← 克劳狄乌斯·埃利安

论动物的本性

§13.15

不同生境野兔的逃生策略与捕猎法

阐述了野兔在逃跑中嘲弄追兵并休息的习性、山兔利用险峻山地摆脱猎犬与马匹的策略、灌木丛兔的生态与捕猎过程,以及穴兔的体貌特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.15

ὁ λαγὼς φέρεται θέων ᾗ ποδῶν ἔχει.1 ἤδη γοῦν καὶ πολὺ τῆς ὁδοῦ προλαβών, καὶ ἀπολιπὼν ἐκ πολλοῦ θηρατὰς καὶ κύνας καὶ ἵππους, ἐπί τινα λόφον ὑψηλὸν ἀναθορὼν καὶ ἑαυτὸν ἀναστήσας ἐπὶ τῶν κατόπιν ποδῶν, οἷον ἀπὸ σκοπιᾶς ὁρᾷ τὴν τῶν διωκόντων ἅμιλλαν, καί μοι δοκεῖ ὡς ἀσθενεστέρων καταγελᾶν αὐτῶν. εἶτα ἐκ τούτου θαρρήσας ὡς πλέον ἔχων, οἷον εἰρήνης καὶ γαλήνης λαβόμενος ἀσμένως ἡσυχάζει καὶ κεῖται καθεύδων. λαγὼς δὲ ὄρειος οὐχ οὕτω ταχύς, ὥσπερ οὖν οἱ τοῖς πεδίοις ἐνοικοῦντες, εἰ μή ποτε ἄρα κἀκεῖνοι πεδίον ἔχοιεν ὑποκείμενον, ἐν ᾧ κατιόντες διαθέουσι· καὶ τὸ μὲν ὄρος κατοικοῦσι, γυμνάζονται δὲ ἐνταῦθα, συνθέοντες τοῖς ἐκ τῶν πεδίων πολλάκις. φιλεῖ γοῦν ἐν μὲν τοῖς πεδίοις αὐτοὺς διώκεσθαι, καὶ τὰ μὲν ὑποκινεῖν, τὰ δὲ ὑπολανθάνειν, εἶτα ἐκ τῆς συνήθους διώξεως ἀνισταμένους ὑπεκφυγεῖν οὐδὲ εἷς. ἐπὰν δὲ ὦσιν ὁμοῦ τῷ ἁλίσκεσθαι,2 τῆς πεδιάδος ὁδοῦ βραχὺ ἀποκλίναντες ἐς τὰ ἀνάντη καὶ ὄρεια ἀνέθορον, ἅτε ἐς οἰκεῖα ἤθη καὶ ἔννομά σφισι σπεύδοντες, καὶ τοῦτον τὸν τρόπον ἀπιόντες οἴχονται, ἀδοκήτου σωτηρίας τυχόντες· ὀρειβασίαι γὰρ καὶ ἵπποις καὶ κυσὶν ἐχθραὶ πεφύκασιν, ἀπαγορευόντων αὐτοῖς τῶν ποδῶν καὶ ἐκτριβομένων ῥᾷστα. κυνῶν δὲ ἔτι καὶ μᾶλλον ἅπτεται τὸ πάθος· σαρκώδεις γὰρ αὐτῶν εἰσιν οἱ πόδες, καὶ ἔχουσιν οὐδὲν πρὸς τὴν πέτραν ἀντίτυπον, ὡς ἵπποι τὴν ὁπλήν. ὁ δὲ λαγὼς τοὐναντίον, πέφυκε γὰρ δασὺς τοὺς πόδας, καὶ δὴ καὶ τῶν τραχέων ἀνέχεται. ὅτῳ δέ εἰσι λαγῷ ἐν τοῖς δάσεσι καὶ ἐν τοῖς θάμνοις διατριβαί, νωθεῖς μὲν οὗτοι ἐς τὸν δρόμον, βραδεῖς δὲ ἐς τὴν φυγήν· πεπιασμένοι γὰρ οἱ τοιοίδε εἰσὶ καὶ ὑπὸ τῆς ἀργίας οὐχὶ ἠθάδες τοῦ δρόμου, ἥκιστοί τε ὡς ὅτι πορρωτάτω τῶν θάμνων ἀποφοιτᾶν. θῆραι δὲ τούτων τοιαίδε. τὰ μὲν πρῶτα διαδύονται διὰ τῶν θάμνων τῶν μικρῶν, ὅσοις μὴ συνεχὴς ἡ λόχμη, τούς γε μὴν δασυτέρους αὐτῶν, ἅτε μὴ οἷοί τε ὄντες ὑπελθεῖν, εἰκότως ὑπερπηδῶσι. πεφύκασι δὲ ἄλλοι συνεχεῖς καὶ διʼ ἀλλήλων συνυφασμένοι. ὅτου οὖν τοιοῦτοι, ἅτε πολλάκις ἀναγκαζόμενος τοῦτο δρᾶν ὁ λαγώς, καὶ διὰ τὴν βαρύτητα τὴν τοῦ σώματος οὐκ ὢν ἁλτικός, κάμνει ῥᾷστα καὶ ἀπαγορεύει. αἵ γε μὴν κύνες τὰ πρῶτα σφάλλονταί τε αὐτοῦ καὶ ἁμαρτάνουσιν· οὐ γὰρ ὁρῶσιν αὐτὸν διὰ τὴν τῆς ὕλης πυκνότητα, πηδῶσι δὲ καὶ αὗται κατὰ τῶν θάμνων ὑπὸ τῆς ὀσμῆς ἀγόμεναι· τελευτῶσαί γε μὴν εἶδον καὶ διώκουσι καὶ ἐνδιδόασιν οὐδὲ ἕν, ὃ δὲ ἐκ τῆς τοῦ πηδᾶν συνεχείας κάμνει τε καὶ ἀπαγορεύει καὶ ἐντεῦθεν ἑάλωκε. τὰ δὲ ἀνάντη μὲν καὶ ὑψηλὰ οἱ λαγῲ ἀναθέουσι ῥᾷστα· τὰ γάρ τοι κατόπιν κῶλα μακρότερα ἔχουσι τῶν ἔμπροσθεν· καταθέουσι δʼ οὐχ ὁμοίως· λυπεῖ γὰρ αὐτοὺς τῶν ποδῶν τὸ ἐναντίον.3 πέφυκε δὲ καὶ λαγὼς ἕτερος μικρὸς τὴν φύσιν, οὐδὲ αὔξεταί ποτε· κόνικλος ὄνομα αὐτῷ. οὔκ εἰμι δὲ ποιητὴς ὀνομάτων, ὅθεν καὶ ἐν τῇδε τῇ συγγραφῇ φυλάττω τὴν ἐπωνυμίαν τὴν ἐξ ἀρχῆς, ἥνπερ οὖν Ἴβηρες οἱ Ἑσπέριοι ἔθεντό οἱ, παρʼ οἷς καὶ γίνεται τε καὶ ἔστι πάμπολυς. τούτῳ τοίνυν ἡ μὲν χρόα παρὰ τοὺς ἑτέρους μέλαινα, καὶ ὀλίγην ἔχει τὴν οὐράν, τά γε μὴν λοιπὰ τοῖς προειρημένοις ἰδεῖν ἐμφερής ἐστι. διαλλάττει δὲ ἔτι καὶ τὸ τῆς κεφαλῆς μέγεθος· λεπτοτέρα γὰρ ἡ τούτου καὶ δεινῶς ἄσαρκος καὶ βραχυτέρα. λευκότερος δὲ τῶν λοιπῶν· λασαρὰ διετησίους φύσει, ὑφʼ ὧν οἰστρεῖταί τε καὶ ἐκμαίνεται, ὅταν ἐπὶ τὰς θηλείας ᾅττῃ. ἔστι δὲ ὀστοῦν ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅπερ οὖν τίνος ἀγαθὸν εἰδέναι μελήσει ἄλλῳ.

野兔以其脚力所及的最大速度疾驰而去。它早已在途中先行了很长一段,把猎人、猎犬和马匹远远甩在身后,跳上一座高丘,以后足直立起来,宛如置身瞭望台上一般观望着追赶者们的竞赛,在我看来它仿佛在嘲笑他们比自己软弱。随后,它因占尽优势而信心倍增,仿佛获得了和平与宁静,欣然安歇并躺下入睡。然而山地的野兔并不像栖居平原的野兔那样迅捷,除非它们恰巧下方也有一片平原,可以下山奔跑;它们虽栖于山间,却在那里锻炼,经常与平原的野兔一同奔跑。无论如何,它们习惯在平原上被追逐,有时变换位置,有时潜藏隐匿,然后从常规的追赶中起身,无一能够逃脱。而当它们濒于被擒时,便稍微偏离平原之路,纵身跃向险峻的山地,急奔向它们惯常且天然的栖息地,以这种方式离去,获得了意想不到的解救。因为攀爬山岭生来就是马匹和猎犬的仇敌,它们的长足会耗尽体力且极易磨损。对猎犬而言,这种折磨尤甚;因为它们的爪掌多肉,面对岩石毫无抗力,不像马拥有坚硬的蹄子。野兔则恰恰相反,它天生双足毛茸茸,因而能耐受崎岖不平的地形。至于那些在密林和灌木丛中度日的野兔,奔跑迟缓,逃窜缓慢;因为这类野兔长得肥硕,由于疏于活动而不惯于奔跑,绝不愿离灌木丛太远。狩猎它们的情形如下:起初它们钻过树丛不密集的小灌木,至于那些更为茂密的灌木,由于无法钻过,它们理所当然地跃将过去。然而另有一些灌木生得紧密并交错相织。凡有此类灌木之处,野兔屡次被迫如此,又因体态笨重而不善跳跃,极易疲惫乏力。猎犬起初也失足扑空,因为林木茂密而看不见它,循着气味也跳过灌木;但最终它们看清了野兔,展开追逐,寸步不让,野兔则因连续跳跃而疲惫乏力,随即被擒。野兔极易奔上险峻高耸之处,因为它们的后肢比前肢更长;然而往下跑却大不相同,盖因双腿的这种相反构造对其不利。还有另一种天生小巧且绝不长大的野兔,其名为科尼克洛斯。我非造字之师,因此在这部著作中我保留最初由西伊比利亚人赋予它的名称,在他们那里该兽繁衍生息,数量极大。此兽的毛色比其他野兔更黑,尾巴短小,但在其他外观特征上与前述野兔相似。头颅的大小亦有不同,其头更显纤瘦、极无筋肉且更短。它又比其余的更显白色;生来具有隔年的狂热冲动,一旦扑向雌兽便癫狂暴躁。它的心脏中有一块骨头,但知晓这有何益处则是旁人该关心的事情了。

语法注3 条
  1. 13.15ᾗ ποδῶν ἔχει

    由关系副词 ᾗ 与表示状态或能力的 ἔχω(ἔχει)连同部分属格 ποδῶν 构成的惯用短语,意为“全速地”、“脚力所及的最快速度”。

  2. 13.15ὁμοῦ τῷ ἁλίσκεσθαι

    副词 ὁμοῦ 支配与格的名词化不定词 τῷ ἁλίσκεσθαι,表示时间与情境上的临近,意为“濒于被捕获”、“行将被擒之时”。

  3. 13.15τῶν ποδῶν τὸ ἐναντίον

    中性名词化短语 τὸ ἐναντίον 支配属格 τῶν ποδῶν,指“双足相反的比例/构造”,承接上文提及的“后肢长于前肢”这一解剖特征在下坡奔跑时反而成为障碍。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.15