- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.20-14.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了用海马之胃制成的致命毒药及其导致疯狂的奇特症状,讲述了一位克里特老渔夫反用其特性治愈儿子们狂犬病的故事,最后提及河狗(水獭)的药用价值及皮革用途。
λέγουσι δὲ ἄνδρες ἁλιείας ἐπιστήμονες, τὴν τοῦ ἱπποκάμπου γαστέρα1 εἴ τις ἐν οἴνῳ κατατήξειεν ἕψων καὶ τοῦτον δοίη τινὶ πιεῖν, φάρμακον εἶναι τὸν οἶνον ἄηθες ὡς πρὸς τὰ ἄλλα φάρμακα ἀντικρινόμενον· τὸν γάρ τοι πιόντα αὐτοῦ πρῶτον μὲν καταλαμβάνεσθαι λυγγὶ σφοδροτάτῃ, εἶτα βήττειν ξηρὰν βῆχα, καὶ στρεβλοῦσθαι μέν, ἀναπλεῖν δὲ αὐτῷ οὐδὲ ἕν,2 διογκοῦσθαι δὲ καὶ διοιδάνειν τὴν ἄνω γαστέρα, θερμά τε τῇ κεφαλῇ ἐπιπολάζειν ῥεύματα, καὶ διὰ τῆς ῥινὸς κατιέναι φλέγμα καὶ ἰχθυηρᾶς ὀσμῆς προσβάλλειν· τοὺς δὲ ὀφθαλμοὺς ὑφαίμους αὐτῷ γίνεσθαι καὶ πυρώδεις, τὰ βλέφαρα δὲ διογκοῦσθαι. ἐμέτων δὲ ἐπιθυμίαι ἐξάπτονταί φασιν, ἀναπλεῖ δὲ οὐδὲ ἕν. εἰ δὲ ἐκνικήσειεν ἡ φύσις, τὸν μὲν τὸ ἐς θάνατον σφαλερὸν παριέναι, ἐς λήθην δὲ ὑπολισθάνειν καὶ παράνοιαν. ἐὰν δὲ ἐς τὴν κάτω γαστέρα διολίσθῃ, μηδὲν ἔτι εἶναι,3 πάντως δὲ ἀποθνήσκειν τὸν ἑαλωκότα. οἱ δὲ περιγενόμενοι ἐς παράνοιαν ἐξοκείλαντες ὕδατος ἱμέρῳ πολλῷ καταλαμβάνονται, καὶ ὁρᾶν διψῶσιν ὕδωρ καὶ ἀκούειν λειβομένου· καὶ τοῦτό γε αὐτοὺς καταβαυκαλᾷ καὶ κατευνάζει. καὶ διατρίβειν φιλοῦσιν ἢ παρὰ τοῖς ἀενάοις ποταμοῖς ἢ αἰγιαλῶν πλησίον ἢ παρὰ κρήναις ἢ λίμναις τισί, καὶ πιεῖν μὲν οὐ πάνυ τι γλίχονται, ἐρῶσι δὲ νήχεσθαι καὶ τέγγειν τὼ πόδε ἢ ἀπονίπτειν τὼ χεῖρε. οἳ δὲ οὐκ αὐτὴν τὴν τοῦ ἱπποκάμπου γαστέρα τούτων αἰτίαν εἶναί φασιν, ἀλλὰ νέμεσθαί τι φυκίον τὸ ζῷον πικρὸν δεινῶς, οὗ τὴν ποιότητα ἐς ἐκείνην μεταχωρεῖν. εὑρέθη δὲ ἄρα καὶ ἐς σωτηρίαν ἱππόκαμπος ἐπιτήδειος ἀγχινοίᾳ παλαιοῦ μὲν ἁλιέως, σοφοῦ δὲ τὰ θαλάττια. ἦν Κρὴς ἁλιεὺς γέρων, καὶ παῖδας νεανίας εἶχε καὶ τούτους ἁλιέας. οὐκοῦν συνηνέχθη τὸν μὲν πρεσβύτην ἱπποκάμπους θηρᾶσαι μετὰ καὶ ἄλλων ἰχθύων, τοὺς δὲ νεανίας δηχθῆναι ὑπὸ κυνὸς λυττώσης, τῷ πρώτῳ δηχθέντι τῶν ἄλλων ἀμυνάντων καὶ τῷ αὐτῷ πάθει περιπεσόντων. οἳ μὲν οὖν ἔκειντο Ῥιθύμνης τῆς Κρητικῆς πρὸς ταῖς ᾐόσιν ʽἔστι δὲ αὕτη κώμη, ὥς φασινʼ, οἱ δὲ θεώμενοι συνήλγουν τῷ πάθει, καὶ τὴν κύνα ἀποκτεῖναι προσέταττον καὶ τὸ ἧπαρ δοῦναι τοῖς νεανίαις ὡς φάρμακον τοῦ κακοῦ καταφαγεῖν, οἳ δὲ ἐς τῆς Ῥοκκαίας οὕτω καλουμένης Ἀρτέμιδος4 ἄγειν καὶ αἰτεῖν ἴασιν παρὰ τῆς θεοῦ. ὁ δὲ γέρων καὶ μάλα ἀδεῶς τε καὶ ἀτρέπτως ταῦτα μὲν ἐπαινεῖν τοὺς συμβουλεύσαντας εἴα, τῶν δὲ ἱπποκάμπων τὰς γαστέρας ἐκκαθάρας, τὰς μὲν ὤπτησε καὶ ἔδωκεν αὐτοῖς προσενέγκασθαι, τὰς δὲ συντρίψας ἐς ὄξος καὶ μέλι, καὶ τὰ ἕλκη περιπλάσας τούτοις τὰ τοῦ δήγματος, εἶτα τῆς τῶν νεανιῶν ἐκράτησε λύττης τῷ πόθῳ τοῦ ὕδατος, ὅνπερ οὖν οἱ ἱππόκαμποι αὐτοῖς ὑπεξῆπτον. καὶ τόνδε τὸν τρόπον τοὺς παῖδας ἰάσατο, ὀψὲ μέντοι.
精于渔事的人们说,若有人在酒中煮化海马的胃,并把这酒给某人饮用,这酒便成了一种异乎寻常的毒药,若与其他毒药相比可谓奇特。因为饮下这酒的人,首先会被极剧烈的呃逆所攫住,随后干咳不止,虽辗转干呕,却吐不出任何东西;其上腹部肿大隆起,滚烫的体液冲向头部,鼻孔流出带有鱼腥味的黏液,双眼充血发赤,眼睑浮肿。据说他们虽然涌起极强烈的呕吐欲,却什么也呕不上来。但若其身体本性战胜了毒力,虽可免于濒死之危,却会滑入健忘与疯癫之中。然而,毒物若滑入下腹部,便再无生还之望,中毒者必死无疑。那些幸存而陷入疯癫的人,会被对水的极度渴望所攫住;他们渴望见到水,渴望听到水流倾泻的声音;而这至少能如摇篮曲般安抚他们,令其安歇。他们喜欢在长流不息的江河之畔、海滩近旁、泉水或某些湖泊边度日;他们并不十分渴望饮水,却热切渴望游泳、浸湿双脚或洗濯双手。但也有人说,并非海马的胃本身造成了这些症状,而是这种动物食用了某种极苦的海藻,海藻的性质转移到了胃中。 然而,海马也被一位通晓海洋事务的老渔夫凭借其机智,发现亦可用于救人性命。曾有一位克里特岛的年老渔民,他有几个年轻的儿子,这些儿子也是渔夫。碰巧的是,正当老人捕获了海马和其他鱼类时,年轻人们却被一只狂犬咬伤了,因为其他人去援救最先被咬者,结果遭遇了同样的惨祸。他们躺在克里特的里提姆纳(据说这是一个村落)的海滩上,旁观者见其苦状皆深感痛惜,有人主张将狗杀死,取出其肝脏给年轻人吃下,作为克制灾祸的解药;另有人则建议将他们送往所谓的罗卡亚阿耳忒弥斯的神庙,向女神祈求医治。然而老人毫无惧色,镇定自若,任由那些出谋划策者赞赏其主意,自己则清理好海马的胃,将一部分烤熟给儿子们吃下,将另一部分捣碎在醋和蜂蜜中,敷在被咬的伤口上;随后,他便凭借海马在儿子们体内激起的对水的渴望,压制住了年轻人们的狂犬狂乱之症。他就以这种方式治愈了自己的儿子,尽管颇迟。
ὑπὲρ θαλαττίων μὲν κυνῶν εἴρηται ἡμῖν καὶ πολλά· κύνες δὲ οἱ ποτάμιοι ἰδεῖν μέν εἰσι κατὰ τοὺς κύνας τοὺς χερσαίους τοὺς μικρούς, λάσιοι δέ εἰσι καὶ τὴν οὐράν. λέγονται δὲ τῷ μὲν αἵματι νεῦρα ἀνθρώπων διοιδάνοντα πραΰνειν, εἰ ἐγχέοις ὕδατι καὶ ὄξει ἀναμιχθέντι· ἡ δορὰ δὲ ὑποδήματα δίδωσιν ἀγαθά, καὶ ταῦτα νεύρων χρηστά, ὥς φασιν.
关于海狗(鲨鱼),我们已谈过甚多;至于河狗(水獭),其外貌宛如陆上的小犬,连尾巴也长着浓密的毛。据说若将其血倒入混有醋的水中,便能舒缓人类肿胀的筋腱;其皮能制成优良的鞋履,据说对筋腱疾患亦大有裨益。
- 14.20τὴν τοῦ ἱπποκάμπου γαστέρα
先取构文(prolepsis)。在句法上作为条件从句(εἴ τις ἐν οἴνῳ κατατήξειεν)宾语的名词短语,被提前置于条件连词 εἴ 之前,从而突出了讨论的核心话题。
- 14.20ἀναπλεῖν δὲ αὐτῷ οὐδὲ ἕν
动词 ἀναπλέω 原意为“浮上水面、逆航”,在此处医学语境中被比喻性地用于表示“胃内容物上涌、被呕出”。与格 αὐτῷ 为利害与格(“对他而言”)。
- 14.20μηδὲν ἔτι εἶναι
宾格不定式结构中的惯用表达。伴随着主语(如事物或希望)的省略,意为“再无希望”或“无计可施”,与紧随其后的 πάντως δὲ ἀποθνήσκειν(必死无疑)相呼应。
- 14.20ἐς τῆς Ῥοκκαίας οὕτω καλουμένης Ἀρτέμιδος
省略构文。介词 ἐς 之后接神祇名称与称号的属格,省略了表示“神庙”或“圣域”的名词(如 ἱερόν 或 νεών),意为“前往所谓的罗卡亚阿耳忒弥斯(神庙)”。
