- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.22-14.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了产于提基努斯河、带有百里香香气且唯用蚊子捕获的瑟玛洛斯鱼,以及伊斯特尔河及其支流汇流的景观,并叙述了该流域中长有撞角般长吻、敢于撞击船只的剑鱼等鱼类。
Θύμαλον δὲ ἰχθὺν οὕτω καλούμενον τρέφει Τέκινος (ποταμοῦ δὲ ὄνομα τοῦτο Ἰταλοῦ), καὶ μέγεθος μὲν ὅσον καὶ ἐπὶ πῆχυν προήκει, ἰδεῖν δὲ μεταξὺ λάβρακός ἐστι καὶ κεφάλου. ἄξιον δὲ αὐτοῦ ἑαλωκότος θαυμάσαι τὴν ὀσμήν· οὐ γάρ τί που προσβάλλει ἰχθυηρὸν ἀέρα κατὰ τοὺς λοιπούς, ἀλλὰ εἴποις ἂν διὰ χειρῶν κατέχειν θύμαλον νεωστὶ τρυγηθέντα, καὶ οὖν καὶ εὔοσμός ἐστι, καί τις οὐκ ἰδὼν τὸ ζῷον οἰήσεται πόαν ἔνδον εἶναι τὴν μάλιστα μελιττῶν τροφόν, ἔνθεν τοι καὶ κέκληται. λίνῳ μὲν οὖν αἱρεθείη ἂν ῥᾷστα· δελέατι δὲ καὶ ἀγκίστρῳ οὐχ αἱρήσεις αὐτόν, οὐχ ὑὸς πιμελῇ, οὐ σέρφῳ, οὐ χήμῃ, οὐκ ἰχθύος ἑτέρου ἐντέρῳ, οὐ στρόμβου τένοντι. κώνωπι δὲ αἱρεῖται μόνῳ, πονηρῷ μὲν ζῴῳ καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ ἀνθρώποις ἐχθρῷ καὶ δακεῖν καὶ βοῆσαι, αἱρεῖ δὲ τὸν θύμαλον τὸν προειρημένον· φιληδεῖ γὰρ αὐτῷ μόνῳ.
提基努斯河(这是一条意大利河流的名称)滋养着一种被称为瑟玛洛斯的鱼;其体长可达约一肘,外观介于海鲈与鲻鱼之间。当它被捕获时,其气味令人称奇;因为它绝不似其他鱼类那般散发鱼腥气,倒会让人觉得手中握着刚采摘的百里香;它确实香气馥郁,未见过这种生物的人甚至会以为里面藏有蜜蜂最爱的草本植物,而它正是因此得名的。因此用网捕获它最为容易;但用诱饵和鱼钩是钓不上来的,无论用猪油、蠓虫、蛤蜊、别种鱼的肠子,还是海螺的筋,都不奏效。它唯独会被蚊子捕获——蚊子虽是卑劣的生物,无论昼夜都因叮咬和嗡鸣而令人生厌,却能捕获前述的瑟玛洛斯;因为此鱼唯独钟爱蚊子。
ὑπὸ τῷ ποδὶ δὲ τῶν Ἀλπίων ὀρῶν πρὸς ἄνεμον βορρᾶν ὑπὸ τῇ ἄρκτῳ οὕτω κέκληνται. γένος δὲ οὗτοι ἱππικοὶ ἄνδρες. ἐντεῦθέν τοι καὶ πρόεισιν ὁ τῶν Εὐρωπαίων ποταμῶν μέγιστος Ἴστρος, ἐκ πηγῶν μὲν οὐ πολλῶν, ταῖς δὲ τοῦ ἡλίου προσβολαῖς ταῖς πρώταις ἀντίος. εἶτα οἱονεὶ δορυφοροῦντες αὐτὸν ἅτε τῶν ἐπιχωρίων ῥευμάτων βασιλέα συνανίσχουσίν οἱ πολλοί, καὶ ἀέναον τὸ ῥεῦμα αὐτῶν ἐστι, καὶ ἴσασιν ἑκάστου τὸ ὄνομα οἱ περιοικοῦντες αὐτούς. ὅταν δὲ ἐς τὸν Ἴστρον ἐμβάλωσι, τοῖς μὲν ἡ ἀπὸ γενεᾶς ἐπωνυμία πέπαυται, ἀφίστανταί γε μὴν ἐκείνῳ τοῦ ὀνόματος,1 καὶ ἐξ αὐτοῦ καλοῦνται πάντες, καὶ συνεκβάλλουσιν ἐς τὸν Εὔξεινον. γίνεται δὲ ἐνταῦθα ἰχθύων γένη διάφορα, κορακῖνοί τε καὶ μύλλοι καὶ ἀντακαῖοι καὶ κυπρῖνοι, μέλανες οὗτοι, καὶ χοῖροί τε καὶ κόσσυφοι ἰδεῖν λευκοί, πέρκαι τε ἐπὶ τούτοις καὶ ξιφίαι. πρέπουσι δὲ τῷ ὀνόματι οἱ ἰχθύες οἵδε, καὶ τὸ μαρτύριον, τὸ μὲν ἄλλο πᾶν σῶμα ἁπαλοί τε εἰσὶ καὶ ἄλυποι προσαπτομένῳ, καὶ ὀδόντές οἱ οὐ πάνυ τι σκολιοὶ οὐδὲ ἀπηνεῖς ἰδεῖν, οὐκ ἄκανθα ἐπὶ τῶν νώτων ὀρθὴ ἐκπέφυκεν, οὐ κατὰ τὸ οὐραῖον· ὃ δέ ἐστι θαῦμα καὶ ἀκούσαντι καὶ ἰδόντι, ὑπʼ αὐτὴν τὴν ῥῖνα, διʼ ἧς καὶ ἀναπνεῖ καὶ τὸ ῥεῦμα αὐτῷ διαρρεῖ ἐς τὰ βράγχια καὶ ἐκπίπτει, ἐς ὀξύ οἱ προήκει ἡ γένυς, καὶ εὐθεῖά ἐστι καὶ αὐξάνεται κατʼ ὀλίγον ἐς μῆκός τε καὶ πάχος, καὶ κητουμένῳ τῷ ἰχθύι συναύξεται καὶ ἐκείνη, καὶ ἔοικε τριήρους ἐμβόλῳ. καὶ διὰ εὐθείας ἐμπίπτων ὁ ξιφίας ἰχθύσι καὶ ἀποκτείνας εἶτα θοινᾶται, καὶ ἀμύνεται δὲ τῷ αὐτῷ τὰ μέγιστα τῶν κητῶν. καὶ ἀχάλκευτόν γε τοῦτο τὸ ὅπλον προσπέφυκέν οἱ, καὶ τέθηκται φύσει. οὐκοῦν οἵδε οἱ ξιφίαι ἐς μέγεθος προήκοντες ἔρχονται καὶ νεὼς ἀντίοι. καὶ νεανιεύονταί γέ τινες λέγοντες ναῦν Βιθυνίδα ἰδεῖν ἀνασπωμένην, ἵνα αὐτῇ πονήσασα ὑπὸ γήρως ἡ τρόπις τύχῃ2 τῆς δεούσης κομιδῆς. οὐκοῦν προσηλωμένην θεάσασθαι ξιφίου κεφαλήν· τοῦ γὰρ θηρὸς ἐμπήξαντος μὲν τῷ σκάφει τὴν αἰχμὴν τὴν συμφυῆ, ἀποσπάσαι δὲ αὑτὸν πειρωμένου ὑπὸ τῆς ῥύμης τῆς πολλῆς σχισθῆναι μὲν ἀπὸ τοῦ τένοντος τὸ πᾶν σῶμα, τὴν δὲ ἐναπομεῖναι πεπηγμένην, ὡς ἐνέπεσεν ἐξ ἀρχῆς. θηρᾶται δὲ οὗτος ἄρα καὶ ἐν τῇ θαλάττῃ καὶ ἐν τῷ Ἴστρῳ, χαίρει δὲ καὶ πικρῷ ὕδατι καὶ γλυκεῖ ῥεύματι.
在阿尔卑斯山麓、迎着北风、大熊星座之下,他们如此得名;这些人是一个骑马的民族。欧洲最伟大的河流伊斯特尔河正是发源于此,其源头虽然不多,却正对着太阳初升的光芒。随后,许多河流如侍卫般升起伴随左右,因它是当地水流的君王;它们的水流长流不息,周围的居民知晓每一条河的名字。然而一旦汇入伊斯特尔河,它们自古以来的名称便告终结;它们确实将名字让位于它,全都依它而得名,并一同注入尤克辛海。此处繁衍着各种鱼类:乌鱼、鲻属鱼、大鲟鱼与鲤鱼——这些呈深色——还有猪鱼、外观呈白色的黑背鱼,此外还有鲈鱼和剑鱼。这些鱼名副其实,其证据在于:其全身其余部分皆柔软,触摸无害,牙齿绝无弯曲,亦不显得狰狞,背上未长出直立的尖刺,尾部亦然;但令人闻之见之皆觉奇妙的是,就在它用以呼吸、水流经此流向鱼鳃并排出的鼻吻正下方,其颌部向前延伸成锋利的尖端,笔直挺立,在长度与厚度上逐渐增长,随着鱼身长成巨兽之躯,颌部也一同增大,宛如三层桨战船的撞角。剑鱼笔直冲撞,扑向其他鱼类,将其杀死后饱餐一顿,并以此武器御退最庞大的巨兽。这件武器并非青铜铸就,而是天生附着其上,由自然磨砺而成。因此,这些剑鱼长到巨大体型时,甚至会迎面冲向船只。有人夸口吹嘘,说曾看见一艘比提尼亚船只被拖上海岸,以便因年久而受损的龙骨能够得到应有的修整。他们说看见了剑鱼的头钉在上面;因为该兽将天生的矛尖刺入船身,却在试图拔出自身时,由于巨大的冲力,整个身体自颈筋处撕裂脱落,而矛部仍如最初刺入时那样牢牢插在其中。这种鱼既在海中被捕捞,亦在伊斯特尔河中被捕获,它既喜好咸水,亦喜好甘甜的溪流。
θέρους ἐνακμάζοντος τοῦ σφοδροτάτου οἱ θαλάττιοι κύνες καὶ τὰ ἄλλα ζῷα, οἷσπερ οὖν ἐστι συμφυὴς ἡ τόλμα, ἔς τε τοὺς αἰγιαλοὺς παραβάλλει καὶ εὐθὺ τῶν κρημνῶν ἔρχεται,3 καὶ τὰς ῥοώδεις ἄκρας ὑποτρέχει, καὶ ἐς τοὺς στενοὺς καὶ βαθεῖς ἐσνήχεται πορθμούς. φεύγουσι δὲ τὰ πελάγια ἤθη, καὶ τῆς
盛夏酷暑达于极点之时,海狗及其他生性凶悍的动物,便靠近海滩,直奔悬崖,潜行于波涛湍急的海角下方,游入狭窄而幽深的海峡。它们逃离远海的栖息地,而……
- 14.23ἀφίστανταί γε μὴν ἐκείνῳ τοῦ ὀνόματος
动词 ἀφίσταμαι(让出、放弃)支配分离属格 τοῦ ὀνόματος(名称)与关涉与格 ἐκείνῳ(伊斯特尔河),表示诸支流将自身的名字让位于干流。
- 14.23ἵνα αὐτῇ πονήσασα ὑπὸ γήρως ἡ τρόπις τύχῃ
置于目的从句(ἵνα 引导)句首的与格代词 αὐτῇ 指代前文的比提尼亚船只(ναῦν Βιθυνίδα),充当关涉与格或所有与格,与从句主语 ἡ τρόπις(龙骨)相联系,意为“以便该船的龙骨能够获得……”。
- 14.24παραβάλλει καὶ εὐθὺ τῶν κρημνῶν ἔρχεται
复合主语由阳性复数的“海狗”(οἱ θαλάττιοι κύνες)与中性复数的“其他动物”(τὰ ἄλλα ζῷα)组成,但后续的一系列动词(παραβάλλει、ἔρχεται 等)受紧邻的中性复数主语吸引,按雅典式句法采用了单数形式;紧接的下文则恢复使用复数动词(φεύγουσι)以呼应整体的复数语义。
