- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:13.13-13.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者叙述了野兔洞悉风向与季节的智慧、睁眼而眠的习性及其留恋旧地的天性,随后描摹了它在被追捕时根据追赶者调节步调并以耳朵引导方向的奔跑技巧。
ἦν δὲ ἄρα1 ὁ λαγὼς καὶ ἀνέμων τε καὶ ὡρῶν ἐπιστήμων· σοφὸν γάρ τι χρῆμα αὐτοῦ, ἀλλʼ οὐκ εὔχαρι ὄν. χειμῶνος οὖν τὸν κοῖτον ἐν τοῖς προσηλίοις τίθεται· δῆλα γὰρ δὴ ὅτι θάλπεται μὲν ἀσμένως, κρύει δὲ ἐχθρῶς ἔχει· θέρους δὲ πρὸς ἄρκτον ἀποκλίνει πόθῳ ψύχους. τῆς δὲ τῶν ὡρῶν διαφορᾶς αἱ ῥῖνες αὐτῷ γνώμων. οὐ μὴν ἐπιμύει καθεύδων ὁ λαγώς, καὶ τοῦτο αὐτῷ ζῴων μόνῳ περίεστιν, οὐδὲ νικᾶται τῷ ὕπνῳ τὰ βλέφαρα· φασὶ δὲ αὐτὸν καθεύδειν μὲν τῷ σώματι, τοῖς δὲ ὀφθαλμοῖς τηνικάδε ὁρᾶν. γράφω δὲ ἅπερ οὖν οἱ σοφοὶ τῶν θηρατῶν λέγουσιν. εἰσὶ δὲ αὐτῶν νύκτωρ αἱ νομαί, τοῦτο μὲν καὶ τροφῆς ξένης ἐπιθυμίᾳ ἴσως, ἐγὼ δʼ ἂν φαίην ὅτι γυμνασίας ἕνεκα, ἵνα καὶ τηνικάδε ἐπὰν ἀπὸ τοῦ ὕπνου καρτερῇ ἐνεργὸς ὢν κρατύνηται τὸ τάχος. τῆς δὲ ὁδοῦ τῆς ὀπίσω ἐρᾷ δεινῶς, καὶ συντρόφου παντὸς χωρίου ἡττᾶται· ἔνθεν τοι καὶ ἁλίσκεται τὰ πολλά, τὰ ἤθη τὰ οἰκεῖα ἐκλιπεῖν οὐχ ὑπομένων.
原来野兔也通晓风向和四季;因为它是一种聪颖的生灵,尽管并不可亲。因此在冬天,它把窝巢筑在朝阳之处;显然,它欣然取暖,却厌恶寒冷。在夏天,出于对凉爽的渴望,它便转向北方。而其鼻孔便是它判断季节变化的尺度。野兔在睡着时绝不闭眼——这在动物之中唯它独享——它的眼睑也不会屈从于睡眠。人们说它身体沉睡,彼时眼睛却能视物。我所记录的,正是精明老练的猎人们所言。它们的觅食是在夜间,这固然也许出于对异样食物的欲求,但我更愿说这是为了锻炼,以便在彼时克制睡眠之际,能保持活跃并增强其敏捷度。它极度留恋回程之路,屈从于每一个熟悉的故地;因此大多数情况下它被捕获,正因无法忍受离开自己惯常的居所。
θεῖ δὲ ὁ λαγὼς ὑπό τε κυνῶν καὶ ἱππέων διωκόμενος, εἰ μὲν ἐκ πεδιάδος γῆς εἴη, ὠκύτερον τῶν ὀρείων λαγῶν, ἅτε μικρὸς τὸ σῶμα καὶ λεπτός· ἔνθεν τοι καὶ κοῦφον αὐτὸν εἶναι οὐκ ἀπεικός. σκιρτᾷ γοῦν τὰ πρῶτα ἀπὸ τῆς γῆς καὶ πηδᾷ, διαδύεται δὲ καὶ διὰ θάμνων ὀλισθηρῶς καὶ εὐκόλως καὶ διὰ παντὸς ἑλώδους τόπου· καὶ εἴ που πόαι βαθεῖαι, καὶ διὰ τούτων διεκπίπτει ῥᾳδίως. καὶ ὅπερ τοῖς λέουσί φασι τὴν ἀλκαίαν δύνασθαι2 πρὸς τὸ ἐγείρειν αὑτοὺς καὶ ἐποτρύνειν, τοῦτό τοι καὶ ἐκείνῳ τὰ ὦτά ἐστι, ῥύμης συνθήματα καὶ ἐγερτήρια δρόμου. ἀνακλίνει γοῦν κατὰ τῶν νώτων αὐτά, κέχρηται δὲ αὐτοῖς πρὸς τὸ μὴ ἐλινύειν μηδὲ ὀκνεῖν οἷον μύωψι. δρόμον δὲ ἕνα καὶ εὐθὺν οὐ θεῖ, δεῦρο δὲ καὶ ἐκεῖσε παρακλίνει, καὶ ἐξελίττει τῇ καὶ τῇ, ἐκπλήττων τοὺς κύνας καὶ ἀπατῶν. ὅποι ποτὲ δʼ ἂν ὁρμήσῃ καὶ ἀπονεῦσαι θελήσῃ, κατʼ ἐκείνην τὴν ἐκτροπὴν κλίνει τῶν ὤτων τὸ ἕτερον, οἷον ἰθύνων ἑαυτῷ διὰ τούτου τὸν δρόμον. οὐ μὴν ἀναλίσκει τὴν ἑαυτοῦ δύναμιν ἀταμιεύτως, τηρεῖ δὲ τοῦ διώκοντος τὴν ὁρμήν, καὶ ἐὰν μὲν ᾖ νωθής, οὐ πᾶν ἀνῆκε τὸ ἑαυτοῦ τάχος, ἀλλά τι καὶ ἀνέστειλεν, ὡς προεκθεῖν μὲν τοῦ κυνός, οὐ μὴν ἀπαγορεῦσαι ὑπὸ τοῦ συντόνου τοῦ δρόμου αὐτός. οἶδε γὰρ ἀμείνων ὤν, καὶ ὁρᾷ ἐς τὸ μὴ ὑπερπονεῖσθαί οἱ τὸν καιρὸν ὄντα.3 ἐὰν δὲ καὶ ὁ κύων ᾖ ὤκιστος, τηνικαῦτα
野兔在被猎犬和骑兵追逐时奔跑,若它来自平原,则跑得比山地的野兔更快,因为其体型娇小且纤细;由此推知其身躯轻盈亦在情理之中。起初它从地面跳跃奔腾,滑溜且轻巧地钻过灌木丛,穿过所有沼泽之地;若何处有深草,它也能轻易脱身穿出。人们常说狮子的尾巴能起到振作和催促自身的作用,而这恰好便是野兔的耳朵所具备的功能:既是突击的信号,又是奔跑的激励。它把双耳平贴在背部,宛如使用马刺一般用以防止怠惰与犹疑。它不作单一且笔直的奔跑,而是忽东忽西地折向,左右盘旋穿梭,使猎犬惊慌受骗。无论它冲向何方、想转向何处,它便顺着那个偏转的方向倾斜其中的一只耳朵,仿佛以此引导自己的跑道。它决不无度挥霍自身的气力,而是留意追赶者的冲势;追赶者若显迟钝,它便不施展全部的速度,而是稍作收敛,以便虽跑在猎犬前头,自己却不至因奔跑过于剧烈而气竭力尽。因为它自知更为优胜,并看准了自己正有不过度耗费体力的时机。但若那猎犬也极其迅捷,彼时
- 13.13ἦν δὲ ἄρα
未完成过去时 ἦν 与小词 ἄρα 连用,构成哲学与散文中常见的“领悟/发现之未完成过去时”(imperfect of discovery),表示承接上文的叙述而揭示出“原来……是真实的”。
- 13.14ὅπερ τοῖς λέουσί φασι τὴν ἀλκαίαν δύνασθαι
关系代词 ὅπερ 作间接引语中不定式 δύνασθαι(“具有效力/能力”)的内在宾语,与主句中的指示代词 τοῦτο 遥相呼应。不定式的逻辑主语为宾格 τὴν ἀλκαίαν,与格 τοῖς λέουσι 为利益或所属与格。
- 13.14ὁρᾷ ἐς τὸ μὴ ὑπερπονεῖσθαί οἱ τὸν καιρὸν ὄντα
动词 ὁρᾷ 支配宾格带补充分词结构 τὸν καιρὸν ὄντα(“存在适宜之时机”),介词 ἐς 则支配带否定词 μή 的冠词不定式 τὸ μὴ ὑπερπονεῖσθαι(“以求不过度耗费自身精力”)。附着词与格代词 οἱ 为利益与格(“对它而言”),整句结构为“看准了对自己而言正有不过度劳损的时机”。
