← 克劳狄乌斯·埃利安

论动物的本性

§13.18-13.19

印度王宫园林生物与伊庇鲁斯的鲻鱼捕捞

本段记述了印度王宫园林中四季常青的林木、禽鸟、受婆罗门崇奉的鹦鹉及池鱼,随后描写了在伊庇鲁斯沿海夜间通过倾斜小舟引诱鲻鱼跳入船中的奇特捕捞方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.18

ἐν δὲ τοῖς βασιλείοις τοῖς Ἰνδικοῖς, ἔνθα ὁ μέγιστος τῶν βασιλέων διαιτᾶται τῶν ἐκεῖθι, πολλὰ μὲν καὶ ἄλλα ἐστὶ θαυμάσαι ἄξια, ὡς μὴ αὐτοῖς ἀντικρίνειν1 μήτε τὰ Μεμνόνεια Σοῦσα καὶ τὴν ἐν αὐτοῖς πολυτέλειαν μήτε τὴν ἐν τοῖς Ἐκβατάνοις μεγαλουργίαν· ἔοικε γὰρ κόμπος εἶναι Περσικὸς ἐκεῖνα, εἰ πρὸς ταῦτα ἐξετάζοιτο. καὶ τὰ λοιπὰ μὲν περιελθεῖν τῷ λόγῳ οὐ τῆσδε τῆς συγγραφῆς ἐστιν, ἐν δὲ τοῖς παραδείσοις τρέφονται μὲν καὶ ταῶς ἥμεροι καὶ χειροήθεις φασιανοί, ἔχουσι δὲ ἐν τοῖς φυτοῖς τοῖς ἠσκημένοις, ἅπερ οὖν οἱ μελεδωνοὶ οἱ βασίλειοι τῆς δεούσης ἀξιοῦσι κομιδῆς. καὶ γάρ εἰσιν ἄλση σκιερὰ καὶ νομὴ σύμφυτος καὶ κλάδοι δʼ ἀλλήλων συνυφασμένοι σοφίᾳ τινὶ δενδροκομικῇ. καὶ τὸ σεμνότερον τῆς ὥρας τῆς ἐκεῖθι, τὰ δένδρα αὐτὰ τῶν ἀειθαλῶν ἐστι, καὶ οὔποτε γηρᾷ καὶ ἀποῥῥεῖ τὰ φύλλα· καὶ τὰ μὲν ἐπιχώριά ἐστι, τὰ δὲ ἀλλαχόθεν σὺν πολλῇ κομισθέντα τῇ φροντίδι, ἅπερ οὖν κοσμεῖ τὸν χῶρον καὶ ἀγλαΐαν δίδωσι, πλὴν ἐλαίας· οὐ γὰρ αὐτὴν ἡ Ἰνδῶν φέρει, οὔτε αὐτή, οὔτε ἥκουσαν ἀλλαχόθεν τρέφει. ὄρνιθες οὖν καὶ ἕτεροι ἐλεύθεροι καὶ ἀδούλωτοι, καὶ ἐλθόντες αὐτομάτως ἔχουσι κατʼ αὐτῶν κοίτας καὶ εὐνάς· ἐνταῦθά τοι καὶ οἱ ψιττακοὶ τρέφονται καὶ εἰλοῦνται περὶ τῷ βασιλεῖ. σιτεῖται δὲ Ἰνδῶν οὐδὲ εἷς ψιττακόν, καίτοι παμπόλλων ὄντων τὸ πλῆθος· τὸ δὲ αἴτιον, ἱεροὺς αὐτοὺς εἶναι πεπιστεύκασιν οἱ Βραχμᾶνες, καὶ μέντοι καὶ τῶν ὀρνίθων ἁπάντων προτιμῶσι. καὶ ἐπιλέγουσι δρᾶν τοῦτο εἰκότως· μόνον γὰρ τὸν ψιττακὸν ἀνθρώπου στόμα εὐστομώτατα ὑποκρίνεσθαι. εἰσὶ δὲ ἄρα ἐν τοῖσδε τοῖς βασιλείοις καὶ λίμναι χειροποίητοι ὡραῖαι, καὶ ἰχθύας ἔχουσι μεγέθει μεγίστους καὶ πραεῖς· καὶ θηρᾷ αὐτοὺς οὐδεὶς ὅτι μὴ οἱ τοῦ βασιλέως υἱεῖς παῖδες ἔτι ὄντες, ἐν ἀκλύστῳ καὶ ἥκιστα ἐπικινδύνῳ τῷ ὕδατι ἁλιεύοντές τε καὶ παίζοντες καὶ ἅμα καὶ πλεῖν μανθάνοντες.

在印度的王宫中,即当地最伟大的国王所居住之处,还有许多其他值得惊叹之物,以至于无论是门农之苏萨及其奢华,抑或埃克巴塔那的雄伟建筑,都无法与之相比;因为若与这些相比,那些倒显得像是波斯式的夸饰。至于以言语详述其他事物,固然不属于本部著作的范围,然而在其园林中,喂养着温驯的孔雀与驯服的雉鸡,它们栖息于王家园丁施以应有照料的修剪植物之间。这里确有蔽日的林木、天然的草甸,以及由于某种植树技艺而彼此交织的枝桠。尤其体现当地风光尊贵的是,这些树木本身皆属常绿之列,永不衰老,亦不凋落树叶;有些是本地出产,有些则是怀着极大的用心自别处引进的,它们装点着这片天地并赋予其光彩,唯独没有橄榄树;因为印度之地不生橄榄,既不自出,亦不滋养自外地移植而来的。因此,其他自由而不受拘束的鸟类也自发前来,在树上筑巢栖宿;确实,鹦鹉也在此处得以饲养并在国王周围盘旋。然而印度人没有一个食用鹦鹉,尽管它们数量极多;其缘由在于婆罗门坚信它们是神圣的,且在所有鸟类中最推崇它们。他们还补充说,如此行事实属应当;因为唯独鹦鹉能够最为清晰流利地模仿人类的口吻。此外,在这些宫廷中亦有美丽的人工池塘,蓄有体型硕大而温顺的鱼;除国王年幼的王子们之外,无人捕捞它们,王子们在不起波浪、绝无危险的水中垂钓嬉戏,同时学习操舟。

§13.19

ἐν τῷ Ἰονίῳ πελάγει κατὰ τὸν Λευκάτην καὶ τὴν πρὸς τῷ Ἀκτίῳ θάλατταν, ἔνθα τοι καὶ τὸν χῶρον καλοῦσιν Ἤπειρον, κεφάλων εἰσὶ κατὰ ἴλας ὡς ἂν εἴποι τις ἄφθονοι νήξεις καὶ πλήθη πάμπολλα. οὐκοῦν θηρῶνται καὶ μάλα ἐκπληκτικῶς· ὁ δὲ τρόπος τῆς θήρας οὗτός ἐστι. νύκτα ἀσέληνον οἱ ἐκεῖθι ἁλιεῖς παραφυλάξαντες, ἀπὸ δείπνου γενόμενοι2 κατὰ δύο ἀπῆραν σκάφος, οὐκ ὄντος κύματος ἀλλὰ ἀκλύστου καὶ γαληναίας τῆς θαλάττης, εἶτα ἡσυχῆ καὶ κατὰ μικρὰ προερέττουσι· καὶ ὃ μὲν αὐτὴν ὑποκινεῖ τῷ κωπίῳ, προάγων τὴν πορθμίδα βάδην ὡς ἂν εἴποις· ἅτερος δὲ κατακλινεὶς ἐπʼ ἀγκῶνος τὸ καθʼ ἑαυτὸν μέρος ἐπιβρίθει τῆς πορθμίδος,3 καὶ ἐς τοσοῦτον ἐπικλίνει, εἰς ὅσον τὸ χεῖλος αὐτῆς προσπελάζει τῷ ὕδατι. οἱ κέφαλοι δὲ καὶ οἱ τούτοις ὁμοειδεῖς κεστρεῖς, ἤτοι τῇ νυκτὶ τερπόμενοι ἢ χαίροντες τῇ γαλήνῃ, τοὺς μὲν χηραμοὺς τοὺς ἑαυτῶν καὶ τοὺς φωλεοὺς ἀπολείπουσιν, ἀνανέουσι δέ, καὶ τὰ ἄκρα γε τοῦ προσώπου ὑπὲρ τὸ ὕδωρ φαίνουσι, καὶ τοσοῦτον τῆς ἐς τὸ ἄνω νήξεως ἐπιλαμβάνουσι, καὶ γίνονται τῆς ᾐόνος πλησίον. θεασάμενοι δὲ οἱ θηραταὶ πλέουσι, καὶ τὸ ῥόθιόν γε τῆς πορθμίδος ἡσυχῆ πως ὑποκυμαίνειν ἄρχεται. φεύγοντες οὖν τὴν γῆν καὶ ὑποστρέφοντες ἐς τὸ ἐπικλινὲς τῆς ἀκάτου σφᾶς αὐτοὺς ὑπωθοῦσι, καὶ εἴσω παρελθόντες ἑαλώκασιν.

在爱奥尼亚海靠近莱夫卡斯角及阿克提乌姆一带的海域,即人们称之为伊庇鲁斯的地方,鲻鱼成群结队,可谓游群繁多,数量极大。于是人们以一种极其惊人的方式捕捞它们;其捕获之法如下。当地渔民伺候无月之夜,晚餐过后两人一组乘舟启航,此时并无风浪,海水无波而平稳,然后他们悄无声息地微力向前摇桨。一人以单桨轻轻拨动舟身,可以说是以缓步的速度推动渡船前行;另一人则手肘撑靠着躺下,用自身的分量压沉渡船属于自己的那一侧,使其倾斜到船缘贴近水面的程度。而鲻鱼以及与其同属一类的鲻属鱼,不知是因喜好黑夜抑或欣悦于风平浪静,纷纷离开自家的穴隙与洞穴,浮升而起,将面部的尖端露在水面之上,如此尽情地在水面游动,以致逼近岸边。渔夫们见状便行舟而去,渡船的浪花开始悄然泛起微澜。鱼群于是逃避陆地并折返而回,径自挤上船身倾斜的一侧,一旦落入船舱便被捕获了。

语法注3 条
  1. 13.18ὡς μὴ αὐτοῖς ἀντικρίνειν

    由 ὡς 引导的不定式结果从句(意为“以至于无法将……与它们相比”)。否定词 μή 是不定式的常规搭配。αὐτοῖς 为与格,由 ἀντικρίνειν 所支配,指代印度宫廷中的诸般奇景。

  2. 13.19ἀπὸ δείπνου γενόμενοι

    介词 ἀπό 用于表示某一活动结束之后的转移或时间承接,意为“用完晚餐后”(字面为“从晚餐中脱身出来”),分词 γενόμενοι 表示动作状态的达成。

  3. 13.19τὸ καθʼ ἑαυτὸν μέρος ἐπιβρίθει τῆς πορθμίδος

    动词 ἐπιβρίθω(本为不及物动词,意为“压下/施加重量”)在此处支配 τὸ καθʼ ἑαυτὸν μέρος(“属于自己的一侧”)作为直接宾语或关系对格,而 τῆς πορθμίδος 则是依附于 μέρος 的部分属格,整体表示“以自身重量压下渡船靠自己这一边”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.18-13.19