← 克劳狄乌斯·埃利安

论动物的本性

§12.45-12.47

解救阿里翁的海豚与笛音狩猎法

埃利安引用阿里翁的塑像与赞歌阐明海豚对音乐的热爱,继而记述了第勒尼安人以笛声诱捕兽类的狩猎术,以及安提亚斯鱼被捕时凄惨的濒死景象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.45

τὸ τῶν δελφίνων φῦλον ὥς εἰσι1 φιλῳδοί τε καὶ φίλαυλοι, τεκμηριῶσαι ἱκανὸς καὶ Ἀρίων ὁ Μηθυμναῖος ἔκ τε τοῦ ἀγάλματος τοῦ ἐπὶ Ταινάρῳ καὶ τοῦ ἐπʼ αὐτῷ γραφέντος ἐπιγράμματος. ἔστι δὲ τὸ ἐπίγραμμα "ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε." ὕμνον δὲ χαριστήριον τῷ Ποσειδῶνι, μάρτυρα τῆς τῶν δελφίνων φιλομουσίας, οἱονεὶ καὶ τούτοις ζωάγρια ἐκτίνων ὁ Ἀρίων ἔγραψε. καὶ ἔστιν ὁ ὕμνος οὗτος "ὕψιστε θεῶν, πόντιε, χρυσοτρίαινε Πόσειδον, γαιήοχʼ, ἐγκύμονʼ ἀνʼ ἅλμαν· βραγχίοις περὶ δὲ σὲ πλωτοὶ θῆρες χορεύουσι κύκλῳ,2 κούφοισι ποδῶν ῥίμμασιν ἐλάφρʼ ἀναπαλλόμενοι σιμοὶ φριξαύχενες ὠκυδρόμοι σκύλακες, φιλόμουσοι δελφῖνες, ἔναλα θρέμματα κουρᾶν Νηρεΐδων θεᾶν, ἃς ἐγείνατʼ Ἀμφιτρίτα· οἵ μʼ εἰς Πέλοπος γᾶν ἐπὶ Ταιναρίαν ἀκτὰν ἐπορεύσατε πλαζόμενον Σικελῷ ἐνὶ πόντῳ, κυρτοῖσι νώτοις ὀχέοντες, ἄλοκα Νηρεΐας πλακὸς τέμνοντες, ἀστιβῆ πόρον, φῶτες δόλιοι ὥς μʼ ἀφʼ ἁλιπλόου γλαφυρᾶς νεὼς εἰς οἶδμʼ ἁλιπόρφυρον λίμνας ἔριψαν." ἴδιον μὲν δήπου δελφίνων πρὸς τοῖς ἄνω λεχθεῖσι καὶ τὸ φιλόμουσον.

海豚一族是何等喜爱歌咏与笛声,仅凭麦提姆纳的阿里翁便足以证明,这从泰纳隆的塑像以及镌刻其上的铭文中便可见一斑。其铭文如下: “赖不灭诸神之护送,此坐骑将库克琉斯之子阿里翁自西西里海拯救而出。” 阿里翁还为波塞冬作了一首感恩赞歌,以此见证海豚之爱好音乐,仿佛亦借此向它们偿付活命的报酬。赞歌如下: “诸神之至高者,海之主宰,持金三叉戟的波塞冬,环抱大地者,于翻腾的盐水之上;身覆鱼鳃、善于游弋的水兽环绕着你翩翩起舞,以轻捷的足趾跳跃轻快地跃动,塌鼻、耸颈、迅疾奔腾的幼兽,爱好乐音的海豚,安菲特里忒所生的神圣涅瑞伊得斯少女们在海中所育的生灵;当我在西西里海中漂泊之时,正是你们将我送至珀罗普斯之地、泰纳隆的海滨,以弯曲的脊背承载着我,劈开涅瑞斯平原的犁沟——那未曾践踏的水道,其时奸恶之人刚将我自乘风破浪的深凹舟船掷入浓紫的海浪波涛之中。” 爱好乐音确实是海豚在前述种种特性之外所独具的本性。

§12.46

λόγος που διαρρεῖ Τυρρηνὸς ὁ λέγων τοὺς ὗς τοὺς ἀγρίους καὶ τὰς παρʼ αὐτοῖς ἐλάφους ὑπὸ δικτύων μὲν καὶ κυνῶν ἁλίσκεσθαι, ᾗπερ οὖν θήρας νόμος, συναγωνιζομένης δὲ αὐτοῖς τῆς μουσικῆς καὶ μᾶλλον. πῶς δέ, ἤδη ἐρῶ. τὰ μὲν δίκτυα περιβάλλουσι καὶ τὰ λοιπὰ θήρατρα, ὅσα ἐλλοχᾷ τὰ ζῷα· ἕστηκε δὲ ἀνὴρ αὐλῶν τεχνίτης, καὶ ὡς ὅτι μάλιστα πειρᾶται τοῦ μέλους ὑποχαλᾶν, καὶ ὅ τι ποτέ ἐστι τῆς μούσης σύντονον ἐᾷ, πᾶν δὲ ὅ τι γλύκιστον αὐλῳδίας τοῦτο ᾅδει. ἡσυχία τε καὶ ἠρεμία ῥᾳδίως διαπορθμεύει, καὶ ἐς τὰς ἄκρας καὶ ἐς τοὺς αὐλῶνας καὶ ἐς τὰ δάση καὶ ἐς ἁπάσας συνελόντι εἰπεῖν τὰς τῶν θηρίων κοίτας καὶ εὐνὰς τὸ μέλος ἐσρεῖ. καὶ τὰ μὲν πρῶτα παριόντος ἐς τὰ ὦτα αὐτοῖς τοῦ ἤχου ἐκπέπληγε καί που καὶ δείματος ὑποπίμπλαται, εἶτα ἄκρατος καὶ ἄμαχος αὐτὰ ἡδονὴ τῆς μούσης περιλαμβάνει, καὶ κηλούμενα λήθην ἔχει καὶ ἐκγόνων καὶ οἰκιῶν. καίτοι φιλεῖ τὰ θηρία μὴ ἀπὸ τῶν συντρόφων χωρίων πλανᾶσθαι. τὰ δʼ οὖν Τυρρηνὰ κατʼ ὀλίγον ὥσπερ ὑπό τινος ἴυγγος ἀναπειθούσης ἕλκεται, καὶ καταγοητεύοντος τοῦ μέλους ἀφικνεῖται καὶ ἐμπίπτει ταῖς πάγαις τῇ μούσῃ κεχειρωμένα.

在第勒尼安流传着一则传说,称野猪和当地的鹿固然依循通常的围猎之法由围网与猎犬捕获,但若有音乐襄助,则捕获之效尤甚。其究竟如何,我现在就来说明。人们张设围网及其他用于设伏禽兽的猎具;一名精通笛艺者立于一旁,极力尝试将乐调放缓,弃绝乐曲中任何高亢紧绷之音,凡笛乐中最甜美之音尽皆奏出。静寂与安谧将乐声轻易传送,旋律流淌入山峰、沟壑、丛林,简而言之,流入禽兽的一切巢穴与卧榻。起初,声音入耳之际,它们惊骇万分,甚至心生恐惧;随后,音乐带来的纯粹而无可抗拒的愉悦笼罩了它们,在迷醉中将幼崽与家园尽皆遗忘。然而猛兽通常是不愿离开其哺育之地的。可是第勒尼安的野兽却一点一点地被引动,宛如受某种转颈鸟般的魔力诱导,在旋律的蛊惑下走来,在被音乐降服的状态中跌入罗网。

§12.47

ἀνθίαι δὲ βαλλόμενοι ὅταν ἁλῶσιν οἴκτιστόν εἰσι θεαμάτων, καὶ ἀποθνήσκοντες ἑαυτοὺς ἐοίκασι θρηνεῖν καὶ τρόπον τινὰ ἱκετεύειν, ὥσπερ οὖν ἄνθρωποι λῃσταῖς ἐντυχόντες ἀνοικτίστοις τε καὶ φονικωτάτοις. οἳ μὲν γὰρ αὐτῶν ἀποδιδράσκειν πειρώμενοι εἶτα τοῖς δικτύοις ἐμπαλάσσονται, ὑπεράλλεσθαι δὲ αὐτοὺς πειρωμένους τὸν λόχον εἶτα μέντοι καταλαμβάνει αἰχμή·3 οἳ δὲ ἀποδιδράσκοντες τόνδε τὸν θάνατον ἐς τὴν τέως πολεμίαν ἰχθύσι γῆν ἐξεπήδησαν, τὸ τέλος τοῦ βίου τὸ χωρὶς τοῦ ξίφους προῃρημένοι καὶ μάλα ἀσμένως.

至于安提亚斯鱼,当它们遭击刺而被捕获时,乃是最凄惨之景象,在濒死之际它们仿佛在哀悼自身,并在某种程度上祈求怜悯,正如遭遇冷酷嗜杀之盗匪的人类一般。因为它们中有的企图逃跑,随即便被缠入网中;而当它们企图跃过埋伏时,枪尖便将它们刺中;其余的为了逃避此种死亡,则跃上此前对鱼类而言敌对的陆地,极乐意地选择了一种未经利刃的生命终结。

语法注3 条
  1. 12.45τὸ τῶν δελφίνων φῦλον ὥς εἰσι

    先取构词法(prolepsis)结合根据意义一致(constructio ad sensum)。原本在从句中的主语短语“τὸ τῶν δελφίνων φῦλον”(中性单数)被提前至句首,而其后“ὡς”从句中的动词“εἰσι”与表语形容词“φιλῳδοί”则根据集合名词所指代的复数意义采用了复数形式。

  2. 12.45βραγχίοις περὶ δὲ σὲ πλωτοὶ θῆρες χορεύουσι κύκλῳ

    诗歌倒错(hyperbaton)与后置连词语序。介词短语“περὶ δὲ σέ”中,后置小辞“δέ”紧跟介词“περί”,并插入在与格成分“βραγχίοις”与主语“πλωτοὶ θῆρες”之间,形成庄重的诗歌语序,修饰谓语动词“χορεύουσι”。

  3. 12.47ὑπεράλλεσθαι δὲ αὐτοὺς πειρωμένους τὸν λόχον εἶτα μέντοι καταλαμβάνει ααἰχμή

    承接前文“οἳ μὲν γὰρ αὐτῶν...”分述结构的语法转折(anacoluthon)。此处未按照并列的主格结构(如“οἳ δὲ πειρώμενοι...”)继续,而是转为以“αἰχμή”(枪尖)为主语的及物动词句式,将试图跃出重围的鱼置于宾格分词短语“αὐτοὺς πειρωμένους”中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.45-12.47