← 克劳狄乌斯·埃利安

论动物的本性

§13.8-13.10

印度的战象战马驯育与猎豹之法

作者记述了印度象的习性与驯养、印度战马与战车的驾驭技术及战象配置,随后详细说明了毛里塔尼亚人利用腐肉陷阱捕猎豹子的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.8

ἐλέφαντι ἀγελαίῳ μὲν τετιθασευμένῳ γε μὴν ὕδωρ πῶμά ἐστι, τῷ δὲ τὰ ἐς πόλεμον ἀθλοῦντι οἶνος μέν, οὐ μὴν ὁ τῶν ἀμπέλων, ἐπεὶ τὸν μὲν ἐξ ὀρύζης χειρουργοῦσι, τὸν δὲ ἐκ καλάμου. προΐασι δὲ καὶ ἄνθη σφίσιν ἀθροίσοντες· εἰσὶ γὰρ ἐρασταὶ εὐωδίας, καὶ ἄγονταί γε ἐπὶ τοὺς λειμῶνας, ὀσμῇ πωλευθησόμενοι τῇ ἡδίστῃ. καὶ ὃ μὲν ἐκλέγει κρίνας τῇ ὀσφρήσει τὸ ἄνθος, τάλαρον δὲ ἔχων ὁ πωλευτὴς τρυγῶντος καὶ ἐμβάλλοντος ὑπέχει. εἶτα ὅταν ἐμπλήσῃ τοῦτον, ὥσπερ οὖν ὀπώραν δρεπόμενος λοῦται, καὶ ἥδεται τῷ λουτρῷ κατὰ τοὺς τῶν ἀνθρώπων ἁβροτέρους. εἶτα ἐπανελθὼν τὰ ἄνθη ποθεῖ, καὶ βοᾷ βραδύνοντος, καὶ οὐχ αἱρεῖται τροφὴν πρὶν ἢ κομίσῃ τίς οἱ ὅσα ἐτρύγησεν. εἶτα μέντοι τῇ προβοσκίδι ἀναιρούμενος ἐκ τοῦ ταλάρου τῆς φάτνης καταπάττει τὰ χείλη, ἥδυσμα τοῦτό γε τῇ τροφῇ διὰ τῆς εὐοσμίας ἐπινοῶν, ὡς εἰπεῖν. κατασπείρει δὲ καὶ τοῦ χώρου ἔνθα αὐλίζεται τῶν ἀνθέων πολλά, ἡδυσμένον αἱρεῖσθαι γλιχόμενος ὕπνον. Ἰνδοὶ δὲ ἐλέφαντες ἦσαν ἄρα πήχεων ἐννέα τὸ ὕψος, πέντε δὲ τὸ εὖρος. μέγιστοι δὲ ἄρα τῶν ἐκεῖθι ἐλεφάντων οἱ καλούμενοι Πράσιοι, δεύτεροι δʼ ἂν τῶνδε τάττοιντο οἱ Ταξίλαι.

对于成群的大象,若已被驯服,水便是它们的饮品;但对于从事战争劳役的大象,则给予酒,不过并非葡萄所酿,因为人们一种是用稻米酿造,另一种是用芦苇酿造。它们甚至会前去为自己采集花朵;因为它们喜爱芬芳,被引至草地上,以最甜美的香气接受驯导。大象凭借嗅觉辨别并挑选花朵,驯象人手持篮子,在象采摘投掷时将篮子托在下方。随后,每当装满篮子,它就仿佛采摘了果实一般去沐浴,如同人类中最讲究享乐的人一样在沐浴中获得愉悦。然后归来时,它便渴求花朵,若驯象人迟延便会大声号叫,在有人把它采摘的花朵送来之前绝不进食。随后,它用长鼻从篮中取出花朵,洒在食槽的边缘,可以说,它是想借着这香气为食物增添滋味。它还在自己寝卧的地方撒下许多花朵,极力想要享受带着芬芳的睡眠。印度的大象体高九肘,体宽五肘。那里的象中最大的当属所谓的普拉西族的大象,排在第二位的则是塔克西拉的大象。

§13.9

ἵππον δὲ ἄρα Ἰνδὸν κατασχεῖν καὶ ἀνακροῦσαι προπηδῶντα καὶ ἐκθέοντα οὐ παντὸς ἦν, ἀλλὰ τῶν ἐκ παιδὸς ἱππείαν πεπαιδευμένων.1 οὐ γὰρ αὐτοῖς ἐστιν ἐν ἔθει χαλινῷ ἄρχειν αὐτῶν καὶ ῥυθμίζειν αὐτοὺς καὶ ἰθύνειν, κημοῖς δὲ ἄρα κεντρωτοῖς· ἀκόλαστον γὰρ ἔχουσι τὴν γλῶτταν καὶ τὴν ὑπερῴαν ἀβασάνιστον· ἀναγκάζουσι δὲ αὐτοὺς ὅμως οἵδε οἱ τὴν ἱππείαν σοφισταὶ περικυκλεῖν καὶ περιδινεῖσθαι ἐς ταὐτὸν στρεφομένους. δεῖ δὲ ἄρα τῷ τοῦτο δράσοντι καὶ ῥώμης χειρῶν καὶ ἐπιστήμης εὖ μάλα ἱππικῆς.

要制服一匹印度马,并在它向前腾跃奔突时勒住它,绝非寻常之人所能为,而是属于自幼受过马术训练的人。因为他们不习惯用嚼子来掌控、调节和引导马匹,而是使用带刺的鼻套;因为马儿舌头放荡,上颚未经磨炼。然而,这些马术大师仍然迫使它们绕圈疾行,旋转回转到同一地点。要做到这一点的人,既需要手臂的力气,也需要极精湛的骑术知识。

§13.10

πειρῶνται δὲ οἱ προήκοντες ἐς ἄκρον τῆσδε τῆς σοφίας καὶ ἅρμα οὕτως περικυκλεῖν καὶ περιάγειν· εἴη δʼ ἂν ἆθλος οὐκ εὐκαταφρόνητος ἀδηφάγων ἵππων τέτρωρον περιστρέφειν ῥᾳδίως· φέρει δὲ τὸ ἅρμα παραβάτας δύο. ὁ δὲ στρατιώτης ἐλέφας ἐπὶ τοῦ καλουμένου θωρακίου ἢ καὶ νὴ Δία τοῦ νώτου γυμνοῦ καὶ ἐλευθέρου φέρει πολεμιστὰς μὲν τρεῖς παρʼ ἑκάτερα βάλλοντας καὶ τὸν τρίτον κατόπιν,2 τέταρτον δὲ τὸν τὴν ἅρπην ἔχοντα διὰ χειρῶν καὶ ἐκείνῃ τὸν θῆρα ἰθύνοντα, ὡς οἴακι ναῦν κυβερνητικὸν ἄνδρα καὶ ἐπιστάτην τῆς νεώς. θήρα δὲ παρδάλεων Μαυρουσία εἴη ἄν. καὶ ἔστιν αὐτοῖς οἰκοδομία λίθων πεποιημένη, καὶ ἔοικε ζωγρείῳ τινί, καὶ ἔστι μὲν ὁ λόχος ὅ δε ὁ πρῶτος· ὅ γε μὴν δεύτερος, ἐνδοτέρω σαπροῦ κρέως καὶ ὀδωδότος μοῖραν μηρίνθου τινὸς μακροτέρας ἐξαρτῶσι, θύραν δὲ ἐκ ῥιπίδων καί τινων καλάμων ἀραιὰν ἐπέστησαν, καὶ μέντοι καὶ διʼ αὐτῶν ἐκπνεῖται ἡ τοῦ κρέως τοῦ προειρημένου ὀσμὴ διαρρέουσα. αἰσθάνονται δὲ αἱ θῆρες, καὶ γάρ πως τοῖς κακόσμοις φιληδοῦσι· προσβάλλει γὰρ αὐτὰς ὁ τῶν προειρημένων ἀήρ, ἐάν τε ἐν ἄκροις τοῖς ὄρεσιν ἐάν τε ἐν φάραγγι, καὶ μέντοι καὶ ἐν αὐλῶνι. εἶτα ἀνεφλέχθη τῇ ὀσμῇ ἐντυχοῦσα, καὶ ὑπὸ τῆς ἄγαν ὁρμῆς ἐς τὴν θοίνην τὴν φίλην ᾅττει φερομένη· ἕλκεται δὲ ὑπʼ αὐτῆς ὡς ὑπό τινος ἴυγγος. εἶτα ἐμπίπτει τῇ θύρᾳ καὶ ἀνατρέπει αὐτὴν καὶ ἔχεται τοῦ δυστυχοῦς δείπνου. τῇ γάρ τοι μηρίνθῳ τῇ προειρημένῃ συνυφάνθη πάγη καὶ μάλα σοφή, ἥπερ οὖν ἐσθιομένου τοῦ κρέως κινεῖται, καὶ περιλαμβάνει τὴν λίχνον πάρδαλιν. καὶ ἑάλω, γαστρὸς ἀδηφάγου καὶ μυσαρᾶς ἑστιάσεως δέκας ἐκτίνουσα3 ἡ δυστυχής.

在这一技艺上达到顶峰的人,还试图以这种方式驾驭战车旋转调头;要轻而易举地旋转一辆由贪食烈马拉拽的四马战车,实为一项不可轻视的壮举。战车上载有两名战士。而作为战象,它在所谓的塔楼上,甚至在赤裸毫无遮束的背上,载着三名战士,两名向两侧投射,第三名向后投射;第四名则是双手握着弯钩并以此指挥巨兽的人,正如领航员和舰长用舵操纵船只一般。 毛里塔尼亚人捕猎豹子的情况大概是这样的。他们建有一座石制建筑,类似于某种野兽笼舍,这是第一重埋伏。第二重设置则是,他们在更深处用一根较长的绳子悬挂一块腐烂发臭的肉,并安装了一扇用编条和芦苇制成的稀疏门扉,上述肉块的臭气透过这扇门渗透弥漫出来。野兽们察觉到了这股气味,因为它们不知为何喜好恶臭;无论是在高山之巅,在峡谷之中,还是在溪谷深处,上述诱饵散发出的空气都会触及它们。接着,豹子嗅到这股气味便被挑动起狂热,在极度冲动的驱使下飞奔向那喜爱的宴席,被它吸引着,仿佛受了引诱咒轮的驱使。随后它撞向门扉并将其撞翻,抓住了那顿不幸的筵席。因为在上述绳索上编织着极其巧妙的圈套,在肉被撕咬时它便启动,将贪食的豹子紧紧套住。这只不幸的豹子就这样被捕获了,为它贪婪的胃和可憎的暴食付出了代价。

语法注3 条
  1. 13.9οὐ παντὸς ἦν, ἀλλὰ τῶν ἐκ παιδὸς ἱππείαν πεπαιδευμένων

    与系动词 ἦν 连用的表特征/属性的述语属格(“并非人人都可做到,而是属于那些……之人”)。介词短语 ἐκ παιδὸς(自幼)作状语修饰完成时被动分词 πεπαιδευμένων。

  2. 13.10παρʼ ἑκάτερα βάλλοντας καὶ τὸν τρίτον κατόπιν

    对前文宾语 πολεμιστὰς μὲν τρεῖς 的同位语/分配性说明。παρʼ ἑκάτερα(朝向两侧)指代分词 βάλλοντας 所述的前两名投射士兵,而 καὶ τὸν τρίτον κατόπιν(第三名在后)则补充说明第三名战士的位置。

  3. 13.10δέκας ἐκτίνουσα

    手抄本所载的 δέκας 通常被视为 δίκας(惩罚、代价)的异文或传抄讹误,对应固定熟语 δίκην/δίκας ἐκτίνω(付出代价、服罪受罚)。各语种译文均按此习语解作“付出代价”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.8-13.10