- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.11-13.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了狐狸如何依靠计谋与耐力耗尽野兔体力并将其捕获,解释了野兔分散育幼的原因,随后转述了一位猎人关于雄兔受孕产仔的奇闻。
αἱροῦνται δὲ οἱ λαγῲ ὑπὸ ἀλωπέκων οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον τέχνῃ· σοφὸν γὰρ ἀπατᾶν ἀλώπηξ, καὶ δόλους οἶδεν. ὅταν γοῦν νύκτωρ ἐς ἴχνος ἐμπέσῃ τοῦ λαγὼ καὶ αἴσθηται τοῦ θηρίου, σιγῇ τε ἐπιβαίνει καὶ ποδὶ ἀψόφῳ, καὶ ἀναστέλλει τὸ ἆσθμα, καὶ καταλαβοῦσα ἐν τῇ κοίτῃ πειρᾶται αἱρεῖν ὡς ἀδεᾶ καὶ ἄφροντιν. ὃ δὲ οὐ τρυφῶν οὐδὲ ῥᾳθύμως καθεύδει, ἀλλʼ ἅμα τε ᾔσθετο τοῦ ζῴου τοῦ προσιόντος καὶ τῆς εὐνῆς ἐξεπήδησε καὶ θεῖ· καὶ ὃ μὲν ἀνύτει τὸν δρόμον καὶ μάλα ὠκέως, ἡ δὲ ἀλώπηξ καὶ αὐτὴ κατʼ ἴχνος ἵεται καὶ τοῦ δρόμου ἔχεται. καὶ ὃ μὲν πολλὴν ὁδὸν διανύσας, ὡς ἤδη κρείττων καὶ οὐκ ἂν ἁλούς,1 ἐμπεσὼν ἐς λόχμην ἀσμένως ἀναπαύεται· ἡ δὲ ἀλώπηξ ἐφίσταται, καὶ ἀτρεμεῖν οὐκ ἐπιτρέπει, πάλιν τε αὐτὸν ἐγείρει, καὶ ἐς δρόμον ἐξηνέμωσεν ἕτερον. εἶτα οὐχ ἥττων τῆς προτέρας ὁδὸς καὶ δὴ διηνύσθη, καὶ ὃ μὲν ἀναπαύσασθαι διψᾷ πάλιν, ἣ δὲ ἐφίσταται, καὶ σείουσα τὸν θάμνον ἀγρυπνίαν ἐνεργάζεται αὐτῷ. ὃ δὲ πάλιν ἐκθεῖ, καὶ ἡ ἀλώπηξ οὐχ ὑστερεῖ. συνεχέστερον δὲ ὅταν αὐτὸν δρόμος ἐκ δρόμου διαλάβῃ καὶ ἀγρυπνία διαδέξηται, ὃ μὲν ἀπεῖπε, ἣ δὲ ἐπελθοῦσα κατέσχεν αὐτόν, οὐ μὰ Δία δρόμῳ ἀλλὰ τῷ χρόνῳ καὶ τῷ δόλῳ καθελοῦσα. ταῦτα μὲν οὖν ἄλλως προεκθέων ὁ λόγος ὑπὲρ τοῦ δρόμου τοῦ λαγὼ ἀναβέβληται,2 τὰ δὲ λοιπὰ ἐν τοῖς ἑπομένοις λέγειν ἐγκαιρότερον· ὅθεν δὲ ἐξετραπόμην καὶ δὴ ἐπάνειμι αὖθις. ἦν δὲ ἄρα τοῦ διασπείρειν τὰ ἔκγονα καὶ ἄλλο ἄλλῃ τρέφειν αἰτία ἥδε. ἔστι μὲν ὁ λαγὼς φιλότεκνον δεινῶς, δέδοικε δὲ καὶ τὰς ἐκ τῶν θηρώντων ἐπιβουλὰς καὶ τὰς ἐκ τῶν ἀλωπέκων ἐπιδρομάς, πέφρικέ γε μὴν καὶ τὰς ἐκ τῶν ὀρνίθων οὐχ ἧττον, φωνὴν δὲ κοράκων καὶ ἀετῶν μᾶλλον· πρὸς γὰρ δὴ ταῦτα τῶν πτηνῶν οὐκ ἔστιν αὐτῷ ἔνσπονδα. ὑποκρύπτει δὲ ἑαυτὸν ἢ θάμνῳ κομῶντι ἢ ληίῳ βαθεῖ, ἤ τινα ἄλλην ἑαυτοῦ προβάλλεται ἀναγκαίαν καὶ ἄμαχον σκέπην.
野兔被狐狸捕获,靠奔跑的速度并不亚于、甚至更不如说是靠智谋;因为狐狸精于欺诈,懂得各种计策。且说每当夜间它踏上野兔的足迹并察觉到那兽的气味时,它便悄无声息地迈着轻步前行,屏住呼吸,并在野兔的窝巢中找到它,试图趁其毫无戒心、毫无防备时将其擒获。但野兔既非贪图安逸,也非松懈大意地沉睡,而是一旦察觉到有动物逼近,就立刻从窝中跃起飞奔。野兔以极快的速度奔跑前行,而狐狸也循着足迹疾驰,紧追不舍。野兔跑过了漫长的路程,自以为已经胜券在握、绝不可能被抓获,便钻入灌木丛中欣然歇息;然而狐狸追赶上来,不准它安歇,再次将它惊起,驱使它展开另一场狂奔。接着,一段不亚于前一段的路程又被跑完,野兔再次渴望休息,而狐狸又逼近眼前,摇晃灌木,使它片刻不得安生。野兔再次奔逃,狐狸也毫不落后。当一场接一场的狂奔连续不断地折磨着它,无法停歇的困顿相继袭来时,野兔终于力竭放弃,狐狸赶上前将它按住——对宙斯发誓,并非靠奔跑,而是靠时间和诡计将它制服的。这些事情,不过是叙述野兔的奔跑时旁逸斜出的前置之辞,姑且搁下,其余的事情在后文中叙述才更为适时;而我现在便回到当初脱离正题的地方。野兔分散幼崽、在不同的地方抚育各只幼崽的原因,原来是这样的:野兔对幼崽极尽怜爱,却畏惧猎人的阴谋和狐狸的袭击,同样也畏惧飞禽的侵袭,更惧怕乌鸦和老鹰的叫声;因为对于这些鸟类,它之间毫无停战之约。它将自己隐藏在茂密的灌木丛中或深厚的庄稼地里,或者在自己面前构筑起某种必要的、坚不可摧的庇护所。
Θηρατοῦ δὲ ἀνδρὸς καὶ τὰ ἕτερα ἀγαθοῦ, οἵου μὴ ἂν ψεύσασθαι,3 λόγον ἤκουσα, καὶ αὐτῷ πεπίστευκα, καὶ διὰ ταῦτα εἰρήσεται. τίκτειν γὰρ δὴ καὶ ἄρρενα λαγὼν ἔλεγε καὶ παιδοποιεῖσθαί τε ἅμα καὶ ὠδίνειν καὶ τῆς φύσεως μὴ ἀμοιρεῖν ἑκατέρας. καὶ ὡς ἐκτρέφει τεκὼν ἔλεγε, καὶ ὡς ἀποτίκτει καὶ δύο που καὶ τρία, καὶ τοῦτο ἐμαρτύρει, καὶ δὴ καὶ τὸν κολοφῶνα ἐπῆγε τῷδε τῷ λόγῳ παντὶ ἐκεῖνον. θηραθῆναι γὰρ λαγῶ ἄρρενα ἡμιθνῆτα, ἐξωγκῶσθαι δὲ αὐτοῦ τὴν γαστέρα ἅτε ἔγκαρον. ἀνατμηθῆναί τε οὖν αὐτὸν ὡμολόγει καὶ μήτραν πεφωρᾶσθαι καὶ τρεῖς λαγιδεῖς. τούτους οὖν ἀκινήτους τέως εἶναι ἐξαιρεθέντας καὶ κεῖσθαι οἱονεὶ κρέα ἄλλως· ἐπεὶ δὲ ὑπὸ τοῦ ἡλίου ἀλεαινόμενοι καὶ δὴ κατὰ μικρὰ ὑποθαλπόμενοι διέτριψαν, ἀναφέροντες ἑαυτοὺς ἀνεβιώσκοντο, καί πού τις αὐτῶν καὶ ἐκινήθη καὶ μετὰ ταῦτα ἀνέβλεψε, τάχα δὲ καὶ γλῶτταν ἐπὶ τούτοις προύβαλε, καὶ στόμα ἀνέῳξε τροφῆς πόθῳ. προσενεχθῆναι οὖν οἷα εἰκὸς τοῖς τηλικούτοις γάλα καὶ κατʼ ὀλίγον ἐκτραφῆναι αὐτούς, δεῖγμα ἐμοὶ δοκεῖν ἐς θαῦμα τοῦ τεκόντος τούτους. μὴ πιστεύειν οὖν τῷ λόγῳ πεῖσαι ἐμαυτὸν οὐ δύναμαι·4 τὸ δὲ αἴτιον, ἡ τοῦ ἀνδρὸς γλῶττα οὔτε ψεῦδος οὔτε κόμπον ἠπίστατο.
我曾从一位猎人那里听过一段叙述,他在其他方面是个正派人,绝非会说谎之辈;我相信了他,因此这事值得一述。因为他说,雄兔也能生育,既能使之受孕,同时也能阵痛分娩,兼具雌雄两性。他还说雄兔产仔后会将其抚育长大,并证实它能产下两三只幼崽;他甚至为整个故事补上了决定性的一幕:一只半死的雄兔被捕获,其腹部鼓胀犹如怀胎。他证实雄兔因此被剖开,人们在其体内发现了一个子宫和三只小兔。小兔刚被取出来时一动不动,宛如死肉一般躺卧着;但是当它们在阳光的照耀下渐渐取暖、受温良久之后,便缓过气来复苏了,其中有的甚至动弹起来,随后睁开了眼睛,不久之后还伸出了舌头,因渴望食物而张开了嘴。于是人们按照这般幼雏的常理给它们喂食乳汁,逐渐将它们抚育长大——依我之见,这成了对其生父令人惊叹的明证。因此我无法说服自己不相信这一说法;原因在于,那个人的舌头既不知虚妄,也不知夸大。
- 13.11ὡς ἤδη κρείττων καὶ οὐκ ἂν ἁλούς
连词 ὡς 引出主语(野兔)的主观判断与动机,后接表语形容词 κρείττων 以及带有 ἄν 的不定过去时分词 ἁλούς(潜在语气),表示野兔内心确信自己已经占优、绝无被捕之虞。
- 13.11ταῦτα μὲν οὖν ἄλλως προεκθέων ὁ λόγος ὑπὲρ τοῦ δρόμου τοῦ λαγὼ ἀναβέβληται
在句法上,προεκθέων ὁ λόγος 构成类似悬垂主格(nominativus pendens)或破格语法(anacoluthon)的结构,将论述本身拟人化为奔跑在前,并与完成时被动态动词 ἀναβέβληται(“被搁置/延后”)相呼应。
- 13.12οἵου μὴ ἂν ψεύσασθαι
由关系代词 οἷος(属格,与 ἀνδρός 一致)+ 否定词 μή + ἄν + 不定过去时不定词 ψεύσασθαι 构成的典型性质从句结构,意为“绝不会说谎的那类人”,用来担保叙述者的绝对可信度。
- 13.12μὴ πιστεύειν οὖν τῷ λόγῳ πεῖσαι ἐμαυτὸν οὐ δύναμαι
由否定词与不定词层叠构成的强调句式:主动词 οὐ δύναμαι(“我不能”)统领不定词 πεῖσαι(“说服”)及其反身代词宾语 ἐμαυτόν,后者再统领否定不定词短语 μὴ πιστεύειν τῷ λόγῳ(“不相信该说法”)。μὴ πιστεύειν 的前置突出了作者“无法不信”的强烈态度。
