω 充当命令式动词 νόει 的直接宾语,构成“请为我将他们理解为……”的生动叙述语调。

  4. 14.25τῆς γοῦν ἐπʼ ἀμφοῖν ἕλξεως ὁ ἰχθὺς ἡττᾶται

    属格 τῆς ... ἕλξεως 由动词 ἡττᾶται 所支配,作比较/分离属格(“屈服于……拉拽”)。介词短语 ἐπʼ ἀμφοῖν 指两头使役牲畜合力产生的牵引力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.25