- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:14.14-14.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了利比亚羚羊和小鹿的外貌与习性、其眼具有疗效且能再生的鱼类“米罗斯”,以及体型巨大、跳跃力强且皮角极具实用价值的利比亚野山羊。
Λιβυστίνων γε μὴν περὶ δορκάδων καὶ κεμάδων τῶν ἐκεῖθι εἰπεῖν αἱρεῖ με θυμὸς τὰ νῦν ταῦτα. ὤκισται μέν εἰσιν αἱ δορκάδες, καὶ ὅμως τοὺς ἵππους τοὺς Λίβυας οὐ διαδιδράσκουσι. λαμβάνονται δὲ καὶ ἄρκυσι. φαιαὶ δʼ εἰσὶ τὴν γαστέρα, καὶ αὐταῖς ἥδε ἡ χρόα ἐς τὰς λαπάρας ἄνεισι· παρʼ ἑκάτερα δὲ τῆς νηδύος μέλαιναι ταινίαι καθέρπουσιν αὐταῖς. ξανθαί γε μὴν τὸ λοιπὸν σῶμά εἰσι, μακραὶ τοὺς πόδας, μέλαιναι τὸ ὄμμα, τὴν κεφαλὴν κέρασι κεκοσμημέναι, τὰ δὲ ὦτα αὐταῖς ἐστι μήκιστα. ἥ γε μὴν καλουμένη ὑπὸ τῶν ποιητῶν κεμὰς δραμεῖν μὲν ὠκίστη θυέλλης δίκην, ἰδεῖν δὲ ἄρα πυρρόθριξ καὶ λασιωτάτη· τὴν δὲ οὐρὰν λευκὴν ἔχει. εἴκασται δὲ τοὺς ὀφθαλμοὺς κυανοῦ βαφῇ. τὰ δὲ ὦτα τριχῶν ἀνάπλεω δασυτάτων. τὰ κέρατά τε αὐτῆς ἀντία καὶ ὡραῖα, ὡς ἐπιέναι μὲν τὴν θήραν, ἐν ταὐτῷ δὲ καὶ φοβεῖν ἅμα καὶ βλάπτεσθαι καλήν.1 αὕτη δὲ ἄρα ἡ κεμὰς οὐκ ἐπὶ γῆς μόνης τὴν τῶν ποδῶν ὠκύτητα ἐπιδείκνυται, ἀλλὰ ἐμπεσοῦσα καὶ ἐς ῥεῦμα ποταμοῦ ταῖς χηλαῖς τῶν ποδῶν ὡς εἰπεῖν ἐρέττουσα εἶτα μέντοι διακόπτει τὸ ῥεῦμα. χαίρει δὲ καὶ ἐν λίμνῃ νήξασθαι, καὶ ἐνταῦθά τοι καὶ τροφὴν ἴσχει, τεθηλός τε ἀεὶ θρύον καὶ κύπειρον δειπνεῖ. οὐκοῦν καὶ τὴν γαστέρα ἦρος ἀρχομένου πεπληρωμένην ὑπολαπάττει, καὶ τὰ οὔθατα καθῆκε καὶ μέντοι καὶ ἐξέθρεψε τὰ ἑαυτῆς βρέφη ἡ κεμάς. μῦρος δὲ ἄρα ἰχθὺς πυνθάνομαί ἐστιν. ἐξ ὅτου μὲν οὖν ἐσπάσατο τὴν ἐπωνυμίαν ἐκείνην, εἰπεῖν οὐκ οἶδα· κέκληται δʼ οὖν ταύτῃ. λέγουσι δὲ αὐτὸν εἶναι θαλάττιον ὄφιν. ὀφθαλμὸς δὲ ἄρα ὁ τούτου ὁπότερος οὖν ἐξαιρεθεὶς καὶ περίαπτον γενόμενος ἀπαλλάττει ξηρᾶς ἄνθρωπον ὀφθαλμίας· τῷ δὲ ἄρα μύρῳ τῷδε ἀναφύεταί φασιν ὀφθαλμὸς ἕτερος. δεῖ δὲ αὐτὸν ἀπολῦσαι τὸν ἰχθὺν ζῶντα, ἢ μάτην τὸν ὀφθαλμὸν ἔχων φυλάττεις.
现在,我的心意驱使我谈论那里的利比亚羚羊和小鹿。羚羊奔跑极快,但依然无法逃脱利比亚马匹的追逐。它们也会被网罟捕获。它们的腹部呈暗灰色,这种颜色一直延伸到腰侧;在腹部的两侧,有黑色的条纹向下蔓延。身体的其余部分呈黄褐色,双腿修长,眼睛乌黑,头上饰有双角,双耳极长。至于被诗人们称为“凯玛斯”的小鹿,奔跑时敏捷如风暴,外观呈红褐色且毛发极浓密;它的尾巴是白色的。它的双眼宛如染上了深蓝色的染料。双耳长满了茂密的茸毛。它的双角相对而生,比例匀称,以至于无论是在迎战狩猎时,还是在令人畏惧以及受创之时,都显得极为优美。这只小鹿不仅在陆地上展现其双足的敏捷,即便跳入湍急的河流中,它也能以蹄足划水,从而劈波斩浪。它亦喜在湖泊中游泳,并在那里觅食,采食常青的灯心草与苔草。因此,在初春时节,小鹿卸下沉重饱满的肚腹,垂下丰盈的乳房,抚育自己的幼崽。 此外,我听闻有一种名为“米罗斯”的鱼。它究竟因何而得此名,我不得而知;但总之人们是这样称呼它的。他们说它是一种海蛇。从这条鱼身上取下的任何一只眼睛,若制成护身符佩戴,便能医治人们的干性眼炎;据说这只米罗斯还会重新长出另一只眼睛。然而,人必须将这条鱼活着放生,否则即使保留其眼睛也是徒劳。
αἶγες ἄγριοι οἱ τὰς Λιβύων ἄκρας ἐπιστείβοντές εἰσι κατὰ τοὺς βοῦς τὸ μέγεθος ἰδεῖν, τούς γε μὴν μηροὺς καὶ τὰ στέρνα καὶ τοὺς τραχήλους κομῶσι θριξὶ δασυτάταις, καὶ σὺν τούτοις καὶ τὴν γένυν. τὰ μέτωπα μὲν ἀγκύλοι καὶ περιφερεῖς, καὶ τὰ ὄμματα χαροποί, σκέλη δὲ αὐτοῖς ἐστι κολοβά. κέρατα μετὰ τὴν πρώτην σύμφυσιν ἀλλήλων ἀπηρτημένα καὶ πλάγια· οὐ γάρ τί που κατὰ τοὺς ὀρειβάτας αἶγας τοὺς ἄλλους ὀρθά ἐστι, κάτεισι δὲ ἐγκάρσια καὶ ἐς τοὺς ὤμους προήκοντα. οὕτως ἄρα μήκιστά ἐστιν. ἐκ δὲ τῶν λόφων τῶν ὑπεράκρων, οὓς ἐρίπνας οἵ τε νομευτικοὶ φιλοῦσιν ὀνομάζειν καὶ ποιητῶν παῖδες, ῥᾳδίως ἐς ἕτερον πάγον πηδῶσιν· ἁλτικώτατοι γὰρ αἰγῶν ἁπάντων οἵδε εἰσίν. εἴ γε μὴν καὶ πέσοι τις πορρωτέρω τοῦ ὑποδεξομένου ὄντος αὐτὸν ἢ ὡς ἐκείνου ἐφικέσθαι,2 τῷ δὲ ἄρα μελῶν περίεστι τοσοῦτον κράτος, ὡς ἀσινῆ μένειν κατενεχθέντα αὐτόν. θραύει γοῦν οὐδὲ ἕν, εἰ καὶ πέσοι κατὰ ῥωγάδος, οὐ κέρας, οὐ βρέγμα· ἔστι δὲ καρτερὰ καὶ προσόμοια τῇ τῆς πέτρας ἀντιτυπίᾳ. οἱ πλεῖστοι μὲν οὖν τούτων ἐν ταῖς ἀκρωρείαις αὐταῖς ἄρκυσι καὶ ἀκοντίοις καὶ ποδάγραις αἱροῦνται, σοφίᾳ δὲ ἄρα τῇ τε ἄλλῃ ἐν κυνηγέταις ἀνδράσι καὶ οὖν καὶ αἰγοθηρικῇ· θηρῶνται δὲ καὶ ἐν πεδίοις, καὶ φυγεῖν ἐνταῦθα ἀσθενεῖς εἰσιν. αἱρήσει οὖν αὐτοὺς καὶ ὅστις ἐστὶ βραδὺς τοὺς πόδας. ἦν δὲ ἄρα ἀγαθὸν δορά τε καὶ κέρατα·3 ἡ μὲν γὰρ δορὰ ἐν χειμῶσι τοῖς σφοδροτάτοις τὸν κρυμὸν πελάζειν οὐκ ἐᾷ νομευτικοῖς καὶ ὑλουργοῖς ἀνδράσι· κέρατα δὲ ἐκεῖνα ἀρύσασθαι καὶ πιεῖν ἐκ ποταμοῦ παραρρέοντος ἢ πηγῆς τινος ἀνατελλούσης ἐν ὥρᾳ θερείῳ χρηστὰ καὶ δίψος ἀκέσασθαι λυσιτελῆ· παρέχει γὰρ ἀμυστὶ πιεῖν τῶν ἁδρῶν κυλίκων μεῖον οὐδὲ ἕν, ἕως ἂν ψύξῃς τὸ ἆσθμα καὶ σβέσῃς τὸ ὑπεκκαῖόν τε πᾶν καὶ ἀναφλέγον. οὐκοῦν εἰ τὰ ἔνδον καθαρθείη ὑπό τινος ξέειν κέρατα δεινοῦ, καὶ τρία μέτρα ῥᾳδίως αὐτοῖν δέξαιτο τὸ ἕτερον ἄν.
践踏利比亚山峰的野山羊,体型看似如公牛一般大小;它们的大腿、胸脯、颈项以及下颌,都覆有极为浓密的毛发。它们的额头弯曲呈弧形,目光锐利明亮,双腿短小。它们的角在根部愈合之后便彼此分开并向两侧倾斜;因为它们绝不像其他攀岩的野山羊那样直立,而是向下倾斜并延伸到肩部。可见其角竟如此之长。从那极高的峰峦——放牧人与诗人们的后裔惯常称之为悬崖绝壁之处——它们轻而易举地跃向另一座山峰;因为在所有的山羊中,它们最为擅长跳跃。即便某只山羊跌落下去,因为接纳它的岩石距离太远而无法触及,它的肢体中亦蕴藏着如此巨大的力量,以至于跌落后仍能完好无损。就算摔在崎岖的岩石上,无论角还是头顶骨,它都绝不会摔折哪怕一处;因为它们坚硬无比,足以抵挡巨石的撞击。这些野山羊的大多数是在山岭顶端被网罗、标枪和套索捕获的,依靠的是猎人们通用的智慧,尤其是猎山羊的专门技艺;但它们也会在平原上被猎杀,而在那里它们却极不善于奔逃。因此,即便脚力迟缓的人也能将其擒获。它们的皮毛和角确实大有用处:在严冬之中,其兽皮使放牧人和伐木工不致受到严寒的侵袭;而那些角在炎热的夏季里,用于从奔流的河水或涌出的泉水中舀水饮用十分趁手,极利于止渴。因为它们能让人一饮而尽,容量绝不下于宽大的酒杯,直到你平息喘息、熄灭体内一切暗燃与翻腾的燥热为止。如果角内的杂质被精于刮削角质的人清理干净,其中任何一只角都可以轻松容纳三斗之多。
- 14.15ὡς ἐπιέναι μὲν τὴν θήραν, ἐν ταὐτῷ δὲ καὶ φοβεῖν ἅμα καὶ βλάπτεσθαι καλήν
连词 ὡς 引导表示结果的不定式(ἐπιέναι, φοβεῖν, βλάπτεσθαι),末尾的阴性单数宾格形容词 καλήν 作表语,与该不定式结构的逻辑主语“凯玛斯”(κεμάς)一致(意为“以至于它在迎战狩猎、令人畏惧以及受创之时都显得优美”)。βλάπτεσθαι 依语境作被动态解(“受伤害/受创”)。
- 14.16πορρωτέρω τοῦ ὑποδεξομένου ὄντος αὐτὸν ἢ ὡς ἐκείνου ἐφικέσθαι
这是一个由比较级副词 πορρωτέρω 和分词短语 τοῦ ὑποδεξομένου(“接纳它的岩石/地面”)构成的属格独立结构,后接表示超常程度的比拟结构“ἢ ὡς + 不定式”(“超出了它所能触及的范围,无法触及”)。整句表达“即使由于承接它的地面过远而无法触及导致其跌落”。
- 14.16ἦν δὲ ἄρα ἀγαθὸν δορά τε καὶ κέρατα
未完成过去时加语气词 ἦν ἄρα 表示对既成事实的确认或领悟(“确实是……”、“原来是……”)。复合主语由阴性单数(δορά)和中性复数(κέρατα)构成,而谓语形容词 ἀγαθόν 则采用中性单数,表示抽象的“有益之物”。
