- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.20-13.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了阿索斯山附近被称为“轮”的巨型海怪的习性,讲述了一名罗马长官因亵渎塔纳格拉保存的特里同遗体而死于非命的轶事,并引述阿波罗的神谕以证实特里同的存在。
τῶν δὲ κητῶν τὰ ὑπέρογκα ἄγαν καὶ τὸ μέγεθος ὑπερήφανα νήχεται μὲν ἐν τοῖς πελάγεσι μέσοις, ἤδη γε μὴν καὶ σκηπτοῖς βάλλεται. πρὸς τούτοις μὲν οὖν καὶ ὅσα ἕτερα σπάνια τοιαῦτα, καὶ ὄνομα τροχὸς αὐτοῖς. καὶ νεῖ κατʼ ἀγέλας ταῦτα, μάλιστα μὲν ἐν δεξιᾷ τοῦ Ἄθω τοῦ Θρᾳκίου, ἔν γε τοῖς κόλποις τοῦ ἀπὸ Σιγείου πλέοντα,1 ἐντυχεῖν δέ ἐστιν αὐτοῖς καὶ κατὰ τὴν ἀντιπέρας ἤπειρον παρά τε τὸν Ἀρταχαίου καλούμενον τάφον καὶ τὸν Ἀκάνθιον ἰσθμόν, ἔνθα τοι καὶ ἡ τοῦ Πέρσου φαίνεται διατομή, ᾗ διέτεμε τὸν Ἄθω. τὰ κήτη δὲ ταῦτα, ἃ καλοῦσι τροχούς, ἄλκιμα μὲν οὔ φασιν εἶναι, λοφιὰν δὲ ὑποφαίνει καὶ ἀκάνθας ὑπερμήκεις, ὡς καὶ πολλάκις ὁρᾶσθαι ἐξάλους αὐτάς. ἀκούσαντα δὲ εἰρεσίας κτύπου περιστρέφεταί τε καὶ κατειλεῖται ὡς ὅτι κατωτάτω ἑαυτὰ ὠθοῦντα· ἔνθεν τοι καὶ τοῦδε τοῦ ὀνόματος μετείληχεν. ἀναπλεῖ δὲ ἀνελιχθέντα καὶ κυλιόμενα ἔμπαλιν.
海怪中那些体躯庞大且体积骇人者,畅游于浩瀚外海之中,甚至还会遭雷霆击打。此外,亦有其他诸如此类的罕见之物,其名为“轮”(trochos)。它们成群巡游,尤其是在色雷斯阿索斯山之右侧,对自西盖翁航行者而言是在海湾之中;但人们亦可在对岸大陆沿线遭遇它们,即在所谓的阿尔塔凯伊斯之墓以及阿坎索斯地峡一带——波斯王开凿阿索斯山的开凿遗迹正在彼处显露。这些被称为“轮”的海怪据说并不凶悍,却隐隐露出鬃毛与极长的硬刺,以至于人们常可看见〔硬刺〕露出水面。一闻划桨之声,它们便旋转卷曲,尽量将自身推向极深处;它们正是由此获得了这一名称。随后它们舒卷翻滚,再次浮出水面。
Τριτώνων πέρι σαφῆ μὲν λόγον καὶ ἀπόδειξιν ἰσχυρὰν οὐ μάλα τί φασιν εἰπεῖν ἔχειν τοὺς ἁλιέας· λέγει δʼ οὖν φήμη διαρρέουσα ναὶ μὰ Δία πολλὴ γίνεσθαί τινα ἐν τῇ θαλάττῃ κήτη ἀνθρωπόμορφα τὰ ἀπὸ κεφαλῆς ὅσα ἐς ἰξὺν λήγει. λέγει δὲ Δημόστρατος ἐν λόγοις ἁλιευτικοῖς ἐν Τανάγρᾳ θεάσασθαι τάριχον Τρίτωνα. καὶ τὰ μὲν ἄλλα ἦν φησι καὶ τοῖς πλαττομένοις ὅμοιος καὶ τοῖς γραφομένοις, τὴν δέ οἱ κεφαλὴν ὑπὸ χρόνου διεφθαρμένην οὐ πάνυ τι σαφῆ ἔφατο εἶναι οὐδὲ οἵαν συνιδεῖν τε καὶ γνωρίσαι ῥᾷστα· προσαψαμένου δέ μου φολίδες ἀπέπιπτον τραχεῖαι καὶ μέντοι καὶ ἀντίτυποι εὖ μάλα. τῶν δέ τις ἐκ τῆς βουλῆς ἁρμοζόντων κλήρῳ τὴν Ἑλλάδα καὶ πεπιστευμένων τὴν ἀρχὴν ἑνὸς ἔτους,2 οἷα δὴ βασανιῶν καὶ ἐλέγξων τοῦ βλεπομένου τὴν φύσιν, τοῦ δέρματος παρελὼν ὀλίγον καθήγισεν ἐπὶ πυρός, καὶ ὀσμὴ μὲν βαρεῖα καομένου τοῦ ἐμβληθέντος προσέβαλε τῶν παρόντων τὰς ῥῖνας. οὐ μὴν συμβαλεῖν φησιν εἴτε χερσαῖον τὸ ζῷον εἴτε θαλάττιον εἴη τὴν φύσιν εἴχομεν.3 ἀλλʼ ἥ γε πεῖρα οὐ χρηστόν οἱ τὸν μισθὸν ἀπέδωκεν. οὐ γὰρ μετὰ μακρὸν τὸν βίον κατέστρεψε, περαιούμενος ὀλίγον καὶ στενὸν πορθμὸν ἑξήρει πορθμείῳ καὶ βραχεῖ. καὶ ἔλεγόν γε, ὡς ἐκεῖνος λέγει, Ταναγραῖοι παθεῖν αὐτὸν ταῦτα ἀνθʼ ὧν ἐς τὸν Τρίτωνα ἠσέβησε, τεκμηριοῦντες ὅτι ἀποψύχων μὲν ἐξῃρέθη τῆς θαλάττης, ἰχῶρα δὲ ἠφίει παραπλήσιον τὴν ὀσμὴν τῇ τοῦ Τρίτωνος δορᾷ, ὅτε αὐτὴν ἐκεῖνος ἔκαε καὶ ἐνεπίμπρα. ὁπόθεν δὲ ἄρα ὁ Τρίτων οὗτος ἐπλανήθη, καὶ ὅπως δεῦρο ἐξεβράσθη, Ταναγραῖοί τε λεγέτωσαν καὶ Δημόστρατος. ἐπὶ τούτοις δὲ αἰδοῦμαι τὸν θεόν, καὶ ἄξιον πείθεσθαι τῷ μάρτυρι τῷ τοσῷδε· εἴη δʼ ἂν ὁ ἐν Διδύμοις Ἀπόλλων τεκμηριῶσαι ἱκανὸς παντί, ὅτῳ νοῦς τε ὑγιαίνει καὶ ἔρρωται ἡ φρήν. Τρίτωνα γοῦν θρέμμα θαλάττιόν φησιν εἶναι, καὶ ἃ λέγει ταῦτά ἐστι "θρέμμα Ποσειδάωνος, ὑγρὸν τέρας, ἠπύτα Τρίτων, νηχόμενος γλαφυρῆς ὁρμήμασι σύντυχε νηός." εἰ τοίνυν ὁ πάντα εἰδὼς καὶ Τρίτωνας εἶναί φησιν, ἡμᾶς ὑπὲρ τούτου διαπορεῖν οὐ χρή.
关于特里同,据说渔民们并不太能给出清晰的说明或确凿的证据;然而流传极广的传闻确实宣称,以宙斯起誓,海中确有某些人身海怪,自头部至腰部为止皆具人形。德谟斯特拉托斯在《渔捞论》中称,他在塔纳格拉曾见过一条腌制的特里同。他说,在其余部位上,它与雕塑和图画中所描绘的相似,但其头部因岁月侵蚀而损坏,极不清晰,难以轻易辨认审视;“而当我伸手抚摸时,”他说,“粗糙且极其坚硬的鳞片便脱落下来。在抽签治理希腊并受托执政一年的元老院议员中,有一人似乎想要检验并查明眼前所见之物的本质,便剥下一小块皮投入火中焚烧,随着投入之物的燃烧,一股沉重的恶臭扑向在场之人的鼻端。然而,我们并未能推断出该生物在本质上究竟是陆生还是海生。”然而这一尝试并未带给他良善的报偿。因为不久之后,他在乘坐一艘六桨轻便渡船穿过一条狭窄短小的小海峡时便丧了命。正如那人〔德谟斯特拉托斯〕所言,塔纳格拉人声称,他遭遇此劫乃是对特里同犯下不敬之罪的报应,其证据在于:当他奄奄一息地从海中被捞起时,流出了一种体液,其气味与他当初焚烧特里同之皮时的气味别无二致。至于这只特里同究竟自何处流浪而来,又如何被冲刷至此,就任由塔纳格拉人与德谟斯特拉托斯去说吧。除这些之外,我敬畏神明,且应当笃信如此重大的见证者;对于凡心智健全、神志清明之人而言,迪迪玛的阿波罗足以为此提供证明。神明断言特里同乃是海洋生物,他所说之语如下: “波塞冬之子嗣,水中之怪异,高声啼呼的特里同,游动时遭遇了空心船的冲击。” 既然全知者都说特里同确实存在,我们便不应对此事疑虑不决。
- 13.20τοῦ ἀπὸ Σιγείου πλέοντα
此处一般应使用与格分词(πλέοντι)来表示视角或基准(“对自西盖翁航行者而言”),但原文却使用了宾格分词 πλέοντα。这可视为一种句法失调(破格现象),源于泛指观察者时的不定式逻辑主语的宾格迁移。
- 13.21τῶν δέ τις ἐκ τῆς βουλῆς ἁρμοζόντων κλήρῳ τὴν Ἑλλάδα καὶ πεπιστευμένων τὴν ἀρχὴν ἑνὸς ἔτους
属格复数分词 ἁρμοζόντων 与 πεπιστευμένων 在意义上与介词短语 ἐκ τῆς βουλῆς(“来自元老院者”)所隐含的元老院议员们一致,并与主语不定代词 τις 构成部分属格关系。此句反映了罗马元老院省份长官由抽签决定、任期一年的官制实情。
- 13.21οὐ μὴν συμβαλεῖν φησιν εἴτε χερσαῖον τὸ ζῷον εἴτε θαλάττιον εἴη τὴν φύσιν εἴχομεν
在间接引语标志 φησιν 之下,动词 εἴχομεν 采用了第一人称复数,保留了德谟斯特拉托斯的直接见证。熟语 ἔχω + 不定式(συμβαλεῖν εἴχομεν)表示能力(“我们能够推断/判断”),其后支配由选择性间接疑问连词 εἴτε... εἴτε... 及祈愿语气动词 εἴη 构成的从句。
