- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.5-13.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利安记述了海蛤蟆鱼的产卵习性及其卵的特异形态,普特奥利一只巨型章鱼爬上陆地盗食咸鱼终被商人围剿的始末,以及印度人医治大象创伤和眼疾等病症的方法。
βάτραχος δὲ θαλάττιος τίκτει κατὰ τοὺς ὄρνιθας ᾠὸν καὶ οὗτος. οὐ ζῳογονεῖ γὰρ ἐν ἑαυτῷ· κεφαλὴν γὰρ ἔχει καὶ τὰ ἀρτιγενῆ μεγάλην τε ἅμα καὶ τραχεῖαν, καὶ διὰ ταῦτα ὑποδέξασθαι τὰ βρέφη δείσαντα ἥκιστός ἐστιν·1 ἑλκοῖ γὰρ αὐτὸν καὶ κακοῖ ἐσπίπτοντα τὴν αὖθις.2 ἀλλὰ καὶ τικτόμενα ἂν καὶ ἐξιόντα εἰργάζετο παραπλήσια.3 οὔτε οὖν εὐώδινες ἐς ζῴων γένεσίν εἰσιν οὔτε μὴν κρησφύγετα τοῖς ἐκγόνοις ἀγαθά. ᾠοῦ δὲ τὴν φύσιν ἢ ἰδιότητα οὐχ ὁμολογεῖ τὸ τῶν βατράχων, τραχὺ δέ ἐστι καὶ ἐκεῖνο, καὶ ἔχει φολίδας, καὶ προσαψαμένῳ φανεῖταί σοι ἀντίτυπον.
海蛤蟆鱼也像鸟类一样产卵,因为它不在自己体内胎生幼仔。甚至刚出生的幼仔也长着硕大而粗糙的头部,因此它绝无可能在幼仔受惊时将它们收入体内;因为再次钻入的幼仔会割伤并伤害它。不仅如此,幼仔在出生出腹时也会造成类似的损伤。因此,它们既非易于分娩活胎者,亦非后代的良好避难所。海蛤蟆鱼的卵并不符合普通卵的性质或特征,而是粗糙有鳞,触摸时会让人感到坚硬抗触。
οἱ πολύποδες καὶ αὐτοὶ χρόνῳ γίνονται μέγιστοι, καὶ ἐς κήτη προχωροῦσι, καὶ ἐναριθμοῦνται ἐν αὐτοῖς καὶ οὗτοι. ἀκούω γοῦν ἐν Δικαιαρχίᾳ τῇ Ἰταλικῇ πολύπουν ἐς ὄγκον σώματος ὑπερήφανον προελθόντα τὴν μὲν ἐν τῇ θαλάττῃ τροφὴν καὶ τὰς ἐκεῖθεν νομὰς ἀτιμάσαι καὶ ὑπερφρονῆσαι αὐτῶν. προῄει δὲ ἄρα οὗτος καὶ ἐς τὴν γῆν, καὶ ἐλῄζετο καὶ τῶν χερσαίων ἔστιν ἅ. οὐκοῦν διά τινος ὑπονόμου κρυπτοῦ ἐκβάλλοντος ἐς τὴν θάλατταν τὰ ἐκ τῆς πόλεως τῆς προειρημένης ῥυπαρὰ ἐσνέων καὶ ἀνιὼν ἐς οἶκόν τινα πάραλον, ἔνθα ἦν ἐμπόρων Ἰβηρικῶν φόρτος καὶ ταρίχη τὰ ἐκεῖθεν ἐν σκεύεσιν ἁδροῖς, εἶτα τὰς πλεκτάνας περιχέων καὶ σφίγγων τὸν κέραμον ἐρρήγνυ τὰ ἀγγεῖα καὶ κατεδαίνυτο τὰ ταρίχη. οἱ δὲ ἐσιόντες ὡς ἑώρων τὰ ὄστρακα, πολὺν δὲ τοῦ φόρτου ἀριθμὸν ἀφανῆ κατελάμβανον, ἐξεπλήττοντο καὶ τίς ἦν ὁ κεραΐζων αὐτοὺς συμβαλεῖν οὐκ εἶχον, τῶν μὲν θυρῶν ἀνεπιβουλεύτων βλεπομένων, τοῦ δὲ ὀρόφου ὄντος ἀσινοῦς καὶ τῶν τοίχων μὴ διεσκαμμένων· ἑωρᾶτο δὲ καὶ τῶν ἰχθύων τῶν ταρίχων λείψανα ὑπολειφθέντα ὑπὸ τοῦ ἀκλήτου δαιτυμόνος. ἔκριναν δή τινα τῶν οἰκείων τὸν μάλιστα εὐτολμότατον ἔνδον ὡπλισμένον καταλιπεῖν ἐλλοχῶντα. νύκτωρ οὖν ἐπὶ τὴν συνήθη δαῖτα ὁ πολύπους ἀνέρπει, καὶ περιχυθεὶς τοῖς σκεύεσιν ὥσπερ ἐς πνῖγμα ἀθλητὴς συλλαβὼν τὸν ἀντίπαλον ἐγκρατῶς τε καὶ μάλα εὐλαβῶς, εἶτα συνέτριβε τὸν κέραμον λῃστὴς ὡς εἰπεῖν ὁ πολύπους ῥᾷστα. ἦν δὲ διχόμηνος, καὶ κατελάμπετο ὁ οἶκος, καὶ πάντα ἦν εὐσύνοπτα. ὃ δὲ οὐκ ἐπεχείρει μόνος, δείσας τὸν θῆρα ʽκαὶ γὰρ μόνου μείζων ὁ ἐχθρὸς ἦνʼ, περιηγεῖται δὲ ἕωθεν τοῖς ἐμπόροις τὰ πεπραγμένα· ἀκούοντες δὲ ἠπίστουν. εἶτα οἳ μὲν τῆς ζημίας τῆς τοσαύτης μνήμῃ τὸν κίνδυνον ἀνερρίπτουν, καὶ συνελθεῖν τῷ ἐχθρῷ ἔσπευδον, οἳ δὲ τῆς καινῆς καὶ ἀπίστου θέας διψῶντες συναπεκλείοντο αὐθαίρετοι σύμμαχοι. εἶτα ἑσπέρας ὁ φὼρ ἐπιφοιτᾷ, καὶ ὁρμᾷ ἐπὶ τὴν συνήθη τράπεζαν. ἐνταῦθα οἳ μὲν ἀπέφραττον τὸν ὀχετόν, οἳ δὲ ὡπλίζοντο ἐπὶ τὸν πολέμιον, καὶ κοπίσι καὶ ξυροῖς τεθηγμένοις αὐτοῦ διέκοπτον τὰς πλεκτάνας, ὡς δρυὸς κλάδους ἀκροτάτους ἀμπελουργοί τε καὶ δρυοτόμοι. καὶ τὴν ἀλκὴν αὐτοῦ περικόψαντες καθεῖλον ὀψὲ καὶ μόγις οὐκ ὀλίγα πονήσαντες, καὶ τὸ καινότατον, ἐν τῇ γῇ τὸν ἰχθὺν ἐθηράσαντο ἔμποροι. τὸ κακοῦργον δὴ τοῦδε τοῦ ζῴου καὶ τὸ δολερὸν ἀναπέφηνεν ἡμῖν ἴδιον ὄν.
章鱼随着时间的推移也会变得极其巨大,达到海怪的规模,并被列入海怪之中。无论如何,我听说在意大利的狄凯阿尔基亚,有一只章鱼长到了惊人的庞大身躯,便对海中的食物和那里的觅食场所嗤之以鼻,对其轻蔑不屑。它甚至走上陆地,掠夺某些陆生之物。它穿过一条将上述城市污物排入海中的隐秘下水道游入,爬进一座海边的库房,那里存有伊比利亚商人的货物和从该地运来的大坛腌鱼;随后它用触腕缠绕陶坛并紧紧勒压,压碎坛罐并饱餐腌鱼。当商人们进来看到陶器碎片,发现大批货物不翼而飞时,大为震惊,无法推测究竟是谁在劫掠他们,因为门扇看似未受侵犯,屋顶完好无损,墙壁也未被挖穿;但现场仍可见到那位不速之客留下的腌鱼残屑。于是他们决定将仆人中最勇敢者全副武装留在房内设伏。入夜,章鱼爬上来享用惯常的盛宴,缠绕住坛罐,正如摔跤手为了勒颈扼制而有力且极为审慎地抓住对手一般,那只可谓强盗的章鱼极轻松地捏碎了陶器。当时正值望月,库房被月光照亮,一切历历在目。但守卫因惧怕这头怪兽而未敢独自下手——因为这个敌人过于庞大,非一人所能敌——破晓时便向商人们叙述了所发生之事;商人们听后却不相信。随后,一些人念及如此巨大的损失,甘冒凶险急于迎敌,另一些人则渴望目睹这新奇不可思议的景象,自愿作为同盟一同被关在屋内。到了傍晚,盗贼来访,扑向往常的餐桌。此时,一些人堵塞了下水道,另一些人则操起武器迎击敌人,用屠刀和锋利的刀刃斩断它的触腕,宛如葡萄种植者和樵夫砍伐橡树的顶枝。在削去了它的力量之后,经过不小的辛劳,他们终于将其制服;而最为新奇的是,商人们在陆地上捕获了一条鱼。由此,这种动物的凶顽与奸诈已向我们显明是它的固有特性。
τῶν τεθηραμένων ἐλεφάντων ἰῶνται τὰ τραύματα οἱ Ἰνδοὶ τὸν τρόπον τοῦτον. καταιονοῦσι μὲν αὐτὰ ὕδατι χλιαρῷ, ὥσπερ οὖν τὸ τοῦ Εὐρυπύλου παρὰ τῷ καλῷ Ὁμήρῳ ὁ Πάτροκλος· εἶτα μέντοι διαχρίουσι βουτύρῳ αὐτά· ἐὰν δὲ ᾖ βαθέα, τὴν φλεγμονὴν πραΰνουσιν ὕεια κρέα θερμὰ μὲν ἔναιμα δὲ ἔτι προσφέροντες καὶ ἐντιθέντες. τὰς δὲ ὀφθαλμίας θεραπεύουσιν αὐτῶν βόειον γάλα ἀλεαίνοντες εἶτα αὐτοῖς ἐγχέοντες, οἳ δὲ ἀνοίγουσι τὰ βλέφαρα, καὶ ὠφελούμενοι ἥδονταί τε καὶ αἰσθάνονται, ὥσπερ ἄνθρωποι. καὶ ἐς τοσοῦτον ἐπικλύζουσιν, ἐς ὅσον ἂν ἀποπαύσωνται λημῶντες.4 μαρτύριον δὲ τοῦ παύσασθαι τὴν ὀφθαλμίαν τοῦτό ἐστι. τὰ δὲ νοσήματα ὅσα αὐτοῖς προσπίπτει ἄλλως, ὁ μέλας οἶνός ἐστιν αὐτοῖς ἄκος. εἰ δὲ μὴ γένοιτο ἐξάντης τοῦ κακοῦ τῷ φαρμάκῳ τῷδε, ἄσωστά οἵ ἐστιν.
印度人按如下方式医治被捕获的大象的创伤:他们用温水冲洗伤口,正如高贵的荷马笔下帕特罗克洛斯冲洗欧律皮洛斯的伤口一样;随后在伤口上涂抹黄油;如果伤口较深,他们便敷上并塞入温热且尚带血迹的猪肉以平息炎症。他们医治大象的眼疾,则是将牛奶温热后注入它们的眼中;大象张开眼睑,得到舒缓后便心生愉悦并有所感知,如同人类一般。他们一直冲洗,直到大象不再流出脓眵;而这便是眼疾痊愈的凭据。至于大象遭遇的其他各种疾病,黑葡萄酒是它们的良药。若凭借这种药物仍不能从恶疾中康复,它便无可救药了。
- 13.5ἥκιστός ἐστιν
人称句式。意为“最不可能……”或“绝无可能……”,后接不定式 ὑποδέξασθαι。其在语义上的宾语是带有分词 δείσαντα 的 τὰ βρέφη(“受惊时的幼仔”)。
- 13.5ἑλκοῖ γὰρ αὐτὸν καὶ κακοῖ ἐσπίπτοντα τὴν αὖθις
中性复数现在分词 ἐσπίπτοντα(“跳回之物”,指幼仔)作主语,与两个单数动词 ἑλκοῖ 和 κακοῖ 呼应(中性复数主语接单数动词)。αὐτόν 是指代亲鱼的宾格直接宾语。τὴν αὖθις 为副词性宾格惯用表达(省略了 ὁδόν 等),意为“再次”、“重新”。
- 13.5ἀλλὰ καὶ τικτόμενα ἂν καὶ ἐξιόντα εἰργάζετο παραπλήσια.
由小词 ἄν 与未完成过去时 εἰργάζετο 构成的与现在(一般)事实相反的虚拟句。它暗含了上文已否定的非现实假设(“若在体内胎生”),意为“当出生和出腹时也会造成类似的伤害”。分词 τικτόμενα 和 ἐξιόντα 起到带有条件含义的附随分词作用。
- 13.7ἐς ὅσον ἂν ἀποπαύσωνται λημῶντες
关系副词短语 ἐς ὅσον ἄν 后接不定过去时虚拟式 ἀποπαύσωνται,构成表示时间和限度的从属句(“直到……为止”)。动词 ἀποπαύομαι 惯用补充性分词 λημῶντες(“流眼眵”)。
