- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.17-14.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了利比亚的山龟、新生马驹身上的“马狂肉”(其被母马食去以防过度发情)之功效与相关传闻,以及利比亚沸水湖中特异鱼类的习性。
εἰσὶ δὲ ἄρα καὶ χελῶναι θρέμμα Λιβύης, οὐλόταται ὅσα ἰδεῖν, ὄρειοι δὲ αὗται, καὶ ἔχουσι τὸ χελώνιον ἐς βάρβιτα ἀγαθόν.
利比亚所产之物中亦有乌龟,望之极显圆隆;这些乃是山龟,它们的龟甲极适于制作巴比妥琴。
ἵππος ὅταν τέκῃ, τοῦ βρέφους ἐκπεφυκυῖαν σάρκα οὐ πολλὴν ἀλλὰ ὀλίγην ἀπηρτῆσθαι οἳ μὲν κατὰ τοῦ μετώπου φασίν, οἳ δὲ κατὰ τῆς ὀσφύος, ἄλλοι γε μὴν κατὰ τοῦ αἰδοίου. ταύτην οὖν ἀποτραγοῦσα ἀφανίζει, καλεῖται δὲ τὸ σαρκίον τοῦτο ἱππομανές. οἴκτῳ δὲ ἄρα τῆς φύσεως καὶ ἐλέῳ ἐς τοὺς ἵππους δρᾶται τοῦτο. εἰ γὰρ ἀεί, φασί, καὶ διὰ τέλους προσήρτητο ἐκεῖνο, ἐς οἶστρον ἂν ἀκατασχέτου μίξεως ἐξήπτοντο οἵ τε ἄρρενες καὶ αἱ θήλειαι αὐτῶν. ἔστω δέ, εἰ δοκεῖ, Ἱππείου Ποσειδῶνος ἢ Ἀθηνᾶς Ἱππείας τοῦτο δῶρον ἵπποις δοθέν, ἵνα αὐτοῖς τὸ γένος διαμείνῃ, μηδὲ ἀφροδισίων λύττῃ διαφθείρηται. ἴσασι δὲ ἄρα ἱπποφορβοὶ τοῦτο εὖ καὶ καλῶς, καὶ ἐάν ποτε δεηθῶσι τοῦ προειρημένου σαρκίου εἰς ἐπιβουλήν τινος, ὡς ἐξάψαι οἱ ἔρωτα, τὴν ἵππον κύουσαν παραφυλάττουσι, καὶ ὅταν τέκῃ παραχρῆμα ἁρπάζουσι τὸ πωλίον, καὶ ἀποκόπτουσι τὴν προειρημένην σάρκα, καὶ ἐς ὁπλὴν ἐμβάλλουσιν ἵππου θηλείας· ἐνταυθοῖ γὰρ καὶ μόνως ἂν φυλαχθείη καλῶς καὶ ἀποθησαυρισθείη. τὸν δὲ πῶλον ἀνίσχοντι τῷ ἡλίῳ καταθύουσιν· οὐ γὰρ ἔτι θηλάζει ἡ μήτηρ αὐτὸν τὸ γνώρισμα ἀφῃρημένον1 καὶ τῆς εὐνοίας οὐκ ἔχοντα τὴν ὑπόθεσιν· ἐκ γάρ τοι τοῦ κατατραγεῖν τὴν σάρκα φιλεῖν τὸ βρέφος ἡ μήτηρ ἰσχυρῶς ἄρχεται. ὅστις δʼ ἂν κατά τινα ἐπιβουλὴν ἀνὴρ ἐκείνου γεύσηται τοῦ σαρκίου ἔρωτι καὶ μάλα γε ἀκρατεῖ συνέχεται καὶ ἐκφρύγεται καὶ βοᾷ, καὶ ἀκατασχέτως ὁρμᾷ καὶ ἐπὶ παιδικὰ αἴσχιστα καὶ ἐπὶ γυναῖκα ἀφήλικα καὶ ἀπρόσωπον, καὶ μαρτύρεται τὴν νόσον, καὶ τοῖς ἐντυχοῦσιν ὅπως ἐξοιστρεῖται λέγει. καὶ λείβεται μὲν τὸ σῶμα καὶ φθίνει, ἐλαύνεται δὲ τὴν ψυχὴν ἐρωτικῇ μανίᾳ. ἀκούω τοίνυν καὶ ἐν Ὀλυμπίᾳ τὴν ἵππον τὴν χαλκῆν, ἧς ἐρῶσιν ἵπποι καὶ ἐπιμαίνονται καὶ ἐγχρίμπτεσθαι ἐθέλουσι καὶ χρεμετίζουσι θεασάμενοι χρεμέτισμα ἐρωτικόν, ἔχειν τὴν ἐκ τοῦδε τοῦ ἱππομανοῦς ἐπιβουλὴν ἐν τῷ χαλκῷ γεγοητευμένῳ λανθάνουσαν, καὶ κρυφίῳ τινὶ μηχανῇ τοῦ τεχνίτου ἐπιβουλεύειν τὸν χαλκὸν τοῖς ζῶσιν· μὴ γὰρ εἶναι τοσαύτην ἀκρίβειαν,2 ὡς οὕτως ἐξ αὐτῆς ἀπατᾶσθαί τε καὶ ἐξοιστρεῖσθαι τοὺς ἵππους τοὺς ὁρῶντας. καὶ ἴσως μὲν λέγουσί τι οἱ λέγοντες, ἴσως δὲ οὐδὲν λέγουσιν· ἃ δʼ οὖν ἤκουσα καὶ ὑπὲρ τούτων εἶπον.
每当母马分娩之时,从幼驹身上长出一块不大而微小的肉垂挂着——有人说生在额上,有人说生在腰间,还有人说生在生殖器处。母马便将此肉咬下并吞食殆尽,这块小肉被称为“马狂肉”。据说这是出于自然对马匹的怜恤与同情而施为的。因为据说,倘若那块肉始终附着不脱,无论公马还是母马,都会陷入不可遏止的交配狂乱之中。不过,若人们愿意,亦可将此视为马神波塞冬或马神雅典娜赐予马匹的礼物,使它们的族类得以延续,而不致因情欲的癫狂而毁灭。马夫们对此了如指掌,若他们有时需要前述的小肉来设计陷害某人,以便激起其爱火,他们便会窥伺怀孕的母马,一旦产驹便立刻夺走马驹,割下前述的肉块,将其放入母马的蹄壳中;因为唯有在那里,它才能被妥善保存和储藏。而那匹幼驹,他们则将其献祭给初升的太阳;因为幼驹一旦被夺去了标记,失去了母爱的依据,母亲便不再给它哺乳;因为母亲正是从嚼食这块肉开始,才对幼驹萌生强烈的爱意。无论何人,若遭暗算尝了那块小肉,便会被极难克制的爱欲所攫住,内热焦灼,大声呼叫,且不可遏制地扑向最丑陋的宠童,或是扑向年老色衰的妇人,自诉病痛,并向遇见的人诉说自己如何陷入狂乱。他的肉体消瘦枯槁,而灵魂则被情欲的狂乱驱策。我亦听闻,奥林匹亚那匹青铜母马——公马对它倾心迷恋,为之癫狂,渴望与之亲近,一见之下便发出求偶的嘶鸣——亦是因这马狂肉的妖术暗藏在被施了咒的青铜之中,凭借工匠某种隐秘的机巧,那青铜才蛊惑了生灵;因为人们认为,单凭造像的逼真绝不可能达到让目睹的马匹如此受骗发狂的程度。言及此事者或许言之有据,或许纯属妄言;但无论如何,关于这些事我所听闻的,也已述说。
λέγεται δὲ ἐν τῇ Λιβύῃ λίμνη εἶναι ζέοντος ὕδατος, καὶ ἐν τῷδε τῷ ὕδατί φασιν ἰχθύας ζῆν καὶ νήχεσθαι καὶ τροφῆς ἐμβληθείσης ἀναπάλλεσθαι πρὸς τὴν τροφήν. εἰ δέ τις αὐτοὺς ἐς ὕδωρ ἐμβάλοι ψυχρόν, ὅτι ἀποθνήσκουσι, καὶ τοῦτο προσακήκοα.
据说在利比亚还有一座沸水湖,人们说在这样的水中竟有鱼儿存活游弋,若有人投入食饵,它们便会迎向食物跃起。但若有人将它们投入冷水之中,它们便会死亡;这也是我听闻之事。
- 14.18τὸ γνώρισμα ἀφῃρημένον
此处 τὸ γνώρισμα 为“保留宾格”,源于主动语态中支配双宾格(人和物)的动词 ἀφαιρέω;在被动分词 ἀφῃρημένον 结构中,表示事物的宾格得以保留。分词修饰前文的 αὐτόν(指马驹),意为“被剥夺了该标记的它”。
- 14.18μὴ γὰρ εἶναι τοσαύτην ἀκρίβειαν
此处在间接引语的不定式结构(宾格加不定式)中使用了否定词 μή,用以引述那些主张青铜马具有魔力者所持的主观论点(“绝不可能仅凭技艺逼真就能使马受骗”),故未采用客观否定词 οὐ。
