- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了动物作为神意媒介指引戈尔迪乌斯并拯救格隆的预兆故事,介绍了卡里亚人独特的捕捞萨尔戈斯鱼的方法、海草的种类与鱼类的食性,以及因胆汁充盈而被哲学家与喜剧诗人屡屡提及的嘉名鱼。
ἀετὸν ἀκούω Γορδίῳ τὴν τοῦ παιδὸς αὐτοῦ Μίδου βασιλείαν ὑποσημῆναι, ἡνίκα ἀροῦντι τῷ Γορδίῳ ἐπιπτάς, εἶτα μέντοι κατὰ τοῦ ζυγοῦ καθίσας συνδιημέρευσεν, οὐδὲ προαπέστη πρὶν ἢ γενομένης ἑσπέρας καὶ ἐκεῖνος κατέλυσε τὴν ἄροσιν1 ἐπιστάντος τοῦ βουλυτοῦ. Γέλωνος δὲ τοῦ Συρακοσίου παιδὸς ὄντος λύκος μέγιστος ἐσπηδήσας ἐς τὸ διδασκαλεῖον ἐξήρπασε τῶν χειρῶν τοῖς ὀδοῦσι τὴν δέλτον, καὶ ὁ Γέλων ἐξαναστὰς τοῦ θάκου ἐδίωκεν αὐτόν, τὸ μὲν θηρίον μὴ καταπτήξας, περιεχόμενος δὲ τῆς δέλτου ἰσχυρῶς. ἐπεὶ δὲ ἔξω τοῦ διδασκαλείου ἐγένετο, τὸ μὲν κατηνέχθη καὶ τοὺς παῖδας αὐτῷ διδασκάλῳ2 κατέβαλε, θείᾳ δὲ προμηθείᾳ ὁ Γέλων περιῆν μόνος. καὶ τό γε παράδοξον, οὐκ ἀπέκτεινεν ἄνθρωπον ἀλλʼ ἔσωσε λύκος, οὐκ ἀτιμασάντων τῶν θεῶν οὐδὲ διὰ τῶν ἀλόγων τῷ μὲν τὴν βασιλείαν προδηλῶσαι, τὸν δὲ τοῦ μέλλοντος κινδύνου σῶσαι. ἴδιον δὴ τῶν ζῴων καὶ τὸ θεοφιλές.
我听说,一只鹰曾向戈尔迪乌斯预示了他儿子米达斯的王权:当戈尔迪乌斯耕田时,那只鹰飞落下来,坐在牛轭上伴随了他整整一天,直到夜幕降临、放牛歇工的时刻到来、他停止耕作之前,它都不曾离去。又当叙拉古的格隆尚是个孩子时,一只巨狼跃入学校,用牙齿从他手中抢走了书板,格隆从座位上站起来追赶它,不仅没有畏缩于这头野兽,反而死死不肯放弃书板。而当他到了学校外面时,校舍坍塌,将学生们同老师本人一起砸倒,唯有格隆在神明护佑下幸存。令人称奇的是,一只狼非但没有杀人,反而救了人;因为神明并不轻蔑于哪怕通过无理性的动物,向前者昭示王权,而将后者从迫在眉睫的危险中拯救出来。确实,为神所爱也是动物的一种禀赋。
οἱ Κᾶρες αἱροῦσι τοὺς σαργοὺς τὸν τρόπον τοῦτον. νότου καταπνέοντος ἡσυχῆ καὶ προσβάλλοντος αὔρας μαλακωτέρας καὶ τοῦ κύματος στορεσθέντος καὶ πράως ταῖς ψάμμοις ἐπηχοῦντος, τηνικαῦτα ὁ θηρατὴς καλάμου μὲν οὐ δεῖται οὐδὲ ἕν, λαβὼν δὲ ἀρκεύθου ῥάβδον πάνυ σφόδρα ἐρρωμένης, ἀπʼ ἄκρας αὐτῆς ἐξάπτει σειράν, καὶ περιπείρει τῷ ἀγκίστρῳ λυκόστομον ὄντα ἡμιτάριχον, καὶ καθίησιν ἐς τὴν θάλατταν. καὶ κάθηται μὲν ἐπὶ τῇ πρύμνῃ τῆς πορθμίδος καὶ τὸν δόλον ὑποκινεῖ, ὑπερέττει δέ οἱ παῖς ἡσυχῆ, προμαθὼν τῆς ἐλάσεως τὸ σχολαῖον ἐπίτηδες, καὶ ὡς ἐπὶ τὴν γῆν προάγει τὸ σκάφος. πολλοὶ δὲ οἱ σαργοὶ περισκιρτῶσιν ἐκ τῶν συντρόφων φωλεῶν ἀναθορόντες, ἀθροίζονται δὲ ἐπὶ τὸ ἄγκιστρον· ἄγει γὰρ αὐτοὺς οἱονεὶ ἴυγγι ὁ πάλαι μὲν τεθνηκὼς ἐς τὸ ἑλεῖν δὲ σκευασθεὶς ἰχθύς. εἶτα πλησίον τῆς γῆς γενόμενοι ῥᾳδίως ἁλίσκονται, τῇ λιχνείᾳ τῆς γαστρὸς δεδεμένοι.
卡里亚人依照这种方法捕捞萨尔戈斯鱼。当南风静静吹送、拂来柔和的微风、波浪平息且温和地轻叩沙滩时,此时渔夫根本不需要钓竿,而是取来一根极其坚固的刺柏枝,在顶端系上钓线,将一条半腌渍的狼口鱼穿在钓钩上,垂入海中。他坐在小艇的船尾轻轻晃动诱饵,一个仆童在他手下悄悄划桨——这孩子预先特意学会了缓慢摇橹的手艺——将船驶向陆地。许多萨尔戈斯鱼从它们惯常的穴洞中跃出,在周围跳跃并聚集在钓钩前;因为那条早已死去、却被加工用来诱捕的鱼,如符咒般牵引着它们。随后,它们来到靠近陆地之处,受胃腹的贪婪所拘束,轻易便被捕获了。
διατριβαὶ δὲ ἰχθύων πολλαί, καὶ γίνονται οἳ μὲν ἐν ταῖς πέτραις, οἳ δὲ ἐν ταῖς ψάμμοις, ἄλλοι δὲ ἐν ταῖς πόαις. καὶ γάρ τοι καὶ πόαι θαλάττιαί εἰσι, καὶ αἳ μὲν αὐτῶν καλοῦνται βρύα, αἳ δὲ ἄμπελοι, καὶ σταφυλαί τινες, καὶ φυκία ἄλλα· ἦν δὲ ἄρα θαλαττίας πόας καὶ κράμβη ὄνομα, καὶ μνία καλεῖταί τινα ἐν αὐταῖς καὶ τρίχες. τροφὴ δὲ ἄρα τούτων ἄλλῳ ἄλλη ἦν, καὶ οὐκ ἂν πάσαιτο ἑτέρας ὁ εἰθισμένος τῇ συντρόφῳ καὶ ὁμοεθνεῖ, ὡς ἂν εἴποι τις.
鱼类的栖息之所有很多,有的生活在岩石间,有的在沙滩中,另一些则在水草里。事实上,海洋中也是有草的,其中一些被称为海苔,一些被称为葡萄藤,还有一些被称为葡萄串,另一些被称为海藻;海草中竟还有一种名为甘蓝的,它们中有些还被称为苔藓和毛发。看来这些〔鱼〕各以不同的东西为食,正如人们所说,习惯了伴生且同类的食物者,绝不会去尝食其他东西。
ἀκούσειας δʼ ἂν ἁλιέων καὶ ἰχθύων τινὰ καλλιώνυμον οὕτω λεγόντων. καὶ ὑπὲρ αὐτοῦ Ἀριστοτέλης λέγει ὅτι ἄρα ἐπὶ τοῦ λοβοῦ τοῦ δεξιοῦ καθημένην ἔχει χολὴν πολλήν, τὸ δὲ ἧπαρ αὐτῷ κατὰ τὴν λαιὰν φορεῖται πλευράν. καὶ μαρτυρεῖ τούτοις καὶ ὁ Μένανδρος ἐν τῇ Μεσσηνίᾳ οἶμαι λέγων "τίθημʼ ἔχειν χολήν σε καλλιωνύμου πλείω, "καὶ Ἀνάξιππος ἐν Ἐπιδικαζομένῳ "ἐάν με κινῇς καὶ ποιήσῃς τὴν χολὴν ἅπασαν ὥσπερ καλλιωνύμου ζέσαι, ὄψει διαφέροντʼ οὐδὲ ἓν ξιφίου κυνός." εἰσὶ μὲν οὖν οἳ καί φασιν αὐτὸν ἐδώδιμον, οἱ δὲ πλείους ἀντιλέγουσιν αὐτοῖς. οὐ ῥᾳδίως δὲ αὐτοῦ μνημονεύουσιν ἐν ταῖς ὑπὲρ τῶν ἰχθύων πανθοινίαις, ὧν τι καὶ ὄφελός ἐστι,3 ποιηταὶ θέμενοι σπουδὴν ἐς μνήμην ἔνθεσμον, Ἐπίχαρμος μὲν ἐν Ἥβας Γάμῳ καὶ Γᾷ καὶ Θαλάσσᾳ καὶ προσέτι καὶ Μώσαις, Μνησίμαχος δὲ ἐν τῷ Ἰσθμιονίκῃ.
你或许还会听到渔夫称某种鱼为“嘉名鱼”。亚里士多德谈及它时说,它在右侧肝叶上积有大量胆汁,而它的肝脏则长在左侧肋部。米南德在《麦塞尼亚女子》中也对此作证,我想他是这样说的:“我认为你拥有的胆汁比嘉名鱼还要多”;阿纳克西普斯在《诉讼要求人》中亦云:“倘若你惹怒我,使我全副胆汁如嘉名鱼般沸腾,你便会见到我同角鲨毫无二致。”固然有人称它是可食用的,但大多数人对此予以反驳。而在那些有真才实学的诗人为确立规范记录而倾注心血、专写鱼类宴饮的作品中,此鱼亦极少被提及:如埃庇卡尔摩斯在《赫柏的婚礼》、《大地与海洋》以及《缪斯》中,姆涅西马库斯在《地峡胜利者》中皆是如此。
- 13.1πρὶν ἢ γενομένης ἑσπέρας καὶ ἐκεῖνος κατέλυσε τὴν ἄροσιν
在由连词 πρὶν ἤ 引导的时间状语从句中,一个独立属格结构(γενομένης ἑσπέρας)与带直陈式过去时动词的有限分句(καὶ ἐκεῖνος κατέλυσε...)通过 καί 发生了并列。这是后古典期希腊散文中的一种混合句法连接。
- 13.1αὐτῷ διδασκάλῳ
伴随与格(sociative dative),意为“与老师本人一起”。αὐτός 的与格与名词连用,表示“连同……一起 / ……统统在内”的惯用表达。
- 13.4ὧν τι καὶ ὄφελός ἐστι
修饰后置主语 ποιηταί(诗人)的关系从句。关系代词属格 ὧν 依附于成语性表达 τι ὄφελός ἐστι(“对……有所裨益 / 具有价值”),构成限制性修饰,意为“那些有些许价值/值得称道的诗人们”。
