- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.22-13.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了印度的驯象向国王行屈膝礼及恪尽职守的不眠宿卫,巨大的海怪马陆(scolopendra)的形貌与游弋姿态,色诺芬关于猎犬训练地形与野兔足迹的见解,以及印度人对象、马的重视和进贡各种禽兽之风。
τὸν Ἰνδῶν βασιλέα προϊόντα ἐπὶ δίκαις προσκυνεῖ ὁ ἐλέφας πρῶτος, δεδιδαγμένος τοῦτο, καὶ μάλα γε δρῶν μνημόνως τε καὶ εὐπειθῶς αὐτό ʽπαρέστηκε δὲ καὶ ἐκεῖνος, ὅσπερ οὖν ἐνδίδωσίν οἱ τοῦ παιδεύματος τὴν ὑπόμνησιν τῇ ἐκ τῆς ἅρπης κρούσει καὶ φωνῇ τινι ἐπιχωρίῳ, ἧσπερ οὖν ἐλέφαντες ἐπαΐειν εἰλήχασι φύσει τινὶ ἀπορρήτῳ καὶ μάλα γε ἰδίᾳ τοῦ ζῴου τοῦδἐ· καὶ μέντοι καὶ κίνησίν τινα ὑποκινεῖται πολεμικήν, οἷον ἐνδεικνύμενος ὅτι καὶ τοῦτο τὸ μάθημα ἀποσώζει. τέτταρες δὲ καὶ εἴκοσι τῷ βασιλεῖ φρουροὶ παραμένουσιν ἐλέφαντες ἐκ διαδοχῆς, ὥσπερ οὖν οἱ φύλακες οἱ λοιποί, καὶ αὐτοῖς παίδευμα τὴν φρουρὰν ἔχειν οὐ κατανυστάζουσι·1 διδάσκονται γάρ τοι σοφίᾳ τινὶ Ἰνδικῇ καὶ τοῦτο. καὶ λέγει μὲν Ἑκαταῖος ὁ Μιλήσιος Ἀμφιάρεων τὸν Οἰκλέους κατακοιμίσαι τὴν φυλακὴν καὶ παθεῖν ὅσα λέγει. οὗτοι δὲ ἄρα ἄγρυπνοι καὶ ὕπνου μὴ ἡττώμενοι, πιστότατοι τῶν ἐκεῖθι φυλάκων μετά γε τοὺς ἀνθρώπους εἰσίν.
当印度人的国王外出断案时,经过训练的大象首先向他伏拜,极其熟练且顺服地做这一举动(而那名用钩镰的敲击和某种当地言语给予它训练提示的人也站在旁边——正是凭借这种大象所具有的、为此种动物所特有的某种隐秘天性,大象才得以听懂这种声音);此外,它还会做出某种军事动作,仿佛表明它同样牢记着这一技能。有二十四头大象轮流作为侍卫留宿在国王身边,正如其他守卫一样;恪尽守卫乃是它们的操练,它们从不打瞌睡;因为凭借某种印度的智慧,它们确实也被教授了这一点。米利都的赫卡泰乌斯说,俄伊克勒斯之子安菲阿拉俄斯曾使守卫沉睡,并遭遇了他所叙述的那些不幸。然而这些大象极其警惕且不被睡眠所征服,在当地的守卫中,它们是仅次于人类最值得信赖者。
ἐγὼ δὲ ἄρα ὡς εἶχον ὁρμῆς2 ἐπὶ μακρότατον ταῦτά τε καὶ τὰ ὑπὲρ τούτων ἀνασκοπούμενός τε καὶ ἀνιχνεύων πέπυσμαι καὶ σκολόπενδραν εἶναί τι θαλάττιον κῆτος, μέγιστον κητῶν καὶ τοῦτο, καὶ ἐκβρασθεῖσαν μὲν θεάσασθαι οὐκ ἄν τις θρασύνοιτο. λέγουσι δὲ οἱ ἀκριβοῦντες ἄνθρωποι τὰ θαλάττια ὁρᾶσθαι αὐτὰς πλωτάς, καὶ πᾶν μὲν ὅσον ἐστὶ κεφαλή, τοῦτο ὑπερτείνειν ἔξαλον, καὶ μέντοι καὶ μυκτήρων τρίχας ἐξεχούσας καὶ μάλα γε ὑψηλὰς ἐπιδεικνύναι, πλατεῖαν δὲ τὴν οὐρὰν καὶ οἵαν δοκεῖν καράβου. ἤδη δὲ ἄρα αὐτῆς καὶ τὸ λοιπὸν σῶμα ἐπιπολάζον τοῖς κύμασιν ὁρᾶται, ὅσον ἀντικρῖναι τριήρους τελείας αὐτὸ μεγέθει. νήχονται δὲ ἄρα πολλοῖς τοῖς ποσὶ καὶ κατὰ στοῖχον ἐντεῦθεν καὶ ἐκεῖθεν οἱονεὶ σταλμοῖς παρηρτημένοις ʽεἰ καὶ τραχύτερον ἀκοῦσαἰ3 ἑαυτὰς ἐρέττουσαι. λέγουσιν οὖν οἱ δεινοὶ ταῦτα καὶ ὑπηχεῖν τὸ ῥόθιον ἡσυχῆ, καὶ πείθουσι λέγοντες.
至于我,只要我的志趣所及,在探查并追踪这些事物以及更深层的内容时得知,马陆海怪(scolopendra)也是一种海中怪物,且亦为怪物中之最大者,一旦被冲上岸,无人敢于直视之。熟知海洋事务的人们说,可见到它们游动,其头部整体皆高出海面,并从鼻孔中露出突出的极高硬毛,尾部扁平且看似螯虾之尾。如今亦可见到它身躯的其余部分漂浮在波浪之上,其庞大足以与一艘完备的三列桨座战船相匹敌。它们以众足划水前行,左右两侧排成行列的脚足就像悬挂的桨桩一样(若此言听来略显粗砺的话)划动着自身。因此精通这些事务的人说,涌浪在其下发出微弱的声响,他们的话令人信服。
Ξενοφῶν δὲ ὑπὲρ κυνῶν λέγει καὶ ταῦτα. δεῖν ἐς τὰ ὄρη πολλάκις ἄγειν αὐτάς, τὰ δὲ ἔργα ἧττον· τοὺς γάρ τοι τριμμοὺς τοὺς ἐκ τῶν ἐνεργῶν χωρίων λυπεῖν τε αὐτὰς καὶ σφάλλειν. λῷον δὲ εἶναι ὁ αὐτός φησιν ἐς τὰ τραχέα ἄγειν, καὶ κέρδος γε ἐκεῖνο πρὸς τούτῳ διδάσκει, εὔποδάς τε αὐτὰς γίνεσθαι καὶ ἁλτικωτέρας ἐκπονούσας τὸ σῶμα. ἴχνη δὲ ἄρα λαγὼ τοῦ μὲν χειμῶνος μακρὰ ὁρᾶσθαι λέγει διὰ τὸ μῆκος τῶν νυκτῶν, τοῦ δὲ θέρους οὐκέτι διὰ τοὐναντίον. καὶ σαφὲς ἐκ τοῦ προειρημένου τί βούλεται τὸ ἐναντίον.
色诺芬关于猎犬亦谈及如下内容:应当经常带它们去山区,而较少去耕作之地;因为耕作之地的踩踏小径会使它们困扰并受误导。同一作者还说,带它们去崎岖之处更佳,并且在此之上教授了这一益处,即通过锻炼身躯,它们会步履敏捷且更擅跳跃。他还说,冬季野兔的足迹由于黑夜漫长而可见其很长,夏季则因相反的原因不再如此;而从前文所述来看,这相反的原因何指已甚为明了。
ἵππους καὶ ἐλέφαντας ἅτε ζῷα καὶ ἐν ὅπλοις καὶ ἐν πολέμοις λυσιτελῆ τιμῶσιν Ἰνδοί, καὶ μάλα γε ἰσχυρῶς. τῷ γοῦν βασιλεῖ κομίζουσι καὶ κώμυθας, ἃς ἐμβάλλουσι ταῖς φάτναις, καὶ χιλόν, καὶ ἐπιδεικνύουσι νεαρόν τε καὶ ἀσινῆ. καὶ ἐὰν μὲν ᾖ τοιοῦτος, ἐπαινεῖ ὁ βασιλεύς· εἰ δὲ μή, κολάζει τούς τε τῶν ἐλεφάντων μελεδωνοὺς καὶ τοὺς ἱπποκόμους πικρότατα. οὐκ ἀτιμάζει δὲ οὐδὲ τὰ ἄλλα ζῷα, ἀλλὰ καὶ ἐκεῖνα προσίεται δῶρά οἱ κομιζόμενα. Ἰνδοὶ γὰρ οὐκ ἐκφαυλίζουσι ζῷον οὔτε ἥμερον οὔτε μὴν ἄγριον οὐδέν. αὐτίκα γοῦν δωροφοροῦσι τῶν ὑπηκόων οἱ διὰ τιμῆς ἰόντες γεράνους τε καὶ χῆνας ἀλεκτορίδας τε καὶ νήττας καὶ τρυγόνας τε καὶ ἀτταγᾶς προσέτι, πέρδικάς τε καὶ σπινδάλους ʽἔστι δὲ ἐμφερὲς τῷ ἀτταγᾷ τοῦτό γἐ καὶ ἐπὶ τούτοις τῶν προειρημένων βραχύτερα, βωκκαλίδας τε καὶ συκαλίδας καὶ τὰς καλουμένας κεγχρῇδας. ἐπιδεικνύουσι δὲ αὐτὰ ἀναπτύξαντες, τὸν ἐς βάθος αὐτῶν ἐλέγχοντες πιασμόν. καὶ πλοῦτον πεπιασμένων ἐλάφων τε καὶ βουβαλίδων καὶ δορκάδων καὶ ὀρύγων καὶ τῶν ὄνων τῶν ἐχόντων ἓν κέρας, ὧν καὶ ἀνωτέρω που μνήμην ἐποιησάμην, καὶ ἰχθύων δὲ γένη διάφορα κομίζουσι καὶ ταῦτα.
印度人看重马匹与大象,视其为在武装与战事中极为有益的动物,且尊崇备至。他们至少会向国王送上干草束(即他们投入食槽之物)以及饲料,并展示其新鲜无损。若是如此,国王便予以赞许;若非如此,他会极其严厉地惩处养象人与马夫。然而他亦不轻视其他动物,而是接纳作为礼物呈送给他的那些动物。因为印度人不鄙弃任何动物,无论驯兽抑或野兽。例如,臣民中以礼敬上者便会奉献鹤、鹅、母鸡、野鸭、斑鸠以及鹧鸪,还有石鸡与斯平达罗斯鸟(此鸟类似于鹧鸪),此外还有比前述禽鸟更小者,如牛眼鸟、无花果食雀以及所谓的黍鸟。他们将其剖开展视,检验其深层的肥美程度。他们还送来大批肥美的鹿、水牛、瞪羚、剑羚,以及我上文某处曾提及的独角野驴,乃至各种各样的鱼类。
- 13.22καὶ αὐτοῖς παίδευμα τὴν φρουρὰν ἔχειν οὐ κατανυστάζουσι
句子的核心骨架为:不定式短语 τὴν φρουρὰν ἔχειν(恪尽守卫)作主语,παίδευμα 为谓语名词,αὐτοῖς 为关涉与格,即“恪尽守卫乃是它们的操练”。接续的 οὐ κατανυστάζουσι 则以大象为主语作主要动词,无连词并列呈现其结果:“它们从不打瞌睡”。
- 13.23ὡς εἶχον ὁρμῆς
副词 ὡς 与动词 ἔχω 以及表示状态或程度的属格(ὁρμῆς)结合的惯用句式,意为“在我的热情所及的范围内”或“尽我所能”。动词 ἔχω 与副词连用表示某种状态,属格则限定其范围与程度。
- 13.23εἰ καὶ τραχύτερον ἀκοῦσαι
作者用于缓和自身比喻手法的插入语。不定式 ἀκοῦσαι 为说明性不定式(修饰比较级形容词 τραχύτερον),表示“即便听来略显粗砺”或“若以听闻而言稍嫌不雅”。
