← 克劳狄乌斯·埃利安

论动物的本性

§12.9-12.13

从鹡鸰的习性到圣牛奥努菲斯与菲萨鱼

作者记述了关于鹡鸰筑巢与摇尾的习性及相关诗文谚语、鼠类的死亡与淫性、斑鸠的多语,随后叙述了埃及圣牛奥努菲斯、海豚跃起力学机制的亚里士多德解释,以及肝脏随月相盈亏而变化的埃及鱼菲萨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.9

ὁ δὲ κίγκλος ζῷόν ἐστι πτηνὸν ἀσθενὲς τὰ κατόπιν,1 καὶ διὰ τοῦτό φασι μὴ ἰδίᾳ μηδὲ καθʼ ἑαυτὸν δυνάμενον αὐτὸν νεοττιὰν συμπλέξαι, ἐν ταῖς ἄλλων δὲ τίκτειν. ἔνθεν τοι καὶ τοὺς πτωχοὺς κίγκλους ἐκάλουν αἱ τῶν ἀγροίκων παροιμίαι. κινεῖ δὲ τὰ οὐραῖα πτερά, ὥσπερ οὖν ὁ παρὰ τῷ Ἀρχιλόχῳ κηρύλος. μέμνηται δὲ καὶ τοῦ ὄρνιθος τοῦδε Ἀριστοφάνης ἐν τῷ Ἀμφιαράῳ λέγων ὀσφὺν δʼ ἐξ ἄκρων διακίγκλισον ἠύτε κίγκλος ἀνδρὸς πρεσβύτου, τελέειν δʼ ἀγαθὴν ἐπαοιδήν. καὶ ἐν τῷ Γήρᾳ λορδοῦ κιγκλοβάταν ῥυθμόν. καὶ Αὐτοκράτης ἐν Τυμπανισταῖς "οἷα παίζουσιν φίλαι παρθένοι Λυδῶν κόραι κοῦφα πηδῶσαι κόμαν, κἀνακρούουσαι χεροῖν, Ἐφεσίαν παρʼ Ἄρτεμιν καλλίσταν, καὶ τοῖν ἰσχίοιν τὸ μὲν κάτω τὸ δʼ αὖ εἰς ἄνω ἐξαίρουσα,2 οἷα κίγκλος ἅλλεται."

鹡鸰是一种后半身衰弱的飞禽,据说正因如此,它无法独自或靠自己编织鸟巢,而是在其它〔鸟〕的鸟巢中产卵。因此乡村谚语亦将乞丐称为鹡鸰。它摇动尾羽,恰如阿尔基洛霍斯诗中的翠鸟一般。阿里斯托芬在《安菲阿剌俄斯》中亦提及此鸟,说道:“当像鹡鸰一样从末端起摇晃老汉的腰肢,以完成吉利的咒咏”;在《老年》中又言:“弯下腰来,摆出鹡鸰起步的韵律。”奥托克拉特斯在《击鼓女》中亦写道: “正如可亲的吕底亚少女们嬉戏,轻快地甩动秀发,拍击双手,在至美的以弗所阿耳忒弥斯身旁,一只胯部下沉,另一只复向上扬起,如鹡鸰般跳跃。”

§12.10

οἱ μύες ἀποθνήσκοντες καθʼ ἑαυτοὺς καὶ ἐκ μηδεμιᾶς ἐπιβουλῆς ἀπορρεόντων αὐτοῖς τῶν μελῶν3 κατὰ μικρὰ ἀπέρχονται τοῦ βίου. ἔνθεν τοι καὶ ἡ παροιμία λέγει κατὰ μυὸς ὄλεθρον, μέμνηται δὲ αὐτῆς Μένανδρος ἐν τῇ Θαΐδι. τρυγόνος δὲ λαλίστερον ἔλεγον· ἡ γάρ τοι τρυγὼν καὶ διὰ τοῦ στόματος μὲν ἀπαύστως φθέγγεται, ἤδη δὲ καὶ ἐκ τῶν κατόπιν μερῶν ὥς φασι πάμπλειστα. μέμνηται δὲ καὶ ταύτης τῆς παροιμίας ἐν τῷ Πλοκίῳ ὁ αὐτός. καὶ Δημήτριος ἐν τῇ Σικελίᾳ τῷ δράματι μέμνηται ὅτι καὶ τῇ πυγῇ λαλοῦσιν αἱ τρυγόνες. λέγουσι δὲ τοὺς μύας λαγνιστάτους εἶναι, καὶ μάρτυρά γε Κρατῖνον ἐπάγονται εἰπόντα ἐν ταῖς Δραπετίσι "φέρε νῦν σοι ἐξ αἰθρίας καταπυγοσύνην μυὸς ἀστράψω Ξενοφῶντος." καὶ ἔτι μᾶλλον τὸν θῆλυν ἔλεγον ἐς τὰ ἀφροδίσια εἶναι λυττητικόν. καὶ πάλιν παρὰ Ἐπικράτει ἐν τῷ Χορῷ "τελέως δὲ μʼ ὑπῆλθεν ἡ κατάρατος μαστροπὸς ἐπομνύουσα τὰν Κόραν τὰν Ἄρτεμιν τὰν Φερρέφατταν ὡς δάμαλις, ὡς παρθένος, ὡς πῶλος ἀδμής. ἣ δʼ ἄρʼ ἦν μυωνία." ἐς ὑπερβολὴν δὲ λαγνιστάτην αὐτὴν εἰπεῖν ἠθέλησε μυωνίαν ὅλην ὀνομάσας. καὶ Φιλήμων "μῦς λευκὸς ὅταν αὐτήν τις ʽἀλλʼ αἰσχύνομαι λέγεινʼ, κέκραγε τηλικοῦτον εὐθὺς ἡ κατάρατος, ὥστʼ οὐκ ἔστι πολλάκις λαθεῖν. "

鼠类若是自然老死而非由于任何外来的暗害,其肢体便会渐渐脱落消融,从而离世。因此谚语说道:“如鼠之毙命”,米南德在《泰绮思》中提及了此语。人们还常说:“比斑鸠更为饶舌”;因为斑鸠不仅从口中鸣叫不绝,而且据人们所言,其后部亦能发出极多的声响。同一位诗人在《项链》中亦提及了这句谚语。德米特里乌斯在剧作《西西里》中亦记述道斑鸠甚至能用臀部说话。人们还说老鼠极其淫荡,并引克拉提诺斯为证,他在《逃亡女》中说道: “来吧,如今我要在晴空之下,如雷电般向你亮出克塞诺芬那鼠一般的娈童之淫。” 人们还说母鼠在交媾之事上尤为疯狂。在埃庇克拉特斯的《歌队》中亦云: “那可咒诅的鸨母将我彻底欺瞒,对着科瑞、阿耳忒弥斯和珀耳塞福涅起誓,说她宛如小牝牛,宛如处女,宛如未驯的驹子;然而她实则是一个鼠窝!” 诗人欲形容她淫荡至极,故称她为整整一个“鼠窝”。菲莱蒙亦道: “〔她是只〕白鼠,每当有人将她——可我羞于启齿——那可咒诅的女人便立刻大声尖叫,以致往往无法遮掩。”

§12.11

σέβουσι δὲ Αἰγύπτιοι καὶ μέλανα ταῦρον, καὶ καλοῦσιν Ὄνουφιν αὐτόν. καὶ τὸ ὄνομα τοῦ χώρου ἔνθα τρέφεται Αἰγύπτιοι λεγέτωσαν ἡμῖν λόγοι· τραχὺ γάρ. ἀντίαι δὲ αὐτῷ τρίχες ἤπερ οὖν τοῖς ἄλλοις εἰσίν· ἴδια γάρ τοι καὶ τοῦδε ταῦτα. μέγιστος δὲ ἦν ἄρα βοῶν οὗτος καὶ ὑπὲρ τοὺς Χάονας, οὕσπερ οὖν καὶ λαρινοὺς καλοῦσι Θεσπρωτοί τε καὶ Ἠπειρῶται τῆς σπορᾶς τῆς τῶν Γηρυόνου βοῶν γενεαλογοῦντες αὐτούς. καὶ σιτεῖταί γε Ὄνουφις πόαν Μηδικὴν οὗτος.

埃及人亦崇拜一头黑色的公牛,称其为奥努菲斯。至于饲养它的地方的名字,且由埃及人的记载向我们道来,因其发音粗粝。它的毛发生长方向与其它牛相反;这亦是它独具的特征。它是牛中体型最为巨大者,甚至超过了卡奥尼亚牛,塞斯普罗提亚人与伊庇鲁斯人将这些牛称为拉里诺牛,并将其世系追溯至革律翁的牛群。这头奥努菲斯以紫花苜蓿为食。

§12.12

ὀξύτατος δὲ ἦν ἄρα καὶ ἁλτικώτατος ἰχθύων ὁ δελφίς, ἀλλὰ καὶ τῶν χερσαίων ἁπάντων. ὑπερπηδᾷ γοῦν καὶ ναῦν, ὡς Ἀριστοτέλης λέγει, καὶ τήν γε αἰτίαν πειρᾶται προστιθέναι, καὶ ἔστιν αὕτη. συνέχει τὸ πνεῦμα, ὥσπερ οὖν καὶ οἱ ὕφυδροι κολυμβηταί· καὶ γάρ τοι καὶ ἐκεῖνοι ἐντείναντες ἔνδον τὸ πνεῦμα, ὥσπερ οὖν νευράν, εἶτα τὸ σῶμα ὡς βέλος ἀφιᾶσι. τὸ δὲ θλιβόμενόν φησιν ἔνδον ὠθεῖ τε καὶ ἐξακοντίζει αὐτούς.4

海豚乃是鱼类中最为迅疾且跃起最高者,甚至超过了一切陆生动物。正如亚里士多德所言,它至少能跃过整艘船只;他亦试图阐明其缘由,其理如下:海豚如潜水者一般屏住气息;潜水者亦将体内的气息如弓弦般紧绷,随即将其身躯如飞箭般射出。他说,正是体内受到压缩的气息推动并将他们疾射而出。

§12.13

ἡ δὲ φῦσά ἐστιν ἰχθὺς Αἰγύπτιος θαυμάσαι ἄξιος. οἶδε γὰρ ὥς φασιν ὁπότε ἡ σελήνη λήγει, οἶδε δὲ αὐτῆς καὶ τὴν αὔξησιν. καὶ οὖν καὶ τὸ ἧπαρ αὐτοῦ συναύξεται τῇ θεῷ ἢ συμφθίνει, καὶ πῆ μὲν εὐτραφές ἐστι, πῆ δὲ λεπτότερον.

菲萨是一种值得惊叹的埃及鱼。人们说,它知晓月亮何时亏缺,亦知晓其盈满。因此它的肝脏亦随这位女神一同增润或一同缩减,有时肥壮,有时则更为消瘦。

语法注4 条
  1. 12.9ἀσθενὲς τὰ κατόπιν

    τὰ κατόπιν 为关系宾格(限制性宾格),用以限定形容词 ἀσθενές(衰弱的)的范围,意为“在后半身方面”。

  2. 12.9καὶ τοῖν ἰσχίοιν τὸ μὲν κάτω τὸ δʼ αὖ εἰς ἄνω ἐξαίρουσα

    在奥托克拉特斯的引文中,分词 ἐξαίρουσα 为阴性单数主格,而上文的主语 κόραι 为复数;这是依义构文(各人分别动作的分配性单数)。τοῖν ἰσχίοιν 为双数属格,作为部分属格受随后的关联结构 τὸ μὲν... τὸ δὲ... 支配。

  3. 12.10ἀπορρεόντων αὐτοῖς τῶν μελῶν

    此句为属格独立结构(τῶν μελῶν ἀπορρεόντων),表示伴随情况或原因(“肢体渐渐脱落”);代词 αὐτοῖς 为关涉与格(不利益与格),意指“对其自身而言”。

  4. 12.12τὸ δὲ θλιβόμενόν φησιν ἔνδον ὠθεῖ τε καὶ ἐξακοντίζει αὐτούς

    中性实体化分词 τὸ θλιβόμενον(承接前文的 πνεῦμα,指“体内被压缩的气息”)作主语,支配并列动词 ὠθεῖ 和 ἐξακοντίζει。φησιν 为插入的述谓动词,宾语 αὐτούς 指海豚(及潜水者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.9-12.13