- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.16-13.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在提及意大利和高卢一带捕捞金枪鱼的称谓与用具之后,本文详细记述了梯拉尼安群岛近海管眼鱼的体貌特征、顽强勇猛及其利用驯服之鱼充作诱饵的奇特捕捞方式。
τὴν τῶν θύννων θήραν Ἰταλοί τε καὶ Σικελοὶ κητείαν φιλοῦσιν ὀνομάζειν· τά τε χωρία, ἔνθα αὐτοῖς εἴωθε θησαυρίζεσθαι τά τε δίκτυα τὰ μεγάλα καὶ ἡ λοιπὴ παρασκευὴ ἡ θηρατική, καλεῖται μέντοι κητοθηρεῖα, τοῦ θύννου τὸ μέγεθος ἐς τὰ κήτη βουλομένων τὸ λοιπὸν ἀποκρίνειν.1 ἀκούω δὲ Κελτοὺς καὶ Μασσαλιώτας καὶ τὸ Λιγυστικὸν πᾶν ἀγκίστροις τοὺς θύννους θηρᾶν· εἴη δʼ ἂν ταῦτα ἐκ σιδήρου μὲν πεποιημένα, μέγιστα δὲ καὶ παχέα ἰδεῖν. καὶ τά γε ὑπὲρ τῶν θύννων νῦν πρὸς τοῖς ἤδη προειρημένοις τοσαῦτα ἔστω μοι.
意大利人和西西里人习惯将捕捞金枪鱼称为猎鲸;而他们通常存放巨网及其他渔具的地方,则确实被称为鲸鱼渔场,因为鉴于金枪鱼的巨大体型,他们意图从此将其归入巨兽之列。此外我听说,凯尔特人、马萨利亚人以及整个利古里亚部族都用钩捕捞金枪鱼;这些鱼钩应当是由铁制成的,看起来极其硕大粗厚。关于金枪鱼,除此前已提及者外,我如今所言且止于此。
περὶ τὰς καλουμένας νήσους Τυρρηνικὰς θηρῶσιν οἱ κατὰ τὴν ἁλιείαν ἔχοντες τὸν ἐκεῖθι κητώδη ἰχθύν, καὶ καλοῦσιν αὐτὸν αὐλωπίαν, καὶ περιηγήσασθαί γε τούτου τὰ ἴδια οὐ χεῖρόν ἐστι. μέγεθος μὲν ἡττᾶται τῶν μεγίστων θύννων ὁ μέγιστος αὐλωπίας, ῥώμην δὲ καὶ ἀλκὴν τὰ πρῶτα φέροιτο ἂν πρὸς ἐκείνους ἀντικρινόμενος. ἄλκιμον μὲν γὰρ ἰχθύων φῦλόν ἐστι καὶ οἱ θύννοι, ἀλλὰ τῷ παραταξαμένῳ καὶ προθύμως ἀνταγωνισαμένῳ μετὰ τὴν πρώτην ὁρμὴν ἀφίσταται τοῦ κράτους τοῦ αἵματος αὐτῷ πηγνυμένου, καὶ παρειμένος ὤκιστα εἶτα ἑάλω. διακαρτερεῖ γε μὴν ὁ αὐλωπίας ἐπὶ μακρόν, ὅταν ἐπίθηταί οἱ κατὰ τὸ καρτερόν, καὶ ὡς πρὸς ἀντίπαλον ἀνθίσταται τὸν ἁλιέα, καὶ κρατεῖ τὰ πλεῖστα, ἐπὶ μᾶλλον ἑαυτὸν πιέσας καὶ κάτω νεύσας τὴν κεφαλὴν καὶ ὠθήσας κατὰ τοῦ βυθοῦ· πέφυκέ τε τὴν γένυν ἰσχυρὸς καὶ τὸν αὐχένα καρτερός, καὶ ῥώμης ἔχει κάλλιστα. ὅταν δὲ αἱρεθῇ, ἰδεῖν ὡραιότατός ἐστι, τοὺς μὲν ὀφθαλμοὺς ἔχων ἀνεῳγότας καὶ περιφερεῖς καὶ μεγάλους, οἵους Ὅμηρος τοὺς τῶν βοῶν ᾅδει· ἡ δὲ γένυς, ὥσπερ οὖν εἶπον, καρτερὰ οὖσα, ὅμως καὶ ἐς ὥραν οἱ συμμάχεται. καὶ τὰ μὲν νῶτα αὐτῷ κυανοῦ μεμίμηται χρόαν τοῦ βαθυτάτου, ὑπέζωσταί γε μὴν λευκὴν τὴν νηδύν· ἄρχεται δὲ ἀπὸ τῆς κεφαλῆς αὐτῷ γραμμὴ χρυσῖτις τὴν χρόαν, κατιοῦσα δὲ ἐς τὸ οὐραῖον μέρος ἀπολήγει ἐς κύκλον.2 εἰπεῖν δὲ καὶ τὴν δολερὰν ἐπʼ αὐτοῖς θήραν, ἥνπερ οὖν ἀκούσας οἶδα, ἐθέλω. προελόμενοι χώρους ἐκ πολλοῦ, ἐς οὓς ἀθροίζεσθαι τοὺς αὐλωπίας ὑπολαμβάνουσιν, εἶτα μέντοι κορακίνους ταῖς ὑποχαῖς πολλοὺς συλλαβόντες, τὴν ἑαυτῶν ἄκατον ἐπʼ ἀγκυρῶν ὁρμίσαντες καὶ συνεχῶς κτύπον τινὰ ὑποδρῶντες διατείνουσι τοὺς κορακίνους ἅμμασι σφηκοῦντες. οἱ δὲ ἀκούοντες τοῦ κτύπου καὶ τὸ δέλεαρ ὁρῶντες ἄλλος ἀλλαχόθεν ἀνανέουσι καὶ ἀθροίζονται καὶ περιέρχονται τὴν ἁλιάδα, πραΰνονταί τε ἐς τοσοῦτον τῷ κρότῳ καὶ τῷ πλήθει τῆς τροφῆς, ὡς καὶ προτεινόντων τὰς χεῖρας παραμένειν. ἀνέχονται δὲ ἀνθρωπίνης ἐπιψαύσεως, ὡς μὲν κρίνειν ἐμέ, τῇ βορᾷ δεδουλωμένοι, ἤδη δέ, ὡς οἱ θηρατικοί φασι, καὶ τῇ ἀλκῇ θαρροῦντες. εἰσὶ δὲ ἐν αὐτοῖς καὶ χειροήθεις, οὕσπερ οὖν οἱ ἁλιεῖς ὡς εὐεργέτας καὶ ἑταίρους γνωρίζουσιν, εἶτα μέντοι τὰ πρὸς αὐτοὺς ἔχουσιν ἔνσπονδα. ἕπονται δὲ τούτοις οἷον ἡγεμόσι καὶ ἄλλοι ξένοι, καὶ τούτους μὲν ὡς ἂν εἴποι τις ἐπήλυδας καὶ θηρῶσι καὶ ἀποκτείνουσι, πρός γε μὴν τοὺς τιθασούς, οἵπερ οὖν ἐοίκασι ταῖς παλευτρίαις πελειάσιν, ἀθηρία τε αὐτοῖς ἐστι καὶ ἐκεχειρία. οὐδʼ ἂν ἁλιέα σοφὸν τοσαύτη ποτὲ καταλάβοι ἀπορία, ὡς ἐξ ἐπιβουλῆς ἑλεῖν αὐλωπίαν ἥμερον·3 ἐκ γάρ τινων αἰτιῶν αἱρεθεὶς κατὰ τύχην καὶ λυπεῖ. ἁλίσκεται δὲ ἢ ἀγκίστρῳ περιπαρεὶς ἢ τρωθεὶς ἐς θάνατον. ὁρῶμεν δὲ καὶ τοὺς ὀρνιθοθήρας μὴ ἂν τῶν ἐλλοχώντων ὀρνίθων ἀποκτείναντάς τινας ἢ ἐπὶ πράσει ἢ ἐπὶ δείπνῳ. καὶ ἄλλαι δὲ θῆραι τῶνδε τῶν ἰχθύων εἰσίν.
在所谓的梯拉尼安群岛周围,以捕鱼为生的人捕获当地一种鲸类般硕大的鱼,称其为管眼鱼;详述它的独特秉性并非无益之事。论体型,最大的管眼鱼不及最大的金枪鱼;但若与它们相互比拼,它在力量与勇猛上当拔得头筹。因为金枪鱼在鱼类中固然也是勇武之辈,但面对列阵搏斗且奋勇相争的对手,经过最初的一阵冲击后,由于血液凝固便丧失了力气,转瞬力竭随即被擒。然而,当管眼鱼遭到强力袭击时,它能支撑良久,宛如面对旗鼓相当的对手般抗击渔夫,且多能获胜,它会越发向下沉潜,头向下探,猛力扎向水底深处;它生就强劲的下颌与粗壮的脖颈,力量绝伦。被捕获时,其外貌极为俊美,双眼圆大而圆睁,如同荷马赞颂牛眼一般;其颌部正如我所言虽极为强壮,却同样增添了它的英姿。它的背脊呈现出最深邃的青绀色,腹部则围着一片雪白;一条金色的条纹自头部始,下延至尾部并结成圆环而止。我还想讲述针对它们的一种诱捕诡计,这是我听闻而知晓的。渔夫们老早选定据推测管眼鱼聚拢的水域,继而用捞网捕获许多黑雀鲷,将自己的小船抛锚停泊,一边持续制造出某种响声,一边用绳结将黑雀鲷勒紧串起并垂入水中。鱼群听见响声又望见鱼饵,便从各处游浮而起,聚集并环绕在渔船周围;它们因击打声和丰足的饵料而变得极其温顺,以至于有人伸出手来也依然逗留不散。依我之见,它们忍受人类的触碰,是沦为了美食的奴隶;但照渔夫们的说法,也是由于对自己力量的自信。它们当中亦有被驯服者,渔民将它们认作恩友和同伴,因而与它们订立盟约。其他外来的鱼把它们当作向导跟随而至,人们便捕杀这些所谓的新来者;但对那些犹如诱鸽般的驯化之鱼,则不加捕杀且停火休战。聪明的渔民也绝不会陷入如此窘迫之境,以致存心去捕捞一条被驯熟的管眼鱼;因为若是因某种缘由偶然将其捕获,亦会心生懊悔。这种鱼不是因被钩子刺穿,就是因身负致命重伤而被捕获。我们也看到,捕鸟人绝不会为了出售或充作晚餐而杀死设伏的诱鸟。捕获这种鱼其实还有其他方法。
- 13.16τοῦ θύννου τὸ μέγεθος ἐς τὰ κήτη βουλομένων τὸ λοιπὸν ἀποκρίνειν
属格独立结构。βουλομένων 的逻辑主语在上下文中承前指代“人们(渔夫或前文所述的意大利人与西西里人)”,句中省略了代词,分词单独作属格。τοῦ θύννου τὸ μέγεθος 是不定式 ἀποκρίνειν(归入、划分)的直接宾语。
- 13.17ἀπολήγει ἐς κύκλον
描述从头部延伸至尾部的金色条纹(γραμμὴ χρυσῖτις)最终终止并闭合呈圆环状。介词 ἐς 连同宾格 κύκλον 表明条纹末端所形成的结果形态(环形)。
- 13.17οὐδʼ ἂν ἁλιέα σοφὸν τοσαύτη ποτὲ καταλάβοι ἀπορία, ὡς ἐξ ἐπιβουλῆς ἑλεῖν αὐλωπίαν ἥμερον
虚拟潜势结构(ἄν 搭配希求法 καταλάβοι)与引出结果状语的 ὡς 加不定式句式(τοσαύτη... ὡς ἑλεῖν)相结合。表达强烈的否定推测:明智的渔夫决不会陷入如此绝境,以至于故意(ἐξ ἐπιβουλῆς)去捕捉一条驯熟的管眼鱼。
