← 克劳狄乌斯·埃利安

论动物的本性

§13.26-13.28

海蝉的崇拜、鱼类的药效与金头鲷的捕捞

本段记述了海蝉的形态及其在塞里福斯岛受到的神圣尊崇,鬣狗鱼、竹荚鱼及金枪鱼等海产的巫术与脱毛功效,以及利用树枝恐吓浅滩中胆怯的金头鲷进行捕捞的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.26

ἔστι δὲ ἄρα καὶ τέττιξ ἐνάλιος. καὶ ὁ μὲν μέγιστος αὐτῶν ἔοικε καράβῳ σμικρῷ, κέρατα δὲ οὐκ ἔχει μεγάλα κατʼ ἐκείνους οὐδὲ κέντρα. ἰδεῖν δέ ἐστι τοῦ καράβου ὁ τέττιξ ζοφωδέστερος,1 καὶ ἐπὰν αἱρεθῇ, προσέοικε τετριγότι. πτέρυγες δὲ ὀλίγαι τὸ μέγεθος ὑπὸ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐκπεφύκασι, καὶ εἶεν ἂν κατὰ τὰς τῶν χερσαίων καὶ αὗται. οὐ σιτοῦνται δὲ αὐτὸν οἱ πολλοί, νομίζοντες ἱερόν. Σεριφίους δὲ ἀκούω καὶ θάπτειν νεκρὸν ἑαλωκότα· ζῶντα δὲ ἐς δίκτυον ἐμπεσόντα οὐ κατέχουσιν, ἀλλὰ ἀποδιδόασι τῇ θαλάττῃ αὖθις. θρηνοῦσι δὲ ἄρα αὐτοὺς ἀποθανόντας, καὶ λέγουσι Περσέως τοῦ Διὸς ἄθυρμα αὐτοὺς εἶναι.

其实,亦存在所谓的海蝉。它们中最大者类似于小螯虾,但并不具有像那些螯虾那般庞大的触角或棘刺。看去海蝉比螯虾颜色更为暗沉,当被捕获时,它仿佛是在鸣叫。在其双眼下方长有尺寸细小的翅翼,这些或许正与陆生蝉的翅翼相仿。众人多不食之,视其为圣物。我听说塞里福斯人甚至会将捕获的死蝉埋葬;若生者落入网中,他们决不扣留,而是再次放归大海。当它们死去时,人们甚至为之哀悼,并称它们乃是宙斯之子珀耳修斯的玩具。

§13.27

Ὕαινα ἰχθὺς ὁμώνυμος τῇ χερσαίᾳ ὑαίνῃ ἐστί. ταύτης οὖν τὴν δεξιὰν πτέρυγα εἰ ὑποθείης ἀνθρώπῳ καθεύδοντι, εὖ μάλα ἐκταράξεις αὐτόν· δέα γάρ τινα καὶ ἰνδάλματα καὶ φάσματα ὄψεται, καὶ ἐνύπνια ἕτερα οὐδαμῶς εὐμενῆ καὶ φίλα. τραχούρου γε μὴν ζῶντος ἐὰν ἀποκόψῃς τὴν οὐράν, καὶ τὸν τράχουρον αὖθις ἐλεύθερον ἀπολύσῃς ἐς τὴν θάλατταν, τήν γε μὴν προειρημένην οὐρὰν ἐξαρτήσῃς ἵππου κυούσης, οὐ μετὰ μακρὸν ἐκπεσεῖται τὸ ἔμβρυον, καὶ ἐξαμβλώσει ἡ ἵππος. μειρακίου γε μὴν δεομένου ἐπὶ μήκιστον τριχῶν ἀπορίας τῶν ἐπὶ τοῦ γενείου,2 αἷμα ἐπιχρισθὲν θύννου ἀωρόλειον τὸ μειράκιον ἀπεργάζεται. δρᾷ δὲ ἄρα καὶ νάρκη καὶ πνεύμων τὸ αὐτό· ἐν ὄξει γὰρ διασαπεῖσαι αἱ τούτων σάρκες καὶ ἐπιχρισθεῖσαι τοῖς γενείοις φυγὴν τριχῶν ἐνεργάζονταί φασι. τί πρὸς ταῦτα Ταραντῖνοί τε καὶ Τυρρηνοὶ σοφισταὶ κακῶν, δαίδαλον ἐκεῖνό γε ἀνιχνεύσαντές τε καὶ πειράσαντες τὴν πίτταν, ὡς ἐξ ἀνδρῶν ἐς γυναῖκας ἀποκρίνειν;3

鬣狗鱼与陆生鬣狗同名。若你将此鱼的右鳍置于熟睡之人身下,必将使之大受惊扰;盖因他将得见某些可怖之物、鬼影与幽灵,以及其他绝非仁厚友善的噩梦。另外,若你割下一条活竹荚鱼的尾巴,将竹荚鱼再次自由放归大海,而将前述之尾系于怀孕的母马身上,未久胎儿便会脱落,母马即行流产。再者,对于渴望下颏尽可能长久无须长毛的少年,涂抹金枪鱼的血液便能使其呈现不合时宜的光滑无须之状。电鳐与海肺(水母)亦有相同之效;盖人们说,将其肉于醋中腐化后涂抹于下颏,能促使须毛脱落。对于这些,塔兰托人与伊特鲁里亚人这些邪恶之术的智者,那些寻访并试验了沥青这一奇巧之物以图将男子变为妇人者,又有何言以对?

§13.28

ὁ δὲ χρύσοφρυς ἄρα ἰχθύων ἁπάντων δειλότατος ἦν. ἐν δὴ ταῖς παλιρροίαις τῆς θαλάττης, ὅταν ᾖ ὥρα Ἀρκτούρῳ σύνδρομος, ὑπονοστεῖ μὲν ἡ θάλαττα περὶ τὸ ἄκτιον, ψιλὴ δὲ ἡ ψάμμος ὑπολείπεται, καὶ αἱ ναῦς πολλάκις ἐπὶ τῆς γῆς ἑστήκασιν ὕδατος χῆραι. οὐκοῦν οἱ ἐπιχώριοι ὅρπηκας αἰγείρων χλωροὺς καὶ κομῶντας ὀξύναντες δίκην σκολόπων καὶ ἐμπήξαντες τῇ ψάμμῳ ὑπαναχωροῦσιν, εἶτα ὑποστρέψαν τὸ κῦμα ἐπισύρει ἰχθύων τῶν προειρημένων πλῆθος ἄμαχον, ὑπονοστεῖ δὲ αὖθις, καὶ ὑπολείπονται πολλοὶ χρυσόφρυες ἐν ὀλίγῳ ὕδατι, ἔνθʼ ἂν καθήμενα εὑρεθῇ καὶ κοῖλα, εἶτα ὑπὸ τοῖς κλάδοις πτήξαντες ἡσυχάζουσι· διασειομένους γὰρ αὐτοὺς καὶ διακινουμένους ὑπὸ τοῦ προσπίπτοντος πνεύματος ὀρρωδοῦσι, καὶ οὔτε σπαίρουσιν οὔτε ἀναπάλλονται. πάρεστι δὴ συλλαβεῖν ὡς αἰχμαλώτους καὶ παίειν παντὶ τῷ προσπεσόντι δειλῶν ἰχθύων δῆμον εἴποι τις ἄν.4 αἱροῦσι γοῦν αὐτοὺς οὐ τεχνῖται μόνοι, ἀλλὰ κἂν ἰδιώτης παρατυχὼν ᾖ, καὶ παῖδες καὶ γυναῖκες.

金头鲷实为一切鱼类中最胆怯者。在海水退潮之时,凡逢与大角星同行的时令,岬角周围的海水便会退去,留下赤裸的沙地,船只亦常失水而停滞于陆地之上。于是当地人将长满绿叶的黑杨嫩枝削尖如桩,插于沙中而后退避。其后反涌之波涛卷来数量难当的前述游鱼,波涛复又退去,众多金头鲷便遗留在凡能寻见低洼凹陷之处的浅水之中,继而蜷缩于枝丫之下静卧不动。盖因它们畏惧枝条在扑面而来的疾风中摇晃晃动,既不挣扎亦不跃起。正可谓任何遇上之人皆可将此胆小鱼族如战俘般擒获并击杀。至少,不仅是专业渔人,哪怕是偶遇的外行,甚至妇孺亦能将其捕获。

语法注4 条
  1. 13.26ἰδεῖν δέ ἐστι τοῦ καράβου ὁ τέττιξ ζοφωδέστερος

    ἰδεῖν 为限定不定式(关系不定式),表“就外观而言”或“看上去”。τοῦ καράβου 为由比较级形容词 ζοφωδέστερος 所统辖的比较属格。

  2. 13.27μειρακίου γε μὴν δεομένου ἐπὶ μήκιστον τριχῶν ἀπορίας τῶν ἐπὶ τοῦ γενείου

    μειρακίου ... δεομένου 为属格独立结构(亦可视为关涉属格)。δέομαι 在此意为“渴望、企求”,支配直接宾语 ἀπορίας,而 τριχῶν 则是依附于 ἀπορίας 的宾格性属格(客体属格)。

  3. 13.27τί πρὸς ταῦτα Ταραντῖνοί τε καὶ Τυρρηνοὶ σοφισταὶ κακῶν, δαίδαλον ἐκεῖνό γε ἀνιχνεύσαντές τε καὶ πειράσαντες τὴν πίτταν, ὡς ἐξ ἀνδρῶν ἐς γυναῖκας ἀποκρίνειν;

    这是一个省略了主要动词(如 ἂν εἴποιεν)的修辞性反问句,意为“面对这些,塔兰托人与伊特鲁里亚人还能说什么呢?”。分词短语 ἀνιχνεύσαντές τε καὶ πειράσαντες 与主语(Ταραντῖνοι καὶ Τυρρηνοί)同格,τὴν πίτταν 与 δαίδαλον ἐκεῖνο 同格(即“那件奇巧之物,即沥青”)。句末的 ὡς ... ἀποκρίνειν 为表示目的或结果的不定式从句。

  4. 13.28πάρεστι δὴ συλλαβεῖν ὡς αἰχμαλώτους καὶ παίειν παντὶ τῷ προσπεσόντι δειλῶν ἰχθύων δῆμον εἴποι τις ἄν

    πάρεστι 为无人称动词(“能够、得以”),统辖不定式 συλλαβεῖν 与 παίειν。与格 παντὶ τῷ προσπεσόντι 为关涉与格(“对任何碰见他们的人而言”)。δειλῶν ἰχθύων δῆμον 为两个不定式的直接宾语(比喻义,“胆怯游鱼之民众”)。插入成分 εἴποι τις ἄν 为潜在希求法(“正如有人或许会说”),使该修辞性比喻显得更为委婉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.26-13.28